Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἡλιος Ἑρμῆς Ζυγῷ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, Ἀφροδίτη Λέοντι. ὡροσκόπος Καρκίνῳ, κλίμα Ϛ´  . οὗτος πλούσιος ὑπάρχων περὶ μζ´  ἔτος ἐξέπεσεν· ἐχρημάτισε γὰρ Κρόνος μεσουρανῶν θ´  καὶ ἡ ἀναφορὰ τῶν Ἰχθύων, Κρόνου μὲν λ´  Ἰχθύων δὲ ιζ´  γίνονται μζ´  . ἀλλὰ καὶ διάμετρον Ἡλίου καὶ Ἄρεως καὶ Ἑρμοῦ, Ἄρεως μὲν ιε´  καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´  καὶ Ἡλίου τθ´  καὶ Ἑρμοῦ κ´  καὶ Λέοντος λη´ γίνονται ὁμοῦ ρα´, ὧν δίμοιρον γίνεται μζ´ μῆνες δ´· ἀλλὰ καὶ ἡ τετράγωνος πλευρὰ Ζυγοῦ τε καὶ Αἰγόκερω, Αἰγόκερω μὲν κζ´  Ἑρμοῦ δὲ κ´, γίνονται μζ´ . τῇ μὲν οὖν φαντασίᾳ ἔδοξε περισκέπεσθαι, ἐναντιώματα δὲ καὶ μείωσιν διὰ γυναῖκα ὑπέμεινε.

Τοὺς οὖν ὑποτεταγμένους τόπους δοκιμάσαι ἀναγκαίως ὑπῆρξεν. Κρόνος νυκτὸς μεσουρανῶν ἐκπτώσεως δηλωτικός· Ἄρης ἡμέρας ἐπαναφερόμενος τῷ μεσουρανήματι αὐτὸ ἀποτελεῖ· ἐὰν δὲ ὁ κύριος τοῦ μεσουρανήματος ἐπιθεωρήσῃ μεσουράνημα ἢ χρηματίθῃ, μετὰ τὴν ἔκπτωσίν ἐστιν ἀνάσφαλσις καὶ ἀποκατάστασις ἀπὸ τῶν τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνων ἢ ἀπὸ τῆς τοῦ ἀστέρος κυκλικῆς ἀποκαταστάσεως. Ἥλιος νυκτὸς ὑπὸ γῆν ἄνευ οἰκοδεσποτείας χρηματίσας, Σελήνη ὑπὲρ γῆν κινδυνευκυίας τὰς γενέσεις ἀποτελοῦσι· σύνοδοι καὶ διχότομοι Σελήνης ὑπὸ Κρόνου τετραγωνιζόμεναι ἢ διαμετρούμεναι ἢ συνόντα ἔχουσαι ἐκπτώσεως δηλωτικαί· ὁμοίως δὲ καὶ αἱ πανσέληνοι καὶ πρῶται διχότομοι ὑπὸ Ἄρεως διαμετρούμεναι ἢ τετραγωνιζόμεναι ἢ συνόντα ἔχουσαι μεγάλας ἄτας καὶ συμφορὰς σημαίνουσι ἀοιδίμους τε καὶ περιβοήτους τὰς ἐκπτώσεις, καὶ ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἢ μοιρῶν παρόντες ἅπαξ τε καὶ ἀπαραιτήτως δαμάζουσιν, δὲ τοῖς δισώμοις πλεονάκις, δὲ τοῖς τροπικοῖς πολυθρυλήτως περιάπτουσι· καὶ ἐπίκεντροι μὲν τυχόντες ἐκ μεγίστων εὐτυχιῶν εἰς μεγίστας ἀτυχίας περιιστάνουσιν, δὲ ταῖς ἐπαναρ οραῖς ἑτέρων ἕτερα πάσχειν ποιοῦσι καὶ προσδοκᾶν, δὲ τοῖς ἀποκλίμασι σφάλσιν καὶ ἐπαγωγὴν ἢ λατρείας καὶ ὕβρεις καὶ βασάνοις [*](1 κε´  propter Lunam 7 θ´  (nonus enim locus sunt Pisces)] γ´ V (nisi potius ex ρ i. e. νυκτός corruptum est. cf. v. 17) 25 ἔχουσι V post ἔχουσι μεγάλας ἄτας καὶ συμφορὰς Va, del, Vb 31 πολ. περ. graviter diffa- mant 33 εἰς] ἐκ V περϊστάνουσιν V 35 nempe ἀπαγωγὴν βασάνους? Va)

