Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατʼ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σεληνιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοοῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφ αίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.