Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Γὸ πρότερθν ὄργανον ἁρμόζει πρὸς χρόνους ζωῆς, τὴν σύστασιν ἔχον καὶ τὴν εἴσοδον ἐκ τῆς τοῦ ὡροσκόπου μοίρας· καθʼ ἣν γὰρ ἄν εὑρεθῇ, ταύτης τὸ παρακείμενον κατὰ τὸ κλίμα μέγεθος δωδεκαπλασιάσαντες καὶ τὸ λ΄ λαβόντες τοσαῦτα ἔτη φήσομεν τὰς παρακειμένας μοίρας μερίζειν καὶ τοσοῦτον διάστημα ἀπέχειν τὸν θάνατον τῆς ζωῆς. ὁμοίως δὲ καὶ τὸ ξ΄ τοῦ δωδεκαπλασιασθέντος λαβόντες λογιούμεθα ἑκάστην μοῖραν τοῦ ζῳδίου τοσαῦτα ἔτη μερίζειν· ἐὰν δέ πως ἐπὶ συνδέσμου καταντήση ἡ ὡροσκοποῦσα μοῖρα, τὰ γεννηθέντα δλιγοχρόνια ἔσται. ἔπειτα εἰσελθόντες εἰς τὸ ὄργανον κατὰ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου μοῖραν θεωροῦμεν, τίς ἀριθμὸς παράκειται, καὶ τοῦτον συγκρίναντες, πόστον μέρος ἐστὶ τῆς ἑξηκοντάδος, τοσοῦτον ἐκ τοῦ δωδεκαπλασιασθέντος ἀριθμοῦ ἡγησόμεθα πλῆθος βιωσίμων ἐτῶν. δεῖ μέντοι λογίζεσθαι τὸν παρακείμενον ἀριθμὸν καὶ ταῖς μοίραις τῶν ἐτῶν, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς. ἄλλως τε καὶ ἐπεὶ διπλασίων ὁ ἀριθμὸς παράκειται ταῖς μοίραις ἐν τῷ ὀργάνῳ, δεῖ σκοπεῖν τούτων τὴν ἡμίσειαν τοῦ χρόνου τοῦ ἐπιβάλλοντος τῇ μοίρᾳ κατὰ τὰς ζῳδιακὰς καὶ κλιματικὰς διαφοράς.