Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ. Σελήνη Ἄρης ὡροσκόπος Ταύρῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, κλίμα Ϛ´  τῷ λε´  ἔτει ἀπὸ δουλείας φυγών πολλὰ ἐσύλησε καὶ πρὸς ὀλίγον χρόνον διαλαθὼν συνελήφθη τῷ αὐτῷ ἔτει. ἀμφότερα γὰρ τὰ διάμετρα ἐχρημάτισε· συνήγαγε γὰρ ἀνὰ ξ´  ὧν ἥμισυ λ´ Αἰγόκερω γὰρ κη´  καὶ Ἑρμοῦ κ´  καὶ Διὸς ιβ´  γίνονται ξ´  , ὧν ἥμισυ λ´  καὶ Κρόνου λ´  καὶ Ἄρεως ιε´  , ὧν δίμοιρον λ´  καὶ Καρκίνου κε´ καὶ Διὸς ιβ´, ἐκ τριγώνου δὲ Ἀφροδίτης η´  γίνονται με´  , ὧν δίμοιρον γίνεται λ´  ἔδοξεν οὖν διὰ τοὺς ἀγαθοποιοὺς πρὸς ὀλίγον ἀποπεφευγέναι τὸν κίνδυνον καὶ ἡδέως διατεθεῖσθαι ἐκ τῶν συλῶν διὰ τὸ τούς κακοποιοὺς ἐμπεπτωκέναι.

Ἄλλη. Ἣλιος Κρόνος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ. Ζεὺς Γαύρῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ. ὡροσκόπος Παρθένῳ, κλίμα β.´  οὗτος ἡγεμονικὸς ὑπάρχων ἡγεμονικῇ ἔχθρᾳ περιπεσὼν τῷ λδ´  ἔτει κατεδικάσθη εἰς μέταλλον· Ἄρης γὰρ σὺν Ἡλίῳ ἐπικρατεῖ τοῦ χρόνου· Ἡλίου μὲν τθ´ , Ἄρεως δὲ με´  γίνονται λδ´ τῷ δὲ λϚ´  ἔτει διὰ βοήθειαν μειζόνων ἀνείθη τῆς συνοχῆς ὡς ἐπισινής· καὶ τότε μὲν ἡ ἀναφορά τοῦ Λέοντος ἐχρημάτισε τῷ λϚ´  ἔτει, ἀλλὰ Διὸς καθυπερτεροῦντος ιβ´ καὶ Γαύρου κδ´  γίνονται λϚ´  ἀλλὰ καὶ Αἰγόκερω κη´  καὶ Ἀρροδίτης η´  γίνονται λϚ´  οἱ οὖν ἀγαθοποιοὶ ἴσχυσαν. τῷ δὲ λθ´  ἔτει τοῦ πράγματος ἀνασκευασθέντος διὰ τὴν προϋπάρχουσαν ἔχθραν εἰς νῆσον κατεδικάσθη· οἱ γὰρ Τοξότῃ ἐκράτουν τῶν χρόνων, Ἡλίου ιθ´  καὶ Ἑρμοῦ κ´ γίνονται λθ´ καὶ λάβε δίμοιρον τῶν νή, ὅπερ ἐστὶν νή μῆνες η´ . πάλιν Ἡλίου τθ´ Ἑρμοῦ κ´  καὶ Λέοντος διὰ τὸν Ἄρεα τρίγωνον τθ´  γίνονται νή Ἄρεως γάρ τθ´  καὶ Ἡλίου ιθ´  καὶ Ερμοῦ κ´  γίνονται νή . τῷ δὲ μ´  ἔτει ἐπικινδύνως διῆξε καὶ νόσοις περιέπεσε· πλὴν συνεξελθοῦσα αὐτῷ γυνὴ κατὰ φιλοστοργίαν τά τʼ ἄλλα παρηγόρει καὶ τῶν ὑπαρχόντων μέτοχον ἐποίησε. τὰ μὲν οὖν μ´  ἔτη καὶ τῇ τῆς Σελήνης συναφῇ πρὸς Ἄρεα δηλοῦνται (Σελήνης γὰρ κε´  καὶ Ἄρεως ιε´  γίνονται μ´) καὶ ἡ τρίγωνος δὲ Διὸς καὶ Ἀφροδίτης στάσις αὐτὸ ἐδήλου· Διὸς γάρ [*](5 λε´] nempe λ´  7 sc. Tauri et Scorpii, Cancri et Capricorni 9 δίμοιρον] ἥμισυ V 12 ἀποφευγέναι V 13 haec fort. lacunosa 19 ἀνήθη V 21 possis ἀλλὰ ⟨καὶ〉 25 ἐκράτει V 28 Ἀρεως] rectius Leonis verba Ἀρεως—νη´  fort. insiticia 29 μ´ ] ν´ V 32 τῇ—συναφῇ] ἡ—συναφὴ V 34 non tam Veneris quam Aquarii, cuius anaphora est XXVIII)

284
ιβ´ καὶ Ἀφροδίτης κη´  γίνονται μ´  καὶ τούτοις τοῖς ἀποτελέσμασιν αὐτὸς παρέτυχον.

Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Ζυγῷ, κλίμα β´  . τῷ μη´  ἔτει πένθος βαρύτατον τέκνου φιλοστόργου θάνατον θεασάμενος, δὲ τῷ αὐτῷ καὶ μητρός. ἐσήμανεν οὖν καὶ ἡ Παρθένος καὶ ὁ Ζυγὸς διὰ ἰσανάφορον· Ζυγοῦ μὲν ἔτη η´ , Παρθένου δὲ μ´  γίνονται μη´  ὅθεν ὡς κατὰ συμπαρουσίαν ὁ Ἄρης τῳ ὡροσκόπῳ ψυχικὸν ἐλύπησε. ἄλλως τε καὶ Παρθένου μ´ καὶ Τοξότου λβ´  γίνονται ρβ´, ὧν δίμοιρον γίνονται μή .

Ἄλλη. Ἡλιος Ἑρμῆς Ἀφροδίτη Λέοντι. Σελήνη Παρθένῳ, Κρόνος Ζυγῷ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, ροσκόπος Καρκίνῳ, κλίμα Ϛ´ . ἐκ παρατηρήσεως καὶ τούτους τοὺς χρόνους ἐσημειωσάμην, καὶ ἐπεὶ ἔτι νήπιος ἦν, ἀντὶ τῶν ἐτῶν μῆνας ἐλογισάμην τῷ γὰρ η´ μηνὶ συμπληρουμένῳ καὶ ἕως μέρους τοῦ θ´ σπασμοῖς περίεπεσεν, ὥστε μικροῦ δεῖν κινδυνεῦσαι. μὲν οὖν η´ Ζυγὸς ἐδήλου ἐπικειμένου Κρόνου καὶ τῷ ἐνάτῳ ἡμίσει ἀναφ ορὰ γὰρ τοῦ Κριοῦ τῶν ιζ´ ἕως συμπληρώσεως μηνῶν η´ καὶ ἡμερῶν τε´ . ἀλλὰ καὶ ἡ ἀναφ ορὰ τοῦ Αἰγόκερω ἐχρημάτισεν οὕτως· τῶν κζ´ τρίτον γίνονται θ´  καὶ Ἡλίου ιθ´  καὶ Ἀφροδίτης η´ γίνονται κζ´ , ὧν τρίτον γίνονται θ´  καὶ τοῖς μὲν ἀλλοις μησὶ τοῖς ὑπὸ τῶν κακοποιῶν διακατεχομένοις ἐπεσημαίνετο καὶ ἐξανθήμασι καὶ ἐκζέμασι περιέπεσεν, οἷον τῷ ιε´  καὶ ιζ´  καὶ κγ´  καὶ τοῖς λοιποῖς, ἐξαιρέτως δὲ περὶ τὸν κζ´  μῆνα· ἐκ προφ άσεως γὰρ τετράποδος παγνίῳ πεσὼν ἐπλήγη περὶ τοὺς φυσικοὺς τόπους. τὸν μὲν κζ´ Ἄρης καὶ Σελήνη ἐδήλουν, Ἄρεως ιε´ καὶ Σελήνης κε´ γίνονται μ´ , ὧν δίμοιρον γίνονται κϚ´ ἡμέραι κ´  Κριοῦ καὶ Παρθένου διαμέτρῳ ἡγοῦμαι ἢ καὶ ὅτι πρὸς αὐτὸν ἐφ έρετο. ἄλλως τε Ἄρεως ιε´ καὶ τοῦ ὡροσκόπου Καρκίνου κε´  γίνονται μ´ , ὧν δίμοιρον κϚ´ ἡμέραι κ´ · ἀλλὰ καὶ τότε ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτιζε τὰ κζ´ , καὶ ἡ Ἄρεως ιε´ καὶ Διὸς ιβ´ γίνονται κζ´, καὶ πάλιν Ἡλίου ιβ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´. ἀπὸ οὖν τοῦ κη´ μηνὸς ἀνωμάλως διῆγε· συνέτρεχε γὰρ καὶ ἡ ἀναφορὰ τοῦ Ζυγοῦ καὶ ἡ τοῦ Κρόνου περίοδος· τῷ δὲ λβ´ μηνὶ ἐπισφα αλῶς ἐνόσησε καὶ ἐσπάσθη. Ἄρεως γὰρ ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´  γίνονται λβ´ τῷ δὲ λγ´  μηνὶ ἐτελεύτα· συνετελεῖτο γὰρ ἡ ἀναφ ορὰ [*](16 nempe μέσου τοῦ θ´  18 possis τοῦ ἐνάτου ἥμισυ ⟨Κριός⟩ 19 ιζ´] ιβ´  ut vid. Va aut Vb 26 παγνίῳ quid sit nescio 29 ἡγοῦμαι fort. ex ἤγουν ortum 31 ἐχρημάτισε fort. Vb 33 η´] ν´  V)

285
τοῦ Καρκίνου· ἀλλὰ καὶ Καρκίνου κε καὶ Ζυγοῦ η´  γίνονται λγ´ ἤ καὶ Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ ὡς συνούσης οὖν τῷ Ζυγῷ καὶ τῷ Κρόνου διὰ ἰσανάφορον ἐλογισάμην.