Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Συγκρίνειν οὖν δεῖ καὶ ὁπόταν πολλαὶ παραδόσεις γένωνται, πότερον αἱ τῶν ἀγαθοποιῶν ἢ τῶν κακοποιῶν πλεονάζουσι, κἀκείνοις τὸ βραβεῖον ἀπονέμειν· ἐὰν δὲ ἐξ ἴσου, ἀνώμαλον καὶ ποικίλον τὸ ἔτος κριθήσεται. καθολικῶς μὲν οὖν ἐπὶ πάσης γενέσεως δεήσει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου διεκβάλλειν τοὺς ἐνιαυτούς, καὶ ἐὰν εἰς κενοὺς τόπους ἐκπέσωσι, τοῖς κυρίοις τῶν ζῳδίων ἔσονται παραδεδωκότες. αὗται αἱ τρεῖς ψῆφοι πολλὴν δύναμιν ἔχουσι, πότερον εἰς ἀγαθοποιοὺς ἡ παράδοσις γέγονεν ἢ εἰς κακοποιοὺς ἢ καὶ εἰς ἐπικέντρους ἢ χρηματιστικοὺς τόπους ἢ ἐκκέντρους. εἶθ᾿ οὕτως σκοπεῖν καὶ τὴν τῶν ἄλλων ἀστέρων παράδοσιν· ἐὰν γὰρ κακοποιοὶ τὸ ἔτος διακρατῶσιν, αἱ δὲ τρεῖς ἀφέσεις ἀγαθοποιΐας δύναμιν ἔχωσιν, ἐστι μὲν τὸ ἔτος πρακτικὸν καὶ ἐπίσημον, μετὰ δέ τινος ἀμφιλογίας καὶ φόβων καὶ σκυλμῶν. ἐὰν δὲ μηδεὶς τῶν ἀστέρων ἀστέρι παραδώσῃ, ἀλλʼ εἰς κενοὺς τόπους ἡ διαίρεσις φέρηται, δεῖ καὶ τοῖς κενοῖς τόποις προσέχειν· καὶ μάλιστα ἐὰν κατʼ ἐπέμβασιν ἐπῶσί τινες, παραλήψονται· καὶ ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν καὶ ἀπὸ τοῦ δαίμονος καὶ ἔρωτος καὶ ἀνάγκης· ἐκ τούτων γὰρ καὶ τὰ καιρικὰ πάθη καὶ αἱ εὐεργεσίαι καὶ οἱ κίνδυνοι παραλαμβάνονται. φυσικώτερον δὲ [*](3 τὸν alterum] τὸ V 5 κατάλειψιν Vb 8 nempe σαφεστέραν 12 ουν dubitans scripsi pro compendio codicis 17 nempe ἀγαθὸν ἢ φαῦλον 30 an ἔσται? 32 παραδώσῃ mutare nolui 33 τύποις calamo renitente V 34 fors. τινες 〈οἳ〉)

175
καὶ ἀπὸ τῶν κέντρων δεῖ ἐκβάλλειν καθάπερ γὰρ καὶ ἐπὶ τῶν καθολικῶν καὶ κοσμικῶν, εὑρίσκεται τὸ ὅμοιον καὶ ἐπὶ τῶν ἀνθρώπων. ἐκ γὰρ τῆς τοῦ κυνὸς ἐπιτολῆς τὸ ἔτος καὶ τὰ δ΄ κέντρα ἀνακυκλεῖται διὰ τῆς τετραετηρίδος, πλὴν ἐν διαφόροις οἱ ἐνιαυτοὶ γίνονται παρὰ τὰς τῶν ἀστέρων σχηματογραφίας καὶ φάσεις καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις. ὁμοίως δὲ καὶ ὁ Ἥλιος τετραγωνίσας ποιεῖ κινήσεις μεγίστην ἐλαχίστην δύο μέσας καὶ τὸν κύκλον διὰ δ΄ τροπῶν διευθύνει· ἔστι δὲ καὶ Σελήνης σχήματα φυσικὰ δ΄, σύνοδος διχότομος πανσέληνος διχότομος β΄· καὶ αὐτὸ δὲ τὸ κοσμικὸν καὶ ἐπίγειον κατάστημα ἐκ δ΄ στοιχείων καὶ ἐκ δ΄ ἀνέμων συνέστηκεν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἀναγκαῖον καὶ ἐπὶ τῶν γενέσεων τὰ δ΄ κέντρα χρηματίζειν καὶ ἀπολύειν ἀπʼ αὐτῶν τοὺς ἐνιαυτοὺς καὶ συγκρίνειν τούς τε κατὰ γένεσιν ἀστέρας καὶ τὰ ἰδιώματα τῶν κέντρων καὶ τῶν ζῳδίων. δεῖ δὲ καὶ τὴν κοσμικὴν σύνοδον προγινώσκειν καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν καὶ τὴν ὥραν, εἰ τροπικῶς ὡροσκοπεῖ, καὶ τὸν τῆς τοῦ κυνὸς ἀνατολῆς κύριον· οὕτως γὰρ καθολικὸς ὁ τοῦ ἔτους οἰκοδεσπότης κριθήσεται, κυκλικοὶ δὲ οἱ τῶν τόπων κύριοι. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστης γενέσεως καὶ ἀντιγενέσεως καθολικὸς μὲν ὁ τοῦ ἔτους κύριος, κυκλικὸς δὲ ὁ τῶν συνόδων ἢ πανσελήνων. δεῖ οὖν συγκρίνειν, εἰ ὁ καθολικὸς καὶ κοσμικὸς τῷ τῆς γενέσεως καθολικῷ προσοικείωται ἢ ὁ αὐτός ἐστιν, ὁμοίως δὲ καὶ εἰ οἱ κοσμικοὶ κυκλικοὶ τῆς γενέσεως σύμφωνοι ἢ οἱ αὐτοί. πρὸς ἐπὶ τούτοις δὲ καὶ τὰς ἐκλείψεις παρατηρητέον, ἐν ποίοις τόποις τῆς γενέσεμως γεγόνασιν, ἤτοι χρηματιστικοῖς ἢ ἀχρηματίστοις, ἔτι δὲ καὶ τὰς ἀνατολὰς καὶ τὰς φάσεις τῶν ἀστέρων· ἐκ γὰρ τούτων καὶ ἐπίσημοι γενέσεις καὶ ἡγεμονικαὶ καὶ βασιλικαὶ τὴν διάκρισιν καὶ τὴν μεταβολὴν τῆς πράξεως ἢ καὶ τῆς δόξης ἕξουσι, μεγάλα τε καὶ θαυμαστὰ ἀποτελέσματα συμβαίνειν εἴωθεν, τινὰ μὲν εἰς ἀνυπέρβλητον τύχην ὑψούμενα, τινὰ δὲ εἰς ταπεινὴν καὶ εὐκαθαίρετον τύχην χωροῦντα.