Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁμοίως δὲ καὶ περὶ τῶν πρακτικῶν καὶ ἀπράκτων χρόνων στοιχητέον, μετὰ τοὺς ἐνιαυσίους χρόνους μηνιαίους ἐπιμερίζειν τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμονίαν οὐ καθεστῶσαν ὁρῶμεν μὴ προκειμένης τῆς ἀρχῆς τοῦ ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους διʼ ἀκριβείας διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφο ορᾶς μὲν ἕτερον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον καὶ προκειμένου πλατικῶς [*](11 μῆνες V 13 i. e. sic queque 38 + 19 efficiunt 57 menses (possis τοὺς αὐτοὺς) 17 fort. 〈ὁ〉 χρόνος 21 in mg. ε΄ V 27 fort. ὡς ἐπὶ καν. fort. φυσικῶς 31 (i. e. ὡροσκόπου) V 34 πλαστμεῶς V)

275
τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὰ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδπλούργημα τὴν μὲν εὐθεῖαν στιγμήν ἔχει, τὸν δὲ ὖχον ἐπὶ πολύ κατασὲευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ἀλίγον ἐνδειξάμενοι ἀποτέλεσμα ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἶ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτονοῦσιν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἰ πρὸς τὸν κλῆρον τῆς τύχης. τά γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Ὑδροχόῳ, ρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξδότῃ, ὡροσκόπος Ζυγῷ, κλίμα α’. ἔστω ἡμᾶς ζητεῖν ἔτος μβ΄. ἔλαβον τὴν ἀναφορὰν τοῦ Ζυγοῦ λή κ΄, ἅ ἐστιν ἔτη λή μῆνες καὶ πάλιν τούτων ἰσάριθμοι μῆνες λή , οἳ εἰσιν ἔτη γ΄ μῆνες γίνονται ὁμοῦ ἔτη μα΄ μῆνες Ϛ΄ τούτῳ τῳ ἔτει ἐκ πολέμου φεύγων καὶ ἀπὸ ἵππου πεσὼν ἐπελθόντων τῶν πολεμίων καὶ πολλῶν ἀναιρεθέντων καὶ αὐτὸς τρωθεὶς συνεφυρήθη ἑτέροις πτώμασι καὶ ὑποκριθεὶς νεκρὸς διέφυγε τὸν κίνδυνον καὶ διέμεινεν εἰς τὴν τῶν πολεμίων χώραν ἕως τοῦ πδ΄ ἔτους στρατεύματος ἡγούμενος. προσεπικατήγαγον οὖν τοῖς προκειμένοις ἔτεσι καὶ τούς Ἀφροδίτης μῆνας ή διὰ τὸν Ζυγὸν καὶ Ἄρεως ἐπικειμένου μῆνας ιε΄· ἄλλως τε καὶ τὸ διάμετρον Κρόνου καὶ Σελήνης ἐχρημάτιζε κατʼ ἐκεῖνον τὸν χρόνον· Λέοντος ἀναφορὰ λε΄ καὶ Κρόνου μῆνες νζ΄ καὶ Ἀφροδίτης μῆνες η΄ καὶ Σελήνης μῆνες κε΄ καὶ Λέοντος μῆνες ιθ’· γίνεται ὁμοῦ ἔτη μδ΄ μὴν α΄. ὥστε ἐχʼ ὅσον μὲν ἡ γένεσις χωρεῖ, πλῆθος ἀναφορῶν οὐ περιόδων διδόναι χρή. ἔπειτα δὲ μῆνας καὶ ἡμέρας, ἕως ἐπὶ λεπτομερέστατον τοῦ χρόνου τὸ ἀποτέλεσμα καταντήση· ὅθεν ἐπὶ πάσης γενέσεως παρατηρητέον τὰ τετράγωνα καὶ διάμετρα, μάλιστα κακοποιῶν συσχηματιζομένων ἀνοικείως. δυσεκλύτοις γάρ καὶ ἀλλεπαλλήλοις πράγμασι περιτρέπουσιν οἱ γοῦν τοιοῦτοι ἐν τῷ βίῳ ἀθλοῦσι δυσκαταγωνίστοις καιροῖς παλαίοντες, εὔθραυστοι δὲ ὄντες καὶ ὀλισθηροὶ [*](4 mire dictum: motum lapidis puncto temporis fieri dicere volebat; possis στιγμιαίαν 6 fort. 