Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἷον ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας παράκειται ἀριθμὸς β΄ τὰ δὲ β΄ τῆς ἑξηκοντάδος ἐστὶ τριακοστόν· τὸ δὲ λ΄ τῶν ρπ΄, τουτέστι τοῦ μεγέθους τοῦ Ζυγοῦ, ἔστιν ἔκτον· σύγκειται γὰρ μοιρῶν ῶν λ΄ . ἐὰν τοσούτων ἐτῶν λογισώμεθα, αἱ λ΄ μοῖραι ρπ΄ ἔτη μεριοῦσιν, ἅπερ ἀδύνατόν ἐστιν ἀνθρώπῳ βιῶσαι· ἐὰν τὸ ξ΄ τῶν ρπ΄ λάβωμεν, εὑρήσομεν γ΄ ἃ μία μοῖρα μεριεῖ· τρὶς οὖν τὰ λ΄ γίνεται 𝒢΄ . φήσομεν τὸν Ζυγὸν τὰ τέλεια ἔτη τοσαῦτα μερίζειν κατὰ τὴν ἐπιβάλλουσαν μοῖραν τοῦ μεγέθους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων τὸ παρακείμενον ἑκάστῃ μοίρᾳ μέγεθος δωδεκαπλασιάσαντες καὶ τούτου τὸ ξ΄ ἢ τὸ  U+2220΄ λαβόντες εὑρήσομεν τὰ ἐλάχιστα ἢ τὰ τέλεια ἔτη. ἑκάστη δὲ μοῖρα ἑκάστου ζῳδίου διαφόρους [*](2 πολὺν χρόνον V 5 ἔκοὁος V 9 ἔτε V 12 ζωιδίου hic quidem et v. 15 V 15 τὸ] τὸν V 21 ἐπὶ βων ὁ ἀρ. V 27 σύγκειται] οὐκεῖται V 35 ἔται V ἑκάσται V διαφόρου χρόνου V)

301
χρόνους παραυξήσεως ἔχει· ὅθεν αἱ στιγμαὶ ἢ ῥοπαὶ τῶν ὡρῶν καὶ παραλλαγαὶ τῶν μοιρῶν πολλὴν δύναμιν κέκτηνται.