Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Ζυγῷ, κλίμα β´  . τῷ μη´  ἔτει πένθος βαρύτατον τέκνου φιλοστόργου θάνατον θεασάμενος, δὲ τῷ αὐτῷ καὶ μητρός. ἐσήμανεν οὖν καὶ ἡ Παρθένος καὶ ὁ Ζυγὸς διὰ ἰσανάφορον· Ζυγοῦ μὲν ἔτη η´ , Παρθένου δὲ μ´  γίνονται μη´  ὅθεν ὡς κατὰ συμπαρουσίαν ὁ Ἄρης τῳ ὡροσκόπῳ ψυχικὸν ἐλύπησε. ἄλλως τε καὶ Παρθένου μ´ καὶ Τοξότου λβ´  γίνονται ρβ´, ὧν δίμοιρον γίνονται μή .

Ἄλλη. Ἡλιος Ἑρμῆς Ἀφροδίτη Λέοντι. Σελήνη Παρθένῳ, Κρόνος Ζυγῷ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, ροσκόπος Καρκίνῳ, κλίμα Ϛ´ . ἐκ παρατηρήσεως καὶ τούτους τοὺς χρόνους ἐσημειωσάμην, καὶ ἐπεὶ ἔτι νήπιος ἦν, ἀντὶ τῶν ἐτῶν μῆνας ἐλογισάμην τῷ γὰρ η´ μηνὶ συμπληρουμένῳ καὶ ἕως μέρους τοῦ θ´ σπασμοῖς περίεπεσεν, ὥστε μικροῦ δεῖν κινδυνεῦσαι. μὲν οὖν η´ Ζυγὸς ἐδήλου ἐπικειμένου Κρόνου καὶ τῷ ἐνάτῳ ἡμίσει ἀναφ ορὰ γὰρ τοῦ Κριοῦ τῶν ιζ´ ἕως συμπληρώσεως μηνῶν η´ καὶ ἡμερῶν τε´ . ἀλλὰ καὶ ἡ ἀναφ ορὰ τοῦ Αἰγόκερω ἐχρημάτισεν οὕτως· τῶν κζ´ τρίτον γίνονται θ´  καὶ Ἡλίου ιθ´  καὶ Ἀφροδίτης η´ γίνονται κζ´ , ὧν τρίτον γίνονται θ´  καὶ τοῖς μὲν ἀλλοις μησὶ τοῖς ὑπὸ τῶν κακοποιῶν διακατεχομένοις ἐπεσημαίνετο καὶ ἐξανθήμασι καὶ ἐκζέμασι περιέπεσεν, οἷον τῷ ιε´  καὶ ιζ´  καὶ κγ´  καὶ τοῖς λοιποῖς, ἐξαιρέτως δὲ περὶ τὸν κζ´  μῆνα· ἐκ προφ άσεως γὰρ τετράποδος παγνίῳ πεσὼν ἐπλήγη περὶ τοὺς φυσικοὺς τόπους. τὸν μὲν κζ´ Ἄρης καὶ Σελήνη ἐδήλουν, Ἄρεως ιε´ καὶ Σελήνης κε´ γίνονται μ´ , ὧν δίμοιρον γίνονται κϚ´ ἡμέραι κ´  Κριοῦ καὶ Παρθένου διαμέτρῳ ἡγοῦμαι ἢ καὶ ὅτι πρὸς αὐτὸν ἐφ έρετο. ἄλλως τε Ἄρεως ιε´ καὶ τοῦ ὡροσκόπου Καρκίνου κε´  γίνονται μ´ , ὧν δίμοιρον κϚ´ ἡμέραι κ´ · ἀλλὰ καὶ τότε ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτιζε τὰ κζ´ , καὶ ἡ Ἄρεως ιε´ καὶ Διὸς ιβ´ γίνονται κζ´, καὶ πάλιν Ἡλίου ιβ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´. ἀπὸ οὖν τοῦ κη´ μηνὸς ἀνωμάλως διῆγε· συνέτρεχε γὰρ καὶ ἡ ἀναφορὰ τοῦ Ζυγοῦ καὶ ἡ τοῦ Κρόνου περίοδος· τῷ δὲ λβ´ μηνὶ ἐπισφα αλῶς ἐνόσησε καὶ ἐσπάσθη. Ἄρεως γὰρ ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´  γίνονται λβ´ τῷ δὲ λγ´  μηνὶ ἐτελεύτα· συνετελεῖτο γὰρ ἡ ἀναφ ορὰ [*](16 nempe μέσου τοῦ θ´  18 possis τοῦ ἐνάτου ἥμισυ ⟨Κριός⟩ 19 ιζ´] ιβ´  ut vid. Va aut Vb 26 παγνίῳ quid sit nescio 29 ἡγοῦμαι fort. ex ἤγουν ortum 31 ἐχρημάτισε fort. Vb 33 η´] ν´  V)

285
τοῦ Καρκίνου· ἀλλὰ καὶ Καρκίνου κε καὶ Ζυγοῦ η´  γίνονται λγ´ ἤ καὶ Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ ὡς συνούσης οὖν τῷ Ζυγῷ καὶ τῷ Κρόνου διὰ ἰσανάφορον ἐλογισάμην.