〈τὸ〉 ἀποτ. 10 τῆς τ τύχης V 11 τοῦ] τούτου v 13 excidit Mars in Libra ut vid. positus (cf. v. 23) 16 μῆνας V 19 nempe οὕτω κριθεὶς 22 τοὺς] τοῖς V 23 sc. quod Venus domina est Librae μῆνες V 25 sq. μῆνας quater V 26 Leo tribuit Solis menses 28 περϊόδον ut vid. V ἔπειτα δὲ] ἐπνίτοιγε V 30 καταντήσει V 34 όλιστηροὶ V)

276
ῥᾳδίως σφάλλονται. ἐὰν δὲ καὶ κατοπτεύσωσιν, οὐκ ἀφίστανται μεμφ όμενοι τοὺς θεούς καὶ ὀδυνηρῶς διάγοντες μάτην τὸν θάνατον ἀνακαλοῦνται, ἐκτὸς εἰ μὴ ἑτέρα ἀγαθοποιῶν μαριυρία εὐτονήσασα βοηθήσῃ. ὁπόσον ἂν χρηματίσῃ χρόνον ἀγαθοποιὸς κακοποιῳ, ἡμιτελὲς τὸ φαῦλον ἔσται καὶ εὔκρατον ἐὰν δὲ κατὰ μόνας ὁποῖός τις ἂν ἦ, βέβαιον καὶ πλῆρες τὸ ἀποτέλεσμα δηλοῖ· κωλύεται μὲν γάρ τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοποιοῦ νικώμενον, θραύεται δὲ τὸ φαῦλον ὑπὸ τοῦ ἀγαθοῦ παρηγορούμενον.

Σημαίνεσθαι δεῖ τὰς ἀρχάς καὶ τὰ πέρατα τῶν χρόνων, καθʼ σὓς ἐὰν ἄρξωνται οἱ ἀστέρες χρονοκρατορεῖν ἢ καὶ ἀπολείπειν τοὺς χρόνους. ἐν τούτοις γάρ τὰ ἀποτελέσματα ἐνεργῆ τὴν δύναμιν κέκτηνται· ἐστι δὲ καὶ τοῦτο ἀκριβέστερον ἐξιχνευτέον, τὰ σχήματα τῶν ἀστέρων καὶ τῶν μαρτυριῶν εἰ κατὰ μόνας ἢ ὁμοῦ ὄντων πότερον ἀγαθοποιὸν ἡ κακοποιὸν ἢ μέσον ἢ εὔκρατον ὑπάρχει, ἵνα καὶ πρὸς τοῦτο ἡ ἀπόφασις γένηται. πολλάκις γὰρ διάμετροι καὶ τετράγωνοι σχηματογραφίαι κακοποιῶν οὐδὲν φαῦλον εἰργάσαντο, ἀλλὰ καὶ μᾶλλον ὠφέλησαν διὰ ἰδιοτοπίαν ἥ ἀγαθοποιοῦ μαρτυρίαν ἢ οἰκείου σχήματος αἵρεσιν καὶ ἐν τούτοις οἱ ἀμαθεῖς πλανῶνται. ὅθεν περὶ τῶν αὐτῶν πολλάκις πομιμμνήσκω· ἄμεινον γάρ ἐστι δισσολογοῦντα καὶ πολυλογοῦντα τὴν σύνταξιν ἀκατηγόρητον διαφυλάξαι ἢ τοῖς βασκάνοις καὶ ματαίοις ἀφορμὴν τοῦ κακῶς λέγειν καταλεῖψαι· ἀχθόμενοι γάρ ἐπὶ τῇ ἑτέρων εὐημερίᾳ λοιδοροῦσι τὰ καλῶς ἔχοντα, μήτε παρακολουθεῖν δυνάμενοι τοῖς λεγομένοις μήτε ψέξαι ἃ λέγουσι. Πρὸς τοὺς τοιούτους ὁ λόγος οὗτος ἁρμόσει. λέγεταί ποτε νεανίσκον τινὰ ψέξαντα τὰ Εὐριπίδου δράματα διορθῶσαι· τὸν δʼ Εὐριπίδην παραγενόμενον λέγειν· κακῶς γέγραπται, σὺ κρεῖττον ποίησον. τὸν δὲ εἰρηκέναι. γράφειν ποιήματα οὐκ ἐπίσταμαι, τὰ δὲ κακῶς γραφέντα διορθοῦσθαι. τοιγαροῦν κακῶς γράψας, φησί, τὰ σαυτοῦ καλῶς διόρθωσον. καὶ δοκεῖ μὲν ἡ προκειμένη αἵρεσις τὴν εἴσοδον εὐχερεστάτην κεκτῆσθαι, λαβυρινθοειδὲς δὲ τέλος καὶ τὴν δίοδον τοῖς τὸ ἀκριβὲς φιλοπευστοῦσι· τῆς γὰρ ἀρχῆς δραξάμενοι καθάπερ μίτου ὁδηγούσης τῆς Ἀριάδνης, τουτέστι τῆς ἐπιδιαιρέσεως, εἰς τὸν ζητούμενον τόπον καταντήσαντες καὶ εὑρόντες τὸν περαιούμενον χρόνον καὶ τὸ ἀποτέλεσμα, ὡς ὁ Θησεὺς τὸν Μινώταυρον, εἴδησιν μεγίστην ἀναδέξονται.

