Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Μυστικώτερος δὲ ἔστω οὗτος ὁ λόγος καὶ δεδοκιμασμένος ὑφʼ [*](5 cf. 125, 20 7 ἀφεῖλε Va 12 an ἐάνπερ? 16 καὶ abesse malo 29 ὑπὸ] ἐκὶ V 37 οὕτως V λόγος Va] τόπος Vb)

138
ἡμῶν καὶ ἀνηπλωμένος, τὴν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡς μεσουρανοῦσαν. ταύτης δὲ μεσουρανούσης σκοπεῖν δεήσει καὶ καθʼ κλίμα τις ζητεῖ, πόστη μοῖρα δύναται ὡροσκοπεῖν, καὶ ἐπιγνόντας ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι. οἷον ἔστω εἶναι ἀφετικὴν Σκορπίου μοῖραν ιβ΄ κατὰ β΄ κλίμα· ἐὰν μὲν οὖν αὐτὴν λογιζώμεθα ὡς ὡροσκοποῦσαν μοῖραν, ἡ ἄφεσις ἔσται ἕως τῆς τοῦ Ὑδροχόου μοίρας ιγ΄, ἔνθα ὑπόγειον κατέληξε. ἐὰν δὲ καθὼς προείπαμεν λογισώμεθα μεθουρανοῦσαν αὐτήν, εὑρήσομεν τῷ ἀναφορικῷ ὡροσκόπον Αἰγόκερω μοῖραν κη΄, καὶ ἡ ἄφεσις ἔσται ἀπὸ τῆς ιβ΄ μοίρας τοῦ Σκορπίου ἕως τῆς κη΄ τοῦ Αἰγόκερω. δὲ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἤτοι γενέσεων ἤτοι ζῳδίων ποιήσαντες εὑρήσομεν. ὁμοίως δὲ καὶ τὴν ἀναιρετικὴν ἤγουν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡροσκοποῦσαν καὶ ταύτης ὡροσκοπούσης, πόστη δύναται μεσουρανεῖν οἵα δή ποτε οὖν μοῖρα ζῳδίου, καὶ ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι ἢ τῆς διαμέτρου· πρὸς δὲ τὸν οἰκοδεσποτικὸν λόγον πραγματεύεσθαι, καθὼς προείπαμεν, σκοποῦντας τὴν κεντρικὴν διάστασιν καὶ τὴν σχηματογραφίαν καὶ τὴν πρὸς τὸν ἀφέτην σύγκρισιν.

Ἔστω ὡροσκόπος ἡ Τοξότου μοῖρα ιη΄, μεσουράνημα δὲ Ζυγοῦ μοῖρα δ΄, οἰκοδεσποτεῖν δὲ Ἑρμῆν καὶ εἶναι Παρθένῳ μοίρᾳ ιγ΄. λογίζομαι διάστημα ἀπʼ αὐτοῦ ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται μοῖραι λε΄, ἅτινά ἐστι ὧραι β΄ καὶ μέρος γ΄ ὥρας. ἐπεὶ οὖν οϚ΄ ἐπιμερίζει τὰ τέλεια, ταῦτα παρὰ τὸν ιβ΄· ἐπιβάλλει ἄρα ἑκάστη ὥρᾳ ἔτη Ϛ΄ μῆνες δ΄. τῶν οὖν δύο ὡρῶν γίνεται ἔτη ιβ΄. μῆνες η΄ καὶ τοῦ τρίτου ἔτη β΄ μὴν α΄ ἡμέραι ι΄ ὁμοῦ γίνεται ἔτη ιδ΄ μῆνες θ΄ ἡμέραι ι΄. ταῦτα ἀφεῖλον ἀπὸ τῶν οϚ΄· λοιπὰ ἔτη ξα΄ μῆνες β΄ ἡμέραι κ΄. δʼ ὅμοιον κἂν ἀπὸ τῶν ἑτέρων κέντρων ἀποσπάσῃς δεῖ λογίζεσθαι. τούτων οὕτως ὄντων ἔστω τὴν Σελήνην ἀφέτην εἶναι Ζυγῷ περὶ μοίρας η΄· ἔλαβον τῶν λοιπῶν κβ΄ μοιρῶν ἔτη κθ΄ μῆνας δ΄ καὶ τοῦ Σκορπίου λϚ΄ καὶ τῶν ιζ΄ τοῦ Τοξότου ἔτη τη΄ μῆνα α΄ ἡμέρας ιη΄· ὁμοῦ τὰ πάντα γίγνεται ἀπὸ τῆς ἀφέσεως ἔτη πγ΄ μῆνες ε΄ ἡμέραι τη΄. ἐπεὶ οὖν τὰ τοῦ ἀφέτου πλείονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν εὑρέθη, τοσαῦτα ἔτη βιώσει ἡ γένεσις, ὅσα ὁ οἰκοδεσπότης Ἑρμῆς ἐμέρισεν, ξα΄ μῆνας [*](8 λογισάμεθα V 12 ἤγουν] signum obscurius in V fort. del. ἤγουν ἀφετκὴν 23 τὸν] τῶν V 27 κἂν in ras. V 28 ἀποσπα V vocabulum haud aptum in mg. est scholion: ὅτι οὐ κατὰ τὴν ὀρθὴν σφαῖραν ποιεῖ τὴν ἄφεσιν καὶ τῆς Σελήνης μεσουράνημα, ἀλλὰ πρὸς τὰς τῶν ζφδίων ἀναφοράς)

139
β΄ ἡμέρας κ΄· εἰ δʼ ἦν τὰ τοῦ ἀφέτου ἥττονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν ὑπὸ ἀναιρετικῆς ἀκτῖνος λελοιπογραφημένα, οἷον ἔτη νγ΄, συνέβαινε τὴν προκειμένην γένεσιν μόνα τὰ νγ΄ ἔτη ζήσεσθαι. ἐὰν μέντοι ὁ οἰκοδεσπότης ἐπίκεντρος καὶ ἀνατολικὸς εὑρεθῇ ἢ καὶ ἐπὶ τῶν χρηματιζουσῶν μοιρῶν ὢν τύχῃ τῆς ἀφέσεως πλεοναζούσης, καὶ αὐτὸς τὰ τέλεια μεριεῖ. καλῶς γὰρ τοῦ οἰκοδεσπότου τετευχότος οὐκέτι οἱ ἀναιρέται ἐπόντες ἢ ἀκτινοβολοῦντες παραιρέται τῶν χρόνων γενήσονται. ἐὰν δέ πως ἀνοικοδεσπότητος ἡ γένεσις εὑρεθῇ ἀφέσεως οὔσης, σκοπεῖν τότε δεήσει τὰς συμπαρουσίας τῶν ἀναιρετῶν ἢ καὶ ἐπιμαρτυρίας ἑξαγώνους τριγώνους τετραγώνους διαμέτρους.

Ἀναιρέται δέ εἰσιν Κρόνος Ἄρης Ἥλιος Σελήνη ἐπὶ φάσιν φερομένη. εἰσὶ δὲ καὶ ἀναιρετικοὶ τόποι καθʼ ἕκαστον ζῴδιον τά τε ἀφετικὰ δρια καὶ τὰ τῶν κακοποιῶν· ἀναιρετικαὶ δὲ μοίραι κριθήσονται αἱ παῤ ἑκάτερα τῆς ἀφέσεως γ΄ ὅτι πᾶσα τριμοιρία καθηγουμένη καὶ ἑπομένη δύναμιν συμπαρουσίας ἔχει ἤτοι ἰσομοιρίας, καὶ αὐτὴ