Ἄλλη. Ἡλιος Ἑρμῆς Ζυγῷ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, Ἀφροδίτη Λέοντι. ὡροσκόπος Καρκίνῳ, κλίμα Ϛ´  . οὗτος πλούσιος ὑπάρχων περὶ μζ´  ἔτος ἐξέπεσεν· ἐχρημάτισε γὰρ Κρόνος μεσουρανῶν θ´  καὶ ἡ ἀναφορὰ τῶν Ἰχθύων, Κρόνου μὲν λ´  Ἰχθύων δὲ ιζ´  γίνονται μζ´  . ἀλλὰ καὶ διάμετρον Ἡλίου καὶ Ἄρεως καὶ Ἑρμοῦ, Ἄρεως μὲν ιε´  καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´  καὶ Ἡλίου τθ´  καὶ Ἑρμοῦ κ´  καὶ Λέοντος λη´ γίνονται ὁμοῦ ρα´, ὧν δίμοιρον γίνεται μζ´ μῆνες δ´· ἀλλὰ καὶ ἡ τετράγωνος πλευρὰ Ζυγοῦ τε καὶ Αἰγόκερω, Αἰγόκερω μὲν κζ´  Ἑρμοῦ δὲ κ´, γίνονται μζ´ . τῇ μὲν οὖν φαντασίᾳ ἔδοξε περισκέπεσθαι, ἐναντιώματα δὲ καὶ μείωσιν διὰ γυναῖκα ὑπέμεινε.

Τοὺς οὖν ὑποτεταγμένους τόπους δοκιμάσαι ἀναγκαίως ὑπῆρξεν. Κρόνος νυκτὸς μεσουρανῶν ἐκπτώσεως δηλωτικός· Ἄρης ἡμέρας ἐπαναφερόμενος τῷ μεσουρανήματι αὐτὸ ἀποτελεῖ· ἐὰν δὲ ὁ κύριος τοῦ μεσουρανήματος ἐπιθεωρήσῃ μεσουράνημα ἢ χρηματίθῃ, μετὰ τὴν ἔκπτωσίν ἐστιν ἀνάσφαλσις καὶ ἀποκατάστασις ἀπὸ τῶν τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνων ἢ ἀπὸ τῆς τοῦ ἀστέρος κυκλικῆς ἀποκαταστάσεως. Ἥλιος νυκτὸς ὑπὸ γῆν ἄνευ οἰκοδεσποτείας χρηματίσας, Σελήνη ὑπὲρ γῆν κινδυνευκυίας τὰς γενέσεις ἀποτελοῦσι· σύνοδοι καὶ διχότομοι Σελήνης ὑπὸ Κρόνου τετραγωνιζόμεναι ἢ διαμετρούμεναι ἢ συνόντα ἔχουσαι ἐκπτώσεως δηλωτικαί· ὁμοίως δὲ καὶ αἱ πανσέληνοι καὶ πρῶται διχότομοι ὑπὸ Ἄρεως διαμετρούμεναι ἢ τετραγωνιζόμεναι ἢ συνόντα ἔχουσαι μεγάλας ἄτας καὶ συμφορὰς σημαίνουσι ἀοιδίμους τε καὶ περιβοήτους τὰς ἐκπτώσεις, καὶ ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἢ μοιρῶν παρόντες ἅπαξ τε καὶ ἀπαραιτήτως δαμάζουσιν, δὲ τοῖς δισώμοις πλεονάκις, δὲ τοῖς τροπικοῖς πολυθρυλήτως περιάπτουσι· καὶ ἐπίκεντροι μὲν τυχόντες ἐκ μεγίστων εὐτυχιῶν εἰς μεγίστας ἀτυχίας περιιστάνουσιν, δὲ ταῖς ἐπαναρ οραῖς ἑτέρων ἕτερα πάσχειν ποιοῦσι καὶ προσδοκᾶν, δὲ τοῖς ἀποκλίμασι σφάλσιν καὶ ἐπαγωγὴν ἢ λατρείας καὶ ὕβρεις καὶ βασάνοις [*](1 κε´  propter Lunam 7 θ´  (nonus enim locus sunt Pisces)] γ´ V (nisi potius ex ρ i. e. νυκτός corruptum est. cf. v. 17) 25 ἔχουσι V post ἔχουσι μεγάλας ἄτας καὶ συμφορὰς Va, del, Vb 31 πολ. περ. graviter diffa- mant 33 εἰς] ἐκ V περϊστάνουσιν V 35 nempe ἀπαγωγὴν βασάνους? Va)

