Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐὰν οὖν καθὼς προείπαμεν σχήματος χρόνος συντρέχῃ τῷ ζητουμένῳ χρόνῳ κατʼ ἐπισύνθεσιν ζῳδίου ἀναφοράς ἢ καὶ περιόδου ἀστέρος, χρῆσθαι τοῖς προκειμένοις παραγγέλμασι· εἶτ᾿ οὖν διὰ συνθέτους χρόνους συντρέχειν τοῖς μέλλουσι λέγεσθαι προθέχειν καὶ συγκρίνειν τὰ ἀποτελέσματα κατὰ τὰς τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων τοποθεσίας τῶν τε κλήρων καὶ συνόδων καὶ πανσελήνων κατὰ τὰς οἰκείας μαρτυρίας τῶν ἀστέρων ἢ καὶ ἐναντιότητας. ἐὰν οὖν συντεθῶσι τῶν μαρτυριῶν οἱ χρόνοι, τοῖς διὰ μέσου τούτων ἢ καὶ τρίτοις ἢ καὶ διμοίροις συντελεσθήσονται τὰ ἀποτελέσματα, ἐάνπερ μὴ κατά μόνας συνάπτωσι. σκοπεῖν δὲ δεῖ καὶ τὴν τῆς Σελήνης συναφήν, κἂν μὴ τῷ αὐτῷ ζῳδίῳ ἦ καθʼ ἑτέρου σχηματογραφίαν, ἀλλʼ τῷ ἑξῆς, ἀμφοτέρων συνθέντας τοὺς χρόνους ἢ τῶν ζῳδίων, οἷς πάρεισιν, ἀποφαίνεσθαι. πολυμερῶς μὲν οὖν τὰ τῶν χρόνων γενήσονται, ὁτὲ μὲν ἐκ τῆς σεληνιακῆς φορᾶς καὶ τοῦ κλήρου, ὁτὲ δὲ πρὸς τὰ κέντρα, ὁτὲ δὲ πρὸς τοὺς ἑῴους καὶ ἑσπερίους καὶ τὰς λοιπάς φάσεις, ὁτὲ δὲ λἡγοντες --- οἵ τε χρόνοι καταληπτέοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς. μέντοι λέγειν τῳ διὰ μέσου ἢ καὶ ἐπὶ τρίτοις ἢ καὶ διμοιριαίοις χρόνοις, εἰς τὸν περὶ σίνους τόπον ἡ τομὴ γενήσεται μοιρικὸν διάστημα λαβόντα λογίζεσθαι· ἡμεῖς δὲ ἐπεξεύρομεν καὶ εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων τόπον.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Λέοντι, Κρόνος Παρθένῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Τοξότῃ, Ἀφροδίτη Διδύμοις, [*](1 πρὸς] latet πηροῖ aut προσβάλλει aut tale quid 2 φωσφορούσης v 3 ἐμπεριισχάνοντα (στ pro σχ Vα) V εἴτε V 4 τῷ . . . ζῳδίῳ corrigerem, nisi vatis orationem corrumpere vererer 11 εὕρωμεν 14 εἰ γοῦν Vb ut vid.] εἰ δʼ οὖν Va aut contra 21 συνάπτρϊσϊ V 29 an ὃ μ. λέγει· ἐν 31 nempe τῷ pro τὸ 33 τὸν] τὴν V)

