Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἥλιος Διὶ παραδιδούς ἕτος λαμπρὸν ἔτος ὁηλοῖ καὶ πατρὸς δόξαν τῷ ἔχοντι καὶ ὑπερεχόντων συστάσεις καὶ εὐημερίας καὶ δωρεάς καὶ πράξεις ἐπισήμους ἥ ἀρχάς ἢ σποράς τέκνων καὶ ἀγάμοις γάμον ἀποτελεῖ καὶ τοῖς διαπρασσομένοις ἐστὶν ἀνυστικὸς καὶ εὐκατόρθωτος ἀγαθὰς ἐλπίδας προσδεικνύων. — Ἥλιος Ἄρει νοσερὸν καὶ ἐπισφαλὲς ἔτος δηλοῖ καὶ πατρὸς κίνδυνον ἢ τοῦ ὑπὸ τοιοῦτον χαρακτῆρα αὐτῷ ταράχους ἐμπράκτους καὶ μετὰ πολλῆς ἀνακρίσεως κατορθώσεις πραγμάτων ἐξοδιασμούς τε καὶ ἀκαίρους ζημίας καὶ ἀπὸ μειζόνων προσώπων ἔχ θρας ἤ πατρός, ὑποτακτικῶν τε κακώσεις τομάς τε καὶ αίμαγμούς ῇ διʼ αἵματος ἀναβολὴν καὶ τῶν ἡγεμονικῶν τόπων πόνους ἢ ἐπισκιασμούς ἐπιρθόνους τε αἰτίας καὶ ἐπηρείας. —Ἥλιος Αφροδίτη ἀγαθὸν καὶ προσφιλῆ τὸν χρόνον δηλοῖ· συστάσεις γὰρ καὶ φιλίας περιποιεῖ καὶ δωρεάς καὶ τέρψεις συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἥ ἀγορασμούς κόσμου ἢ σωμάτων, τοῖς δʼ ὑπεροχῇ ἀρχὰς καὶ δόξας ἐπισήμους καὶ μειζόνων ἐλπίδων ἐπόπτας πραγμάτων τε καὶ πάσης αἰτίας ἀπαλλακτικός. —Ἥλιος Ἑρμῇ ἀγαθὸς πρακτικὸς ἐπικερδὴς κοινωνικός, εἰς τὰ ὑποτακτικὰ πρόσωπα εὐεργετικός, περὶ τὰς δόσεις καὶ λήψεις ἀνυστικός. ἐὰν δέ πως ὑπὸ κακοποιῶν θεωρηθῇ, δίκας καὶ ταραχάς ἐπάγει, χάριν ἀργυρικῶν ἢ γραπτῶν φόβους, δουλικῶν τε καὶ φιλικῶν καταγνώσεις ἀκαίρους τε ἐξοδιασμούς καὶ ζημίας. — Ἥλιος Σελήνη πρακτικὸς καὶ φιλάνθρωπος [*](8 δὲ] nempe τε ἀπολογίας Va 9 πραγμάτων V 12 π. καὶ καταιτιασμοῦ ἀπ. συν. V nisi praestat ἐκ pro καὶ 17 nempe προδεκνύων 19 τοῦ] τὸν V nempe γὰρ καιροὺς vel sim. (ταραχὰς S) 20 κατοθώσει V πραγμάτω V)

190
ἀποτελῶν περικτήσεις καὶ ἀπὸ ἀρρενικῶν καὶ θηλυκῶν ὠφελείας καὶ συστάσεις γάμους τε καὶ συνελεύσεις καὶ γονάς ἐπισήμους καὶ ἀπὸ ξένων ἢ ἀπὸ ξένης εὐημερίας καὶ δωρεάς. — Ἥλιος ἐαυτῷ ἐπιμερίσας καὶ καλῶς σχηματισθεὶς λαμπράς ἐπισημασίας καὶ πράξεις ἀποτελεῖ πρός τε ὑπερέχοντας καὶ μείζονας συστάσεις καὶ ἀπροσδοκήτους ὠφελείας. ἐὰν δὲ καὶ μετὰ ἀγαθοποιῶν τύχη ἥ μαρτυρηθῇ, μείζονας τὰς δόξας καὶ τὰς ὠφελείας ἐπάγει· νυκτὸς δὲ ἦσσον, ἢ ἐπιτάραχος γενήσεται ἔχθρας ἀποτελῶν καὶ κρίσεις ἢ ἐπιφθόνους αἰτίας. εἰ δὲ καὶ κακοποιὸς συμπέσῃ ἢ ἐπιμαρτυρήῃ, μείωσιν βίου ἢ καθαίρεσιν δόξης ἐπάγει ξενίας τε ἐπισφαλεῖς καὶ πατρὸς ἔχθραν ἢ κίνδυνον καὶ πραγμάτων ταραχάς.