286
καὶ κακοθανασίαις περιτρέπουσι. χαλεπὸν τοῖς νυκτὸς τὴν Σελήνην ἀποκλίμασι κεκτημένοις καὶ τὸν Ἥλιον ἡμέρας. ἐὰν δέ πως καὶ οἱ κακοποιοὶ τετραγωνίσωσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, καθολικοῖς πολέμοις καὶ περιστάσεσιν ἐμπίπτουσι καὶ ἀναιροῦνται. ἢ καθολικοῦ Κρόνος Ἄρεϊ κατὰ διάμετρον οὐκ ἀγαθὸς οὔτε ἐπὶ δούλου οὔτε ἐπὶ ἐλευθέρου· πολὺ γὰρ δυστυχὲς παρέξεται· καὶ τετραγωνίζοντες δὲ καὶ συνόντες ἐπιμόχθους ποιοῦσι καὶ ἐπιταράχους. βέλτιον δὲ τοὺς τοιούτους αὐτῶν σχηματισμοὺς ἀποκλίσει τετευχέναι· ἐπὶ μὲν γὰρ τῶν κέντρων ὄντες τῇ τε τύχῃ τὸν θάνατον καὶ τῇ πράξει καὶ τῇ ὅλῃ ὑποστάσει τοὺς κινδύνους ἐπιφέρουσιν ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰ ἐλπιζόμενα ἐπὶ χεῖρον ἀποβαίνειν ποιοῦσι καὶ θλίβουσι τὰς ἐγχειρήσεις, ἐπιμόχθους δὲ καὶ ἐπιπόνους ποιοῦσι τὰς τύχας· δὲ τοῖς ἀποκλίμασι περὶ τὰ βιωτικὰ ποικίλως καὶ εὐπροφασίστως τοῖς ποριζομένοις ἀντήλλακται. ἐὰν δέ πως οἱ ἀγαθοποιοὶ τοῖς προειρημένοις σχήμασι μαρτυρήσωσι, ἧττον τὸ φαῦλον ἢ εὐπαραμύθητον γενήσεται· τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἀποτελοῦσι τῶν σχημάτων κυριεύσαντες. ἐπεὶ δὲ δοκοῦσιν οἱ πλείους ἀστέρες ἢ καὶ πάντες πλειστάκις τῶν χρόνων ἐπικρατεῖν, ἡ διάκρισις τοῦ τε φαύλου καὶ ἀγαθοῦ καταληφθήσεται ἐκ τῶν κατὰ καιρὸν ἐπεμβάσεων, καὶ μάλιστα ὖπόταν ἀστὴρ χρονοκρατῶν ἐπεμβῇ εἰς τοὺς χρηματιστικοὺς τόπους λόγον ἔχων εἰς τὰ τῆς γενέσεως πράγματα· βέβαιον γάρ σημαινόμενον ἀποτέλεσμα δηλοῖ.

Πρὸς δὲ θαυμάσαι τὴν φύσιν καὶ ὅτι χωρὶς εἱμαρμένης οὐδὲν γίνεται, ἀλλὰ καὶ οἱ πολέμῳ καὶ συμπτώσει καὶ ἐμπρησμῷ καὶ ναυαγίῳ ἢ καὶ κατὰ ἄλλην αἰτίαν τινὰ ἁλισκόμενοι ὁμοθυμαθὸν συνάγονται ὑπὸ τῆς εἱμαρμένης, ἐκ μικροῦ ὑποδείγματος δηλώσομεν. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Αἰγόκερῳ, κλίμα β´. τῷ μ´ ἔτει κλιμακτῆρα ἔσχε· Σελήνης μὲν κε´, Κριοῦ δὲ ιε´ γίνονται μ´ ἢ καὶ αὐτοῦ τοῦ διαμετροῦντος Κριὸν κ´ Ζυγοῦ μ´ γίνονται ξ´ ὧν δίμοιρον γίνεται μ´ γέγονεν οὖν διπλοῦς ὁ κλιμακτήρ. δὲ τῷ αὐτῷ χρόνῳ εὗρον καὶ Αἰγόκερω τοῦ ὡροσκόπου κη´ καὶ τοῦ κατὰ τρίγωνον Διὸς ιβ´ , γίνονται μ´ · καὶ πάλιν Αἰγόκερω λ´ καὶ Ταύρου κβ´  καὶ περιόδου η´ , γίνονται ξ´ ὧν δίμοιρον μ´ .