281
Ἑρμῆς Καρκίνῳ, ὡροσκόπος Ζυγῷ, κλίμα ζ΄. τῷ λζ΄ ἔτει ὑπὲρ γυναικός, ἧς μεγάλην ὠφέλειαν προσεδόκα, δίκην περὶ κληρονομίας ὑπομείνας ἡττήθη ἐπὶ βασιλέως· οὐ μέντοι ἐπιβλαβὴς αὐτῷ ὁ χρόνος παντελῶς ἐγένετο, πλὴν τῆς ἐλπίδος ἀφαιρετικός. τὰ μὲν οὖν λζ΄ ἔτη καὶ αἱ τρίγωνοι στάσεις ἐδήλουν Σελήνης πρὸς Ἄρεα· Σελήνης μὲν κε´, Γοξότου δὲ ιβ´, γίνονται λζ´. καὶ Διὸς πρὸς Ερμῆν· Διὸς ιβ´ , Καρκίνου κε´ γίνονται λζ΄ ζητήσαντες καθώς προεκτεθείμεθα εὕρομεν τὴν ἐναντίωσιν Ἄρεως καὶ Ἀφροδίτης χρηματίζουσαν οὕτως κατὰ ζ΄ κλίμα καὶ τὴν τετράγωνον πλευράν· Κρόνου τῶν Διδύμων κζ΄ καὶ Ἀφροδίτης η΄ καὶ Παρθένου κ΄ , γίνονται νε΄ ὧν δίμοιρον γίνονται λϚ´  μῆνες η´  αὐτὸ καὶ οἱ Ἴχθύες ἐσήμαινον. πλὴν ἴσχυσαν οἱ κακοποιοί· ἦν γάρ καὶ Ἀφροδίτη κυρία τοῦ κλήρου· τὴν αὐτὴν δίκην τῳ λεʼ ἔτει ἐνίκησεν, ἐπικλήσεως δὲ γενομένης ἡττήθη· ἐσήμαινε γὰρ ὁ λε´  μὲν ἀγαθὸν ἀπὸ τῆς ἀναρορᾶς τῶν Ἰχθύων ιε´  καὶ Διδύμων κ´  , καὶ πάλιν Διδύμων κζ´  καὶ Ἀφροδίτης η´  γίνονται λε´  , καὶ πάλιν Διδύμων κʼ καὶ Ἄρεως ιε´  γίνονται λε´  , καὶ πάλιν Παρθένου κ´  καὶ Ἄρεως ιε´  γίνονται λεʼ. ἐχρημάτισαν οὖν καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοί, καὶ καθότι δισώμοις, δεήσει πολλάκις περὶ αὐτῶν. ἡ οὖν καθυπερτέρησις καὶ ἐναντίωσις τῶν κακοποιῶν πολλὴν δύναμιν ἔχουσιν, ὅθεν καὶ αὐτὸς Πετ ό σι ρις ἔφη· ἱ δὲ χρόνοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς.

Ἦν δὲ καὶ τῆς ἡττηθείσης γυναικὸς θέμα οὕτως ἔχον. Ἄλλη. Ἣλιος Καρκίνῳ, Σελήνη Κρόνος Ζεὺς Τοξότῃ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Διδύμοις, ὡροσκόπος Αἰγόκερῳ, κλίμα ζ΄ τῷ μὲν κε´  ἔτει ἔδοξε περιγενέσθαι τοῦ πράγματος· ἐσήμανε γὰρ ἡ Σελήνη τὰ κε´  μετὰ τοῦ Διὸς καὶ Κρόνου ὑπάρχουσα, καὶ ὁμοίως Ἡλιος Καρκίνῳ τὰ κε´ ἐδήλου. ἀλλὰ καὶ οἱ λοιποὶ ἀστέρες κατὰ συμπλοκὴν καὶ ἐναντίωσιν ἐχρημάτισαν, οἷον Κρόνου ἔτη λ´ καὶ Ἑρμοῦ κατὰ διάμετρον κ´  γίνονται ν´, ὧν ἥμισυ γίνονται κε´· καὶ πάλιν Κρόνου λ´  καὶ Ἑρμοῦ κ´  καὶ Σελήνης κε γίνονται οε´  , ὧν τρίτον γίνονται κε´· ὅθεν εἰς ἐναντίωμα ἐχώρει πρᾶγμα τότε. τῆς δὲ ἐπικλήσεως γενομένης τῳ κζ´  ἔτει κατεδικάσθη· ἐχρημάτισε γάρ ἡ ἀναφ ορὰ τῶν Διδύμων, ἔνθα ὁ κλῆρος τῆς τύχης Ἄρεως καὶ Ἑρμοῦ ἐπόντων. ἄλλως τε καὶ Σελήνης κε´  [*](4 αὐτῶν V 8 εὕρωμεν V 11 post η´  γίνονται λε´  καὶ πάλιν Διδύμων κ´  Va, del. Vb δίμοιρον solvi notam δύο τρίτα significantem 14 λε´] μ´ V 19 δίσωμα enim Gemini Virgo Pisces 20 nempe 〈τῶν〉 αὐτῶν 〈ἀποφαίνεσθαι〉 21 ἔχωσιν V 24 θέληπα V 30 λ´  . λε´  V)