[*](4 an ἂν 〈οὖν〉? 9 an 〈δὲ〉 δεῖ? πέρατα τῶν χρόνων] παρὰ τὸν χρόνον V an χρονοκρατεῖν? 13 nempe pro εἰ et in sqq. ἀγαθοποιῶν etc. 17 εἰργάσατο V 28 μήτε] μὴδὲ V 24 ὁ λόγος H] ὀλίγος V 26 διορθοῖ V 29 τὰς αὐτοῦ V 30 εὐχαρεστάτην V)
277

Μερίσουσι δὲ οἱ ἀστέρες καὶ τοὺς μέσους χρόνους ὧν δεσπόζουσιν ἐτῶν· Ἥλιος μὲν τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν κεκτημένος τὰ ξ΄ παραλήψεται καὶ τὰ ἐλάχιστα τὰ ιθ΄ καὶ γίνεται ρθ΄, ὧν τὸ ἥμισυ γίνεται λθ΄ μῆνες Ϛ΄, Σελήνη δὲ τὴν ἡμίσειαν τῶν ρή νδ΄ καὶ ἐλάχιστα κε , καὶ γίνονται ὁμοῦ ρθ΄, ὧν τὸ ἥμισυ λθ΄ μῆνες Ϛ΄. ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϚ΄ καὶ τὰ ἐλάχιστα ιε΄ , καὶ γίνονται πα΄, ὧν τὸ ἥμισυ μί ἔτη καὶ μῆνες Ϛ΄ Ἀφροδίτη τὰ τέλεια πδ΄ καὶ τὰ ἐλάχιστα η΄ . γίνονται 𝒢β΄ , ὧν ἥμισυ μϚ΄ . Ερμῆς τά μέγιστα οϚ΄ καὶ τὰ ἐλάχιστα κ΄ , γίνονται 𝒢Ϛ΄, ὧν τὸ ἥμισυ γίνονται μή Ζεὺς τὰ μέγιστα οθ’ [καὶ τὰ οϚ΄ ] καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄ , ὦν τὸ ἥμισυ γίνονται μέ μῆνες Ϛ΄. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν.

