Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρότερον μὲν οὖν χρὴ σκοπεῖν τὰς τῶν ἀστέρων φύσεις καὶ σχηματογραφίας· τῆς μὲν γὰρ οἰκείας αἱρέσεως ἕκαστος τυχὼν καὶ καλῶς σχηματισθεὶς κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἐνδείξεται, τῆς τῶν λοιπῶν μαρτυρίας καὶ τῆς ἐπεμβάσεως πολὺ δυναμένης θραῦσαι ἥ προσεπιτεῖναι κακὸν ἢ ὠφελῆσοι καὶ δοξάσαι. βέλτιον μὲν οὖν χρηματιστικοῖς ζῳδίοις εὑρίσκεσθαι αὐτούς καὶ ἀνατολικούς· ἐὰν δὲ ὑπὸ δύσιν τύχωσιν ἢ καὶ παραπέσωσιν ἀνοικείως κακωθέντες, εἰς τοὐναντίον τραπήσονται.