282
καὶ Ἄρεως διαμέτρου ιε´ γίνονται μ´. ὧν δίμοιρον γίνονται κϚ´ μῆνες η´  . ὡσαύτως δὲ καὶ ἐνθάδε δισώμοις οἱ ἀστέρες ἔτυχον. Ἄλλη. Ἥλιος Ἑρμῆς Ζεεὺς Σκορπίῳ, Σελήνη Ταύρῳ), Κρόνος Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ζυγῷ, ὡροσκόπος Λέοντι. κλίμα δεύτερον. τῳ νβ´  ἔτει μεγίστην ταραχὴν καὶ πρὸς ἀδελφὴν δίκην ἔσχε περὶ ὑπαρχόντων καὶ κληρονομίας καὶ ἐπὶ βασιλέως ἐνίκησεν ἐχρημάτισε γὰρ ἡ διάμετρος στάσις Σελἡνης κε´  . Διὸς τβ´, Σκορπίου ιε´  γίνονται νβ´  ἄλλως τε καὶ κατὰ δεύτερον κλίμα Σκορπίου λϚ´  , Διὸς ιβ´  , Κρόνου ἐπικειμένου τῷ κλήρῳ λ´ γίνονται οη´ ὧν δίμοιρον γίνονται νβ´  . καὶ πάλιν Γαύρου κδ´ Ὑδροχόου κδ´  καὶ Κρόνου λ´  γίνονται οη´  ὧν δίμοιρον νβ´  ἐχρημάτισαν οὖν πάντες οἱ ἀστέρες ἐκτὸς Ἄρεως· ἐνόσησε μὲν οὖν τούτῳ τῳ χρόνῳ καὶ θαλάσσῃ μικροῦ δεῖν ἐκινδύνευσε καὶ πολλὰ ἀναλώματα ἐποίησεν· ἀλλὰ οἱ ἀγαθοποιοὶ ἔδοξαν καθυπερτερεῖν τὸν Κρόνον καὶ μᾶλλον ἴσχυσαν.

Ἡ δὲ ἡττηθεῖσα οὕτως εἶχε θέμα. Ἄλλη. Ἥλιος Ἑρμῆς Τοξότη, Σελήνη Καρκίνῳ. Κρόνος Ὑδροχόῳ, Ζεὺς Παρθέῳ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, ὡροσκόπος Διδύμοις, κλίμα δ΄. νδ´  ἔτος Κρόνου καὶ Ἀφροδίτης ἐδήλουν λ´  καὶ κδ´  γίνονται νδ´  καὶ πάλιν Σκορπίου λϚ´  καὶ Ἄρεως ἐπικειμένου τῷ κλήρῳ, ὅς ἐχρημάτισεν, ιε´  καὶ Κρόνου λ´  γίνονται πα´, ὧν δίμοιρον νδ´· ἐχρημάτισε γὰρ καὶ αὕτη ἡ καθυπερτέρησις τῶν κακοποιῶν. τῷ μὲν οὖν νγ´  φαντασίαν καὶ οἴησιν νίκης ἔσχε διὰ μειζόνων προσώπων βοηθείας, ὅθεν καὶ ἐπὶ τὴν δίκην προετράπη, ἐπεὶ Σελήνη ἐμέρισεν κε´ καὶ Αἰγόκερως κη´  . γίνονται νγ´  . τῷ δὲ νδ´ ἔτει ὑπὸ τῶν βοηθῶν κατελείφ θη· οὐδὲ γὰρ συμπαρῆσαν τοῖς χρόνοις οἱ ἀγαθοποιοί.

Ἄλλη. Ἥλιος Σελήνη Καρκίνῳ. Κρόνος Ζεὺς Ἄρης Κριῷ, Ἀφ ροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις, κλίμα α´. τῷ μὲν μζ´ ἔτει καὶ μή καὶ μθ´  ἐνόσησε καὶ αἵματος πολλὴν ῥύσιν ὑπομείνας παρείθη, δὲ τοῖς αὐτοῖς χρόνοις ἔκπτωτος ἐγένετο. τὰ μὲν οὖν μζ´ ἔτη ἐδήλου Καρκίνος λα´  μ´  καὶ Ἄρης ιε´  . γίνονται μϚ´  μῆνες η´· τὰ δὲ μή πάλιν Καρκίνου λα´ μ´  καὶ Σελήνης κε´  καὶ Ἄρεως ιε´ , γίνονται οβ´, ὧν δίμοιρον μή . ἐχρημάτισε μὲν οὖν τῷ μή ἔτει καὶ ἡ τῶν Διδύμων ἀναφορά κη´ κ´  καὶ ἡ τοῦ Ερμοῦ περίοδος κ´, γίνονται μη´  μῆνες δ´· ὅθεν καὶ μικράς φιλανθρωπίας ἔτυχε καὶ πορισμοῦ τῷ μθ´  ἔτει. Ἥλιος καὶ Κρόνος ἐμέρισαν ιθ´  ναὶ λ´  , γίνονται μθ´ · οἱ οὖν κακοποιοὶ καθυπερτερήσαντες τὰ [*](19 ἐδήλου V 29 νζ´  V 31 παρήθη V 36 δ´  Vb] κ´ Va)

283
φῶτα μεγάλων κινδύνων παραίτιοι· καὶ εἰ μὴ συμπαρῆν Ζεύς, πάντως ἄν καὶ βιαιοθανασίαν ἐπήγαγον.

Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ. Σελήνη Ἄρης ὡροσκόπος Ταύρῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, κλίμα Ϛ´  τῷ λε´  ἔτει ἀπὸ δουλείας φυγών πολλὰ ἐσύλησε καὶ πρὸς ὀλίγον χρόνον διαλαθὼν συνελήφθη τῷ αὐτῷ ἔτει. ἀμφότερα γὰρ τὰ διάμετρα ἐχρημάτισε· συνήγαγε γὰρ ἀνὰ ξ´  ὧν ἥμισυ λ´ Αἰγόκερω γὰρ κη´  καὶ Ἑρμοῦ κ´  καὶ Διὸς ιβ´  γίνονται ξ´  , ὧν ἥμισυ λ´  καὶ Κρόνου λ´  καὶ Ἄρεως ιε´  , ὧν δίμοιρον λ´  καὶ Καρκίνου κε´ καὶ Διὸς ιβ´, ἐκ τριγώνου δὲ Ἀφροδίτης η´  γίνονται με´  , ὧν δίμοιρον γίνεται λ´  ἔδοξεν οὖν διὰ τοὺς ἀγαθοποιοὺς πρὸς ὀλίγον ἀποπεφευγέναι τὸν κίνδυνον καὶ ἡδέως διατεθεῖσθαι ἐκ τῶν συλῶν διὰ τὸ τούς κακοποιοὺς ἐμπεπτωκέναι.

Ἄλλη. Ἣλιος Κρόνος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ. Ζεὺς Γαύρῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ. ὡροσκόπος Παρθένῳ, κλίμα β.´  οὗτος ἡγεμονικὸς ὑπάρχων ἡγεμονικῇ ἔχθρᾳ περιπεσὼν τῷ λδ´  ἔτει κατεδικάσθη εἰς μέταλλον· Ἄρης γὰρ σὺν Ἡλίῳ ἐπικρατεῖ τοῦ χρόνου· Ἡλίου μὲν τθ´ , Ἄρεως δὲ με´  γίνονται λδ´ τῷ δὲ λϚ´  ἔτει διὰ βοήθειαν μειζόνων ἀνείθη τῆς συνοχῆς ὡς ἐπισινής· καὶ τότε μὲν ἡ ἀναφορά τοῦ Λέοντος ἐχρημάτισε τῷ λϚ´  ἔτει, ἀλλὰ Διὸς καθυπερτεροῦντος ιβ´ καὶ Γαύρου κδ´  γίνονται λϚ´  ἀλλὰ καὶ Αἰγόκερω κη´  καὶ Ἀρροδίτης η´  γίνονται λϚ´  οἱ οὖν ἀγαθοποιοὶ ἴσχυσαν. τῷ δὲ λθ´  ἔτει τοῦ πράγματος ἀνασκευασθέντος διὰ τὴν προϋπάρχουσαν ἔχθραν εἰς νῆσον κατεδικάσθη· οἱ γὰρ Τοξότῃ ἐκράτουν τῶν χρόνων, Ἡλίου ιθ´  καὶ Ἑρμοῦ κ´ γίνονται λθ´ καὶ λάβε δίμοιρον τῶν νή, ὅπερ ἐστὶν νή μῆνες η´ . πάλιν Ἡλίου τθ´ Ἑρμοῦ κ´  καὶ Λέοντος διὰ τὸν Ἄρεα τρίγωνον τθ´  γίνονται νή Ἄρεως γάρ τθ´  καὶ Ἡλίου ιθ´  καὶ Ερμοῦ κ´  γίνονται νή . τῷ δὲ μ´  ἔτει ἐπικινδύνως διῆξε καὶ νόσοις περιέπεσε· πλὴν συνεξελθοῦσα αὐτῷ γυνὴ κατὰ φιλοστοργίαν τά τʼ ἄλλα παρηγόρει καὶ τῶν ὑπαρχόντων μέτοχον ἐποίησε. τὰ μὲν οὖν μ´  ἔτη καὶ τῇ τῆς Σελήνης συναφῇ πρὸς Ἄρεα δηλοῦνται (Σελήνης γὰρ κε´  καὶ Ἄρεως ιε´  γίνονται μ´) καὶ ἡ τρίγωνος δὲ Διὸς καὶ Ἀφροδίτης στάσις αὐτὸ ἐδήλου· Διὸς γάρ [*](5 λε´] nempe λ´  7 sc. Tauri et Scorpii, Cancri et Capricorni 9 δίμοιρον] ἥμισυ V 12 ἀποφευγέναι V 13 haec fort. lacunosa 19 ἀνήθη V 21 possis ἀλλὰ ⟨καὶ〉 25 ἐκράτει V 28 Ἀρεως] rectius Leonis verba Ἀρεως—νη´  fort. insiticia 29 μ´ ] ν´ V 32 τῇ—συναφῇ] ἡ—συναφὴ V 34 non tam Veneris quam Aquarii, cuius anaphora est XXVIII)

284
ιβ´ καὶ Ἀφροδίτης κη´  γίνονται μ´  καὶ τούτοις τοῖς ἀποτελέσμασιν αὐτὸς παρέτυχον.