[*](1 κακοθανασίας V τοῖς] τοῦ V 5 nempe [ἢ] καθόλου 14 haec sana esse non praesto 32 post μ´ καὶ πάλιν Αἰγόκερω λ´ Va, del. Vb)
287

Αλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ, κλίμα ζ . τῷ λε´  ἔτει κλιμακτῆρα ἔσχεν· ἐχρημάτισε γὰρ Ἄρεως ἡ περίοδος ἔτη ιε´ καὶ Παρθένου κʼ, γίνεται λε´  ἀλλὰ καὶ Ἀφροδίτης η´  καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω κζ´  γίνεται λε´  καὶ πάλιν διάμετρον Κρόνου λ´  καὶ Καρκίνου λβ´ λ´  καὶ Ἀχροδίτης η´  γίνονται ο´ μῆνες Ϛ´  , ὧν ἥμισυ γίνεται λε´ μῆνες γ´  . ἀλλὰ καὶ Ζεὺς Κρόνος τότε συμμετέσχον τοῦ χρόνου, Ζυγοῦ μβ´ μῆνες Ϛ´ Καρκίνου κζ´ μῆνες Ϛ´  γίνονται ο´ , ὧν ἥμισυ γίνεται λβ´.

Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδέτη Τοξότῃ, Σελήνη Ζυγῷ, Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, ὡροσκόπος Ἑρμῆς Αἰγόκερῳ, κλίμα ς´. τῷ λϚ´ ἡμίσει ἔτει κλιμακτῆρα ἔσχε. Διδύμων κζ´  μῆνες ς´  καὶ Ἀφροδίτης η´  γίνονται λε´  μῆνες Ϛ´ Ἡλίου ιθ´, γίνονται νδ´  μῆνες ς´, ὧν δἱμοιρον γίνεται λϚ´  μῆνες δ´ συμμετέσχον οὖν καὶ ἐνθάδε οἱ ἀγαθοποιοί.

Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Καρκίνῳ. Σελήνη Κριῷ. Ζεὺς ὡροσκόπος Διδύμοις, Κρόνος Ζυγῷ, Ἄρης Λἑοντι, κλίμα α´. τῷ κζ κλιμακτῆρα ἔσχε. ἁλίου μὲν ιθ´  Ζυγοῦ δὲ η´  γίνονται κζ´  ἀλλὰ καὶ Διδύμων κη μῆνες δ´ καὶ Διὸς ιβ´ γίνονται μ´ μῆνες δʼ, ὧν δίμοιρον μζ´ ἔγγιστα· καὶ πάλιν Λέοντος ιθ’ καὶ Καρκίνου λα´ μῆνες η´  , Κρόνου λ´  γίνονται π´  μῆνες η´  , ὧν τρίτον γίνεται κζ´  ἔγγιστα.

Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Κριῷ. Κρόνος Λέοντι. Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ. Ἀφροδίτη Ἑρμῆς Αίγόκερῳ. ὡροσκόπος Ἰχθύσι, κλίμα Ϛ´  . τῷ λγ´ ἔτει κλιμακτῆρα ἔσχε. Σελήνης κε´  καὶ Ζυγοῦ η´  γίνονται λγ´  καὶ Κρόνου λ´  καὶ Ἡλίου ιθ´ γίνονται μθ´, ὧν δίμοιρον λβ´  μῆνες η´ ἀλλὰ καὶ Τοξότου ἀναφ ορὰ ἐχρημάτισε Διὸς ἐπικειμένου, τουτέστι τὰ λγ´ .

Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀχροδίτη Σελήνη Ταύρῳ. Κρόνος Τοξότῃ, Ζεὺς Σκορπίῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ἰχθύσι, κλίμα β´ . τῷ κβ´ ἔτει κλιμακτῆρα ἔσχε. Λέοντος ιθ’ καὶ Σελήνης κε´ γίνονται μδ´ , ὧν ῆμισυ γίνεται κβ´  ἀλλὰ καὶ Σκορπίου λϚ´  καὶ Ταύρου η´ γίνονται μδ´ ὧν ἥμισυ γίνεται κβ.