Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἀπαραβάτως οὖν ἐνεργεῖς καὶ χρηματιστικοὶ οἱ χρόνοι οὖτοι γίνονται τῶν διαστάσεων, ὅταν οἱ ἐπὶ γενέσεως κυριεύοντες αὐτῶν ταῖς ἐπικαίροις παρόδοις ἣν εἶχον ἐπὶ γενέσεως διάστασιν ἔχουσιν.
Οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Λέοντι, Κρόνος Καρκίνῳ, Ζεὺς Διδύμοις, Ἄρης Σκορπίῳ, Ἀφροδίτη Κριῷ. Ἑρμῆς Ἰχθύσι. τὰ [*](4 τὴν] τ` V sc. XXXI sunt plus quam decies ter 7 παροδεύωσιν V 8 καιροῦ i. e. anno XXXI. 14 post τετράδος χρηιιατίζει Va del. Vb 15 ἀλλήλως V 18 ἑπτάδος opinor: sed schemate deficiente adfirmare difficile 19 sc. ἀποκαθίστανται, si casus recte solvi 24 (Κρόν)ου V 31 cf. Salmas. 462)
Λέγει δὲ τὰ συμβαίνοντα μᾶλλον εὐτονώτερα καὶ ἐμφο ανέστερα γίνεσθαι, ἐὰν ἴδιος ᾖ ὁ τῶν ἐτῶν ἀριθμὸς τοῦ συμφωνοῦντος πρὸς τὴν ἀποδιάστασιν ἀστέρος, οἷον οὕτωςʼ τά μὲν γ΄ εἶναι Κρόνου . τὰ δὲ ε’ Ἀρροδίτης, τὰ δὲ ζ΄ Ἄρεως, τὰ δὲ η΄ Ἑρμοῦ, τὰ δὲ θ΄ Διός, τὰ τγ΄ Σελήνης, τὰ ιη΄ Ἡλίου. ἐὰν οὖν ἅμα συνεμπίπτῃ οὖτός τε ὁ ἀριθμὸς καὶ ἡ διάστασις εἰς τὸν αὐτὸν ἀστέρα, γίνεται χρηματίζων χρηματιστικῷ ἐὰν θὲ ὁ ἐνιαυτὸς μὴ συνεμπίπτῃ εἰς τινα τοῦ διαστήματος ἐπʼ αὐτὸν φέροντος, ἀχρημάτιστος ἀχρηματίστῳ. καὶ ἐὰν μέν τις διάστασις χρηματίζουσα δὲ τοῖς μεταξὺ ἔτεσι μὴ εὑρεθῇ, τῇ πρώτη χρηστέον, ἕως ἑτέρα εὑρεθῇ. Οῖον ἐπὶ τοῦ προκειμένου θέματος ὁ κη΄ πρὸς Ἄρεα Ηλιον· ὁ κθ΄ οὐκ ἔχει διάστασιν· ὁ λ΄ ἔχει μὲν γ΄ καὶ καὶ Ϛ' καὶ καὶ α’ καὶ ταῦτα τὰ ζῴδια· ὁ δὲ λα΄ πάλιν οὐχ ἁρμόζει τινὶ διαστήματι. ταῦτα τὰ ἔτη ἐπικρατήσει ὅ τε Ἄρης [*](1 a Luna Mars IV locorum intervallo distat 6 sq. καὶ εν ϊ (ι dubium) et suprascr. Capricorni signum ut vid. V 7 fort. ἐστὶ δὲ καὶ . . . ιή καὶ τρεῖς ἑξάκις· ἀλλ᾿ . . . post ἑξάκις tres litterae del. in V 8 ἀνὴρ V 12 τετραεἳ V 22 λέγει sc. Critodemus 24 nova haec doctrina ut vid.)
Ὑποτάξομεν δὲ καὶ τὰς διαφοράς τῶν κλιμακτήρων κατὰ τὴν τῶν ἀστέρμων χρονογραφίαν καὶ τὴν πρὸς ἀλλήλους ἀποκατάστασιν. πρώτῳ ἀσθενήσει καὶ ἐπίφ οβος ἔσται· δευτέρῳ κινδυνεύσει διʼ ὑγρῶν σπασμόν· γʼ Κρόνου κλιμακτὴρ ἐπισφαλής· ε’ Φωσφόρου, ἀσθενήσει. Κρόνου δεύτερος· ζ΄ Ἄρεως πρῶτος ἐπικίνδυνος, πυρετοῖς αἵμασι τραύμασι πτώμασιν ἑλκώσεσι περιτρέπων ἢ σιδήρου τομαῖς. η΄ Ἑρμοῦ πρῶτος ἀσύνθετος. θ΄ Διὸς πρῶτος, Κρόνου τρίτος ἐπικίνδυνος· ἀσθενήσει ἢ ῥιγοπυρέτοις ὀχληθήσεται καὶ τῶν ἐντὸς ἢ κοιλίας πόνοις. ι΄ Ἀφροδίτης δεύτερος· ἀσθενήσει ἐκ πληθώρας. ιβ΄ κλιμακτὴρ Κρόνου τέταρτος· ἀπροσδοκήτως ἢ διʼ ὑγρῶν. τγ΄ Σελήνης πρῶτος· πυρετὸς δύσκολος ἐπιγενήσεται ἢ κατάπτωσις καὶ τῶν ἐντὸς ἢ θώρακος πόνοι. ιδ΄ Ἄρεως δεύτερος ἐπικίνδυνος δύσκολος. ιέ Κρόνου πέμπτος, Ἀφροδίτης τρίτος, ἀνετικός. ιϚ΄ Ἑρμοῦ δεύτερος κλιμακτήρ, σύνθετος διὰ χολέρας ἢ ἀρτηρίας καὶ δυσαναληψίας. τή Διὸς δεύτερος, Κρόνου τρίτος, Ηλίου πρῶτος, χαλεπὸς λίαν. κ΄ Ἀφροδίτης τέταρτος, ἀκίνδυνος κατά πλεῖστον· νόσοι δὲ ἐκ πληθώρας ἡ κόπου παρακολουθοῦσιν. κα΄ Ἄρεως τρίτος, Κρόνου ἕβδομος· δύσκολος καὶ ἐπικίνδυνος. κδ΄ Κρόνου ὅγδοος Ἑρμοῦ τρίτος, δύσκολος διὰ μελαγχολίας καὶ ὑγρῶν. κε΄ Ἀφροδίτης πέμπτος, σύνθετος. κζ΄ Διὸς τρίτος, Κρόνου ἔνατος, μέσος. κη΄ Ἄρεως τέταρτος κλιμακτήρ, ἐπισφαλής. λ΄ Κρόνου δέκατος, Ἀσροδίτης ἕκτὸς, ἀκίνδυνος κατὰ πλεῖστον. λβ΄ Ἑρμοῦ τέταρτος, σκυλτικός. λγ΄ Κρόνου ἑνδέκατος, δύσκολος. λέ Ἄρεως πέμπτος Ἀφροδίτης ἕβδομος, ἐπικίνδυνος καὶ εὐεπιβούλευτος. λϚ΄ Διὸς τέταρτος, Κρόνου δωδέκατος, χαλεπὸς καὶ ἐπικίνδυνος. μ΄ Ἀφροδίτης ὄγδοος, Ἑρμοῦ πέμπτος, οὐ χαλεπός. μβ΄ Ἄρεως ἐκτὸς, Κρόνου ιδ΄, χαλεπὸς καὶ ἐπικίνδυνος. με Διὸς πέμπτος Ἀφροδίτης ἔνατος, Κρόνου ιε΄· οὖτος ὁ κλιμακτὴρ καλεῖται Στίλβων καὶ προσέχειν δεῖ, μή πως περὶ τούς πόδας γένηται πάθος κατὰ τοῦτον τὸν χρόνον τοῦ Ἑρμοῦ χρηματίζοντος τῇ γενέσει· κινδύνους γάρ ἐπιφέρει ἄρθρων καὶ ἀσθενείας καὶ βιωτικὰ συμπτώματα καὶ ἀηδίας. μή Ἑρμοῦ ἕκτος, Κρόνου ιϚ΄ χαλεπὸς λίαν καὶ ἐπικίνδυνος. μθ΄ Ἄρεως βδομος, ἐπικίνδυνος ἢ αἰφ νίδιος διὰ πυρετῶν ἥ αἱμαγμῶν καὶ [*](1 nempe ᾧ 6 potius ὑγρῶν καὶ σπασμῶν 6 insolita Veneris appellatio fontis indicium 10 post ἀσθενήσει ἐκπληθώ ρα Va, del. Vb 20 κά] καὶ V 25 ἐνδίκαστυς V 31 καὶ fort. del. Vb 33 fort, del. 34 ante ἐηδίας ἐσθενείας Va, del. Vb 35 ις΄] ιβ΄ V)