Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυλογεῖν ἢ διαπλέκειν τὴν αἵρεσιν, ἀλλὰ διʼ ἀσφάλειαν ταῦτα αὐτὰ ποιεῖν, ἵνα ἄπταιστος ἡ διαίρεσις γένηται εἴς τε τὰς λαμπρὰς καὶ τὰς μετρίας γενέσεις. ἄλλως τε ἐπὰν ζητῶμεν περὶ ζωῆς ἢ σωματικῶν πράξεων ἢ ψυχικῶν, ἀπὸ τοῦ ὡροσκόπου διεκβαλοῦμεν· ἐπὰν δὲ περὶ δόξης καὶ προεδρίας καὶ φαντασίας καὶ πατρὸς καὶ μειζόνων προσώπων καὶ ὅσα ποτὲ ἡ φύσις τοῦ Ἡλίου εἴωθεν ἀποτελεῖν, ἀπʼ αὐτοῦ τὴν ἄφεσιν τῶν [*](3 anno utitur Alexandrino ab Augusto ordinato, ut solet 7 ἐλαχίστας per comp. V 9 διχότομος 〈α΄〉 H 16 οὗτος Vb 17 καθολικῶς Va 18 nempe τροπῶν 20 fort. del. καὶ 28 ἔχουσι Va 32 fors. del. αὐτὼ)

176
ἐτῶν ποιησόμεθα· ὅταν δὲ περὶ σωματικῶν κινδύνων καὶ παθῶν καὶ αἱμαγμῶν ἢ μητρός, ἀπὸ Σελήνης· ἐπὰν δὲ περὶ πράξεως καὶ βίου καὶ τέχνης, ἀπὸ τοῦ μεσουρανήματος· ὅταν δὲ περὶ εὐτυχίας καὶ περιποιήσεως τοῦ βίου, ἀπὸ τοῦ κλήρου τῆς τύχης· ὅταν δὲ περὶ θανατικῶν ἢ μεταβολῆς ἢ σκυλμῶν, ἀπὸ τοῦ δυτικοῦ· ὅταν δὲ περὶ θεμελίων ἢ κτημάτων ἢ ἀποκρύφων ἢ περὶ νεκρικῶν, ἀπὸ τοῦ ὑπογείου· ὅταν δὲ περὶ γυναικὸς ἢ ἐπιπλοκῆς ἢ συνηθείας ἢ εἰδῶν γυναικείων, ἀπὸ τῆς Ἀφροδίτης· ὅταν δὲ περὶ στρατείας ἢ δημοσίων πραγμάτων, ἀπὸ Ἄρεως· ὅταν δὲ περὶ ἀνασκευῆς πραγμάτων ἢ κτήσεως ἢ παθῶν ἀποκρύφων ἢ κληρονομίας πατρικῶν, ἀπὸ Κρόνου· περὶ δὲ δόξης καὶ φιλίας καὶ συστάσεως καὶ κτήσεως ἀπὸ τοῦ Διός· ὅταν δὲ περὶ κοινωνίας ἢ δουλικῶν ἢ σωματικῶν ἢ δόσεως λήψεως ἢ γραπτῶν, ἀπὸ Ἑρμοῦ. καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς παραδόσεις ἢ παραλήψεις· ἐπὰν δὲ δύο ἢ τρεῖς ἢ πλείους παραδιδόντες ἢ παραλαμβάνοντες τύχωσιν, ἑκάστου ἀστέρος τὴν δύναμιν δεῖ συνεπικρίνειν πρὸς τοὺς παρόντας. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς ἑκάστης γενέσεως ὑπόστασιν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἀποτελεστικοὶ γενήσονται, καὶ ὅπερ εἶχεν σχῆμα καθολικὸν ἕκαστος πρὸς τὸν ἐπιμαρτυροῦντα ἢ συσχηματιζόμενον, τὸ ὅμοιον ἀποτελέσει παραλαβὼν παῤ ἐκείνου τοὺς χρόνους ἢ καὶ αὐτὸς παραδεδωκώς.