Μετὰ πολλῆς μὲν οὖν κακοπαθείας καὶ ζητήσεως εὑρόντες τάς αἱρέσεις καὶ ἐπιδιακρίναντες ἐκ τῶν γενέσεων προεθέμεθα. ὑποτάξομεν δέ, καθὼς ὁ βασιλε ὺς καὶ Πε τό σίρις ᾐνίξαντο περὶ χρόνων ἐμπράκτων τε καὶ ἀπράκτων. εἰ δέ πως δόξει τοῖς ἐντυγχάνουσι ποικίλην καὶ ἀναμεμιγμένην ὑπάρχειν αὐτὴν τὴν αἵρεσιν, τά τῆς ἀποτελεσματογραφίας καὶ τῆς φυ υσικῆς ἐνεργείας ἀποθαυμάσειεν. γάρ ἕνα χρονοκράτορα τῶν ἀστέρων καὶ πρὸς τὰς λοιπάς ἀγωγάς εὑρόντα ἀποφαίνεσθαι περὶ τῶν μελλόντων, διʼ ἀνακυκλήσεως χρόνων τὸν αὐτὸν πάλιν παραλαβόντα τὰ αὐτὰ πράγματα ἀποτελεῖν, ἀμαθές μοι δοκεῖ καὶ πλάνης ἀνάμεστον. ὁ γάρ εἴς ἤτοι ἀγαθὸν ἢ φα σῦλον ἀποτελεῖ καὶ κατὰ τὴν ἰδίαν φύσιν ἐν τῷ ἔτει ἢ δυσὶν ἢ τρισὶν ἔτεσιν. εὑρίσκομεν δὲ ἐν ἑνὶ χρόνῳ ἢ καὶ μησὶ καὶ ἡμέραις διάφορα ἀποτελέσματα συμβαίνοντα καὶ ἀναμεμιγμένα κακῶν τε καὶ ἀγαθῶν, ὅθεν πίστιν ἡμῖν παρέχει αὐτὰ τὰ πράγματα. εὑρίσκομεν γάρ ἐπὶ γενέσεως καθʼ ἕνα χρόνον δόξαν κληρονομίαν κατηγορίαν φυγαδείαν ἢ πάλιν ἀρχὴν ἐπίσημον, πένθος ἐπίλυπον, ἀσθένειαν καὶ πάλιν ἡγεμονίαν, περίκτησιν βίου, θάνατον· καὶ τινάς μὲν περὶ σῶμα κακοδαιμονοῦντας, περὶ δὲ τὸν βίον εὐτυχοῦντας, ἑτέρους περὶ γυναῖκα [*](1 ὧν] ὅθεν V 3 προλήφεται V 4 ρή ] κη΄ V 13 in mg. Ϛ΄ V 18 δὲ] τε V fr. 21 Riess 21 τὰ] τὰς V 21 sq. ἳποθαιμάσει· ἐν τω γὰρ V 23 nempe 〈καὶ〉 διʼ 26 del. Riess ν a)

278
καὶ πράξεις ἀνωμαλοῦντας, ῥωμαλέους δὲ καὶ ἱλαρούς. ταῦτα δʼ οὐκ οἶμαι ἀπὸ ἑνὸς κοσμοκράτορος συντελεῖσθαι, ἀλλὰ ὑπὸ τῶν πολλῶν· καὶ τὸ μὲν ἀγαθὸν προδειχθὲν ἀναλύεται ὑπὸ τῆς τῶν κακοποιῶν δυνάμεμς, ὁμοίως δὲ καὶ φαῦλον ὑπὸ τῆς τῶν ἀγαθοποιῶν. ὅθεν καὶ ὁ συγγραφεὺς ἔφη τινὰ μὲν εἶναι ἀφύλακτα, τινὰ δὲ φυλακτά· ἀχύλακτα μέν, ἐπὰν οἱ κακοποιοὶ μόνοι παρατυγχάνοντες ἐνεργῶσί τι, φυλακτὰ δέ, ὅταν τῶν κακοποιῶν ἀποτελούντων ἀγαθοποιὸς περιπεσὼν τὴν ἐκείνων δύναμιν θραύσῃ. ὅταν δὲ ἐπὶ γενέσεως σχῆμα ἀγαθοποιοῦ εὑρεθῇ καὶ τῶν χρόνων δεσπόζῃ, πλῆρες τὸ ἀγαθὸν γενήσεται, ὁμοίως δὲ καὶ τῶν κακοποιῶν ἐὰν συγχρηματίσωσι τῶν μαρτυριῶν οἱ χρόνοι, ἀμφότερα γενήσεται κατὰ τὴν τῶν ἀστέρων τε καὶ ζῳδίων φύσιν. ἄλλως τε καὶ κατὰ τὸ μέγεθος τῆς γενέσεως καὶ τῆς ὑποστάσεως τά τε ἀγαθὰ καὶ φαῦλα συντελεῖται. καὶ καθάπερ ἐπὶ τῶν νηπίων