286
καὶ κακοθανασίαις περιτρέπουσι. χαλεπὸν τοῖς νυκτὸς τὴν Σελήνην ἀποκλίμασι κεκτημένοις καὶ τὸν Ἥλιον ἡμέρας. ἐὰν δέ πως καὶ οἱ κακοποιοὶ τετραγωνίσωσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, καθολικοῖς πολέμοις καὶ περιστάσεσιν ἐμπίπτουσι καὶ ἀναιροῦνται. ἢ καθολικοῦ Κρόνος Ἄρεϊ κατὰ διάμετρον οὐκ ἀγαθὸς οὔτε ἐπὶ δούλου οὔτε ἐπὶ ἐλευθέρου· πολὺ γὰρ δυστυχὲς παρέξεται· καὶ τετραγωνίζοντες δὲ καὶ συνόντες ἐπιμόχθους ποιοῦσι καὶ ἐπιταράχους. βέλτιον δὲ τοὺς τοιούτους αὐτῶν σχηματισμοὺς ἀποκλίσει τετευχέναι· ἐπὶ μὲν γὰρ τῶν κέντρων ὄντες τῇ τε τύχῃ τὸν θάνατον καὶ τῇ πράξει καὶ τῇ ὅλῃ ὑποστάσει τοὺς κινδύνους ἐπιφέρουσιν ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰ ἐλπιζόμενα ἐπὶ χεῖρον ἀποβαίνειν ποιοῦσι καὶ θλίβουσι τὰς ἐγχειρήσεις, ἐπιμόχθους δὲ καὶ ἐπιπόνους ποιοῦσι τὰς τύχας· δὲ τοῖς ἀποκλίμασι περὶ τὰ βιωτικὰ ποικίλως καὶ εὐπροφασίστως τοῖς ποριζομένοις ἀντήλλακται. ἐὰν δέ πως οἱ ἀγαθοποιοὶ τοῖς προειρημένοις σχήμασι μαρτυρήσωσι, ἧττον τὸ φαῦλον ἢ εὐπαραμύθητον γενήσεται· τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἀποτελοῦσι τῶν σχημάτων κυριεύσαντες. ἐπεὶ δὲ δοκοῦσιν οἱ πλείους ἀστέρες ἢ καὶ πάντες πλειστάκις τῶν χρόνων ἐπικρατεῖν, ἡ διάκρισις τοῦ τε φαύλου καὶ ἀγαθοῦ καταληφθήσεται ἐκ τῶν κατὰ καιρὸν ἐπεμβάσεων, καὶ μάλιστα ὖπόταν ἀστὴρ χρονοκρατῶν ἐπεμβῇ εἰς τοὺς χρηματιστικοὺς τόπους λόγον ἔχων εἰς τὰ τῆς γενέσεως πράγματα· βέβαιον γάρ σημαινόμενον ἀποτέλεσμα δηλοῖ.

Πρὸς δὲ θαυμάσαι τὴν φύσιν καὶ ὅτι χωρὶς εἱμαρμένης οὐδὲν γίνεται, ἀλλὰ καὶ οἱ πολέμῳ καὶ συμπτώσει καὶ ἐμπρησμῷ καὶ ναυαγίῳ ἢ καὶ κατὰ ἄλλην αἰτίαν τινὰ ἁλισκόμενοι ὁμοθυμαθὸν συνάγονται ὑπὸ τῆς εἱμαρμένης, ἐκ μικροῦ ὑποδείγματος δηλώσομεν. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Αἰγόκερῳ, κλίμα β´. τῷ μ´ ἔτει κλιμακτῆρα ἔσχε· Σελήνης μὲν κε´, Κριοῦ δὲ ιε´ γίνονται μ´ ἢ καὶ αὐτοῦ τοῦ διαμετροῦντος Κριὸν κ´ Ζυγοῦ μ´ γίνονται ξ´ ὧν δίμοιρον γίνεται μ´ γέγονεν οὖν διπλοῦς ὁ κλιμακτήρ. δὲ τῷ αὐτῷ χρόνῳ εὗρον καὶ Αἰγόκερω τοῦ ὡροσκόπου κη´ καὶ τοῦ κατὰ τρίγωνον Διὸς ιβ´ , γίνονται μ´ · καὶ πάλιν Αἰγόκερω λ´ καὶ Ταύρου κβ´  καὶ περιόδου η´ , γίνονται ξ´ ὧν δίμοιρον μ´ .

[*](1 κακοθανασίας V τοῖς] τοῦ V 5 nempe [ἢ] καθόλου 14 haec sana esse non praesto 32 post μ´ καὶ πάλιν Αἰγόκερω λ´ Va, del. Vb)
287

Αλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ, κλίμα ζ . τῷ λε´  ἔτει κλιμακτῆρα ἔσχεν· ἐχρημάτισε γὰρ Ἄρεως ἡ περίοδος ἔτη ιε´ καὶ Παρθένου κʼ, γίνεται λε´  ἀλλὰ καὶ Ἀφροδίτης η´  καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω κζ´  γίνεται λε´  καὶ πάλιν διάμετρον Κρόνου λ´  καὶ Καρκίνου λβ´ λ´  καὶ Ἀχροδίτης η´  γίνονται ο´ μῆνες Ϛ´  , ὧν ἥμισυ γίνεται λε´ μῆνες γ´  . ἀλλὰ καὶ Ζεὺς Κρόνος τότε συμμετέσχον τοῦ χρόνου, Ζυγοῦ μβ´ μῆνες Ϛ´ Καρκίνου κζ´ μῆνες Ϛ´  γίνονται ο´ , ὧν ἥμισυ γίνεται λβ´.