Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἱ οὖν ἐντυγχάνοντες ταῖς ὑφ’ ἡμῶν συντεταγμέναις βίβλοις πάσας αἱρέσεις διελεγχούσαις μὴ λεγέτωσαν· αὕτη μέν ἐστιν τοῦ βασιλέως, ἑτέρα δὲ Πετοσ ίρεως, ἄλλη δὲ Κρι ιτο δήμου καὶ τῶν λοιπῶν, ἀλλʼ ἰδέτωσαν ὅτι ἐκεῖνοι μὲν προθέμενοι κωφῶς καὶ κατεζητημένως ἀνυπόστατον τὴν ἐπιστήμην κατέδειξαν, ἡμεῖς δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφι ισάμεθα καὶ ἑτέρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχθέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.

[*](3 sq. fuit fere ἐκμανθάνειν ἀξιῷ ἐμαυτῷ προσέχειν 4 συνταγμάτων V 6 sq. structura turbata, possis ⟨πλανᾶσθαι τοὺς ἐντυγχάνοντας⟩ εἴασεν 9 ἐπὶ V δυνάμεις scribit pro ἀγωγάς, μεθόδους 13 sq. ὑπομιμνήσθω συγγνωστέως V 17 ἐγκρατίας V 18 possis αἷς vel ὥστε 20 ἔπενον V 23 ἃ] ἃς V, quo servato possis δεινάς 25 συντεταγμένοις V 26 διελεγχούσης V 28 ὅτοι V 34 χαρακτὴρ νεμέσεως V)
302