καθολικῶν γενέσεων, ἐπὰν τοῦς ἀγαθοποιοὺς εὕρωμεν χρηματίζοντας καὶ τὸν Ἥλιον ἤ τὴν Σελήνην ἐπιθεωροῦντας καὶ τὸν ὡροσκόπον, ἐπαγγελλόμεθα καὶ χρόνον ζωῆς καὶ δόξαν καὶ ὑπόστασιν βίου, ἐὰν δὲ τοὺς κακοποιούς, ἀποδοκιμάζομεν τὴν γένεσιν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως σκοπεῖν δεήσει, ἐφʼ ὅσον μὲν ἂν οἱ ἀγαθοποιοὶ διακρατῶσι, μεγάλα καὶ πρακτικὰ ἐπαγγέλλεσθαι, ἐὰν δὲ ἀναμεμιγμένοι, ὁμοίως, ἐὰν δὲ μόνη κακοποιῶν χρονογραφία συνδράμῃ , κινδύνους καθαιρέσεις καὶ πολλῶν αἰτίων ἐπιφορὰς προλέγειν. Φησὶν οὖν ὁ βασιλεύς. ἐπὰν τῆς χρονογραφίας ὑπὸ ὄψιν ἐκτεθείσης (τουτέστι τῆς γενέσεως) χρηματίσωσιν ὁποῖοι ἂν τύχωσι, πρὸς πάντας λέγε τοὺς ἀστέρας, ἕτερος δέ τις κατὰ τὸ ἐναλλὰξ ἐφεστὼς ἐπιμαρτυρὴσῃ ἢ καὶ τὴν συναφὴν ἐπίσχῃ, συναμφοῖν οἱ χρόνοι ἀναγραπτέοι. οἷον οὕτως· ἐὰν ἡ Σελήνη τὸν ἀρίθμιον τόπον ἐπίσχῃ, ἕτερος δέ τις ἐπὶ τοῦ τῆς Σελήνης τύχῃ ζῳδίου, ἐπειδὴ αὐτὴ ἡ Σελήνη ἐφ᾿  ἑτέρου τόπου τὴν συναφὴν ἐπίσχει, τοὺς μὲν τοῦ ζῳδίου χρόνονς κατάξει, οἵτινές ποτε ἂν ὦσιν, εἴτε ἀγαθοποιοὶ προσόντες ἢ καὶ ὡς ἐναντίοι. ἐπὰν γὰρ ὁ τοῦ Διὸς ἐπὶ τοῦ προκειμένου τόπου τύχῃ, δόξης δηλωτικὸς ἢ δόξα μέτριος ἐπικτητικοῦ βίου συλλογῇ γενήσεται [*](15 καθολικῶς Riess 17 χρόνων V 18 ὑποστασίαν V 20 possis δεήσει 〈καὶ〉 26 πρὸς π. λέγει τ. ἀστέρας a Valente insertum putat Riess 30 τρόπον V 31 ἐπεὶ δὲ V, corr. Riess ἑτέρου τόπου geminat V 33 κατέξει V 34 nempe 〈οἱ〉 προσόντες)
279
(τουτέστι τὸν κλῆρον τῆς τύχης, ὅστις τὸν περὶ ὑπαρχόντων καὶ ὠφελείας δηλοῖ. τὴν δὲ περὶ δόξης ἕτερον)· εἰ δὲ τούτῳ συνεπιμαρτυρήσῃ ἤ καὶ τούτῳ συναφὴν ἐπίσχῃ κακοποιός, ἐν τοῖς τῶν  ἀγαθοποιῶν  κρόνοις καὶ τὸ κακὸν ἐπιτελεσθήσεται.  συμπαραλαμβανομένου δὲ καὶ συμψηφοθετουμένου τοῦ τὴν συνεπιπλοκὴν ἔχοντος τοῦ ἀστέρος κρόνου, δσοι ἂν ὦσι συμπεπαιούμενοι, πρὸς τὰ τέλη  τῶν περιόδων ἣ τῶν ἀναφορῶν τὰ ἀποτελέσματα λέγειν γίνεσθαι. ππας μὲν οὖν ἀστὴρ ἐπίκεντρος ὑπάρχων τοὺς ἰδίους χρόνους πλἡρεις δίδωσι (περὶ τούτου καὶ ἡμεῖς ὲν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν), ἔκκεντρος δὲ ὑπάρχων, ὅσους ἂν ἀπομερίζῃ λοιπογραφουμένους ἀπὸ τῶν ἰδίων ἀριθμῶν(τοῦτον δἐ τὸν λόγον, ὡς ἐμοὶ δοκεῖ, ἐν τῷ περὶ χρόνων ζωῆς ἐδηλώσαμεν.)

Ἄλλως δὲ πάλιν ὑπόθου τὴν Σελήνην ἐπικρατεῖν τῷ προκεινένῳ, ἐπιπαρεῖναι δὲ τούτῳ τὸν τοῦ Κρόνου, ὡροσκοπεῖν δὲ τὸν τῆς Σελήνης τόπον, δπου ὁ τοῦ Κρόνου τέτευχεν ἐπιπροσών. ὁ μὲν οῦν δλοτελὴς τοῦ Κρόνου χρόνος ἔπιπροσών. ὁ μὲν οὖν δλοτελὴς λά μοίρας. ἔστω δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δἡποτε ζῳδίῳ τετευχυῖαν ἐπίκεντρον, ἐπαναφέρεσθαι δὲ ἤ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐπὶ τοῦ ἐχομένου ζῳδίου, ἐφ' δν καὶ τὴν συναφὴν ποιήσεται, μαρτθρεῖσθαι δὲ τὸν τοῦ Κρόνου ὑπὸ τοῦ Ἄρεως ἤ καὶ αὐτῆς τῆς Σελδήνης ἢ καὶ τοῦ Ἡλίου. οἱ τοιοῦτοι ἐκ ταπεινῶν γονέων ἔσονται· τοὺς δὲ τοῦ ζῳδἱου χρόνους, ἐφ᾿ οὗ τοῦ Κρόνου τέτευχε, καὶ τοὺς τοῦ Ἄρεως ἐπισυνθέντας, τούτους ἀνωμαγήσει ἢ καὶ ἐν ξενιτείαις ἔσται· δὲ τοῖς αὐτοῖς χρόνοις δινῶν καὶ τομῶν παραίτιος γενήσεται τῶν περὶ τὰς ὄψεις. ἐὰν δέ πως ὴ Σελήνη ἐπὶ προσθέσεως ὑ πάρχουσα καὶ μηδέπω ἐπὶ τὴν πανσέληνον, ἐπιδεῆ σημαίνει φέρεται φέρεται ἀποσκότωσιν ἐπὶ μηδενὸς τῶν ὁρατικῶν μέντοι γε τὰ περὶ τοὺς ὀφθαλμοὺς γενόμενα αἴτια· ἤτοι [*](1 Volentis additamentum (ab ipsius librariis neglegenter insertum ?) 2 nempe τόν δὲ 6 possis [τοῦ] ἀστέρος 12 λοιπογραφομένους 13 sq. τῷ] ἐκ τῶν V 16 τρόπω V 18 ἐπιπρόσω V 20 λα´  μοίρας vix sanum 21 τετευχέναι Riess 27 ὁ ex καὶ ut vid. V 28 an ἐπισυντε- θέντας? 32 nempe πανσέληνον 〈σπεύδουσα〉 33 φέρεται (in initio lineae repetitum) ad πανσέληνον trahendum vid., sed manum abstineo)

280
πρὸς ἀναφοραῖς ἢ καὶ τομαῖς ἐπὶ τῶν αὐτῶν τόπων διὰ τὸ φωσφορούσῃ συνάπτειν Ἄρεα ἢ καὶ καύσεσι ἐμπεριισχάνονται. εἷτ᾿ ἐχομένως τὰ τοῦ ἐπιματρυροῦντος ἀστέρος τὸ τῆς Σελήνης ζῴδιον ἢ καὶ συμπροσόντος, εἰ τὶς ἢ καὶ τινὲς τύχωσιν ἐπισυμπαρεῖναι τῷ κλήρῳ, λέγειν· εἷθ᾿  ἑξῆς τοὺς ἐπαναφερομένους, καθ᾿  ὃν ἂν τόπον ἐπαναφερόμενοι κέντρῳ οἱῳδήποτε τύχωσι.

Καὶ ταῦτα μὲν αὐταῖς λέξεσι προεθέμεθα διὰ τὴν ἐπακολουθοῦσαν ἐπίλυσιν· καὶ αὐτοὶ γὰρ δοκιμάσαντες καὶ συνεπινοήσαντες εὕρομεν.