Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἄλλη. Ἤλιος Σελήνη Καρκίνᾳ. ρόνος Ζεὺς Ἄρης Κριῷ. Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις. τῷ κ΄ ἔτει οἱ τούτου γονεῖς πανηγύρει λῃστῶν ἐφόδῳ ἀμφ ότεροι ἀνῃρέθησαν· ἦν μὲν οὖν καὶ ή παράδοσις ἀπὸ ὡροσκόπου εἰς τὸν θανατικὸν τόπον ἐχρημάτισε δὲ μᾶλλον καὶ ὴ διὰ δʼ ἀπὸ Κρόνου καὶ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην, οἳ ἐτύγχανον τῷ θανατικῷ [*](2 nempe ἐπὶ ὁούλοις 10 βοηθείας Va 14 παρακτικῶ Va 15 aut διά η΄ διαίρεσιν aut διὰ ή καὶ δ΄ αἵρεσιν (sic Rad) 37 οἳ] οἶον V (non usitatum ἐνετύγχανον))
Αἱ μὲν οὖν ἀφέσεις τῶν ἐνιαυτῶν ἀπὸ πάντων τῶν ἀστἑρων Ἀρηματίσουσιν, ἐνεργεστέρα δὲ ἐκείνη ἡ ἄφεσις κριθήσεται. ἡμέρας μὲν ἀπὸ Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης, μάλιστα ἐὰν ἐπίκεντροι τύχωσι. ἔπειτα ἡ ἀπὸ ὡροσκόπου· κἀν μὲν ἔλθῃ ὁ ἀπὸ ὡροσκόπου ἢ ὁ ἀπὸ Σελήνης ἤ ὁ ἀπὸ Ἡλίου δεδομένος ἐνιαυτὸς εἰς τινα τῶν κατά γένεσιν ἀστέρων, χρῆσθαι τοῖς ἀποτελέσμασιν εἰ δʼ οὖν καὶ τῶν κατὰ πάροδον ἀστέρων τις ἐπεμβῇ τῳ τόπῳ ἐκείνῳ, ἔσται παραδεδωκώς τὸν χρόνον. εἰ δὲ κενὸν τύχη ζῴδιον, εἰς ὃ κατέληξεν ὁ ἀριθμός, ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου τοῦ κατά γένεσιν τὸν αὐτὸν καὶ ἀποδιδόναι καὶ σκοπεῖν ὁμοίως, ἐπὶ τίνα λήγει τῶν κατὰ γένεσιν ἥ κατά πάροδον, καὶ πάντων τάς ἐκβάσεις προλέγειν τῶν τε τόπων καὶ τῶν ἀστέρων κάν μὲν ἀπὸ ἀστέρος ἐπὶ ἀστέρα καταλήξῃ ὁ ἀριθμός, χρῆσθαι τοῖς ἀποτελέσμασι τῶν ἀστέρων εἰ δὲ εἰς κενά, τοῖς τῶν τόπων κυρίοις.
Οἷον ἐὰν ἀπὸ Σελήνης ἡ ἄφεσις γενομένη ἔλθῃ ἢ εἰς Κριὸν ἢ εἰς Σκορπίον, ἐκεῖ δὲ μηδεὶς ἐπῇ, ἀπʼ αὐτοῦ δὲ τοῦ κατὰ γενεσιν Ἄρεως αὐτὸ πλῆθος τῶν ἐτῶν δοθὲν ἔλθῃ πρὸς Κρόνον, ἔσται ἐπικίνδυνον καὶ ἐπιτάραχον ἔτος, καὶ ὅσα ἐὰν ἡ παράδοσις καὶ οἱ τόποι σημαίνωσι. δʼ ὅμοιον καὶ ἀπὸ Ἡλίου καὶ ἀπὸ ὡροσκόπου διδόμενον ἔτος καὶ ἀπὸ τῶν κλήρων, ἑκάστου ἴδιον ἀποτελοῦντος κατὰ τὴν παράδοσιν ἢ παράληψιν. ἐὰν δέ πως ἐπὶ τοῦ ἔτους δύο ἐνεργήσωσιν, --- ἐξαιρέτως δὲ ἡ ἀπὸ τῶν κέντρων, εἶτα ἡ ἀπὸ τῶν ἀναφορῶν, ἐξῆς ἡ ἀπὸ τῶν ἀποκλιμάτων. καὶ οἱ μὲν ἀγαθοποιοὶ ἀπὸ τῶν κέντρων καὶ ὑψωμάτων ἤ χρηματιστικῶν τόπων παραδιδόντες ἤ παραλαμβάνοντες μεγάλων ἀγαθῶν καὶ δόξης αἴτιοι καθίστανται, ἀπὸ δὲ τῶν ἐπαναφορῶν μέσοι, ἀπὸ δὲ τῶν ἀποκλιμάτων ἀσθενέστεροι. διάμετροι θὲ ἥσσονες καὶ ἐπιτάραχοι. ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ ἐπίκεντροι μὲν κάκιστοι, ἐπὶ δὲ τῶν ἐπαναφ ορῶν μέσοι καὶ ὑστέρου τάς αἰτίας ἐπάγοντες, δὲ τοῖς ἀποκλίμασιν ἥσσονες τῇ κακίᾳ γενήσονται· διάμετροι δὲ ἐναντιωμάτων καὶ κινδύνων εἰσὶ [*](12 καινὸν V 14 de καὶ priore dubito 21 Mars enim et Arietis et Scorpii dominus 24 διδόμενος V 26 possis τοῦ 〈αὐτοῦ〉 fort fuit ἐνεργήσωσιν, 〈πᾶσαι μὲν μἱ παραδόσεις ἰσχίσουσιν,〉)
Ὁ πνών ἐστι συναποκαταστάσεως πρὸς τὰς διαστάσεις τῶν ἀστέρων καὶ συμπλοκάς. οἶον ὑποδείγματος χάριν Ἡλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Γοξότη, Σελήνη Ἀέοντι. Κρόνος Παρθένῳ, Ζεὺς Σκορπίῳ, Αφροδίτη Αἰγόκερῳ. κεκλήρωται ἡ Σελήνη τὴν δυάδα, ἐπεὶ ἀφέστηκεν Κρόνου β’· ὁμοίως καὶ Ἥλιος καὶ Ἄρης Ερμῆς ὡροσκόπος ἐπὶ Ἀφροδίτην. τὴν δὲ τριάδα Κρόνος καὶ Ζεὺς καὶ Ἀρροδίτη, τετράδα δὲ καὶ πεντάδα Κρόνος καὶ Σελήνη ἑξάδα, ἡ δὲ ἑβδομὰς κοινὴ πάντων, ὀγδοάδα δὲ Ἀφροδίτη, ἐννεάδα δὲ καὶ δεκάδα ἥλιος Αρης Ἑἑρμῆς ὡροσκόπος, καὶ Ζεὺς δὲ τὴν δεκάδα καὶ ἑνδεκάδα, καὶ Ἀφροδίτη τὴν δωδεκάδα. ἄγει δὲ θέμα ἔτος λά· εὑρίσκονται οἱ χρηματίζοντες ἀστέρες καὶ οἱ κλιμακτηρίζοντες οὕτως. ἀρχὴ δὲ ἐπὶ τῶν προκειμένων κλιμακτήρων ἐπὶ [*](2 λαμβάνουσι V 3 διαμδενῶσι V 4 nempe συμφανότερα 8 τὸν] potius καινὸν V 13 ἡ] ἢ V 14 ἐπμρατεῖ Va] ἐπυκρατῆ Vb 23 schema, ad quod recipiendum quarta paginae pars vacua relicta erat, deest 32 nempe ἑξάδα 〈οὐδες〉 cf. p. 234, 16 36 an δέ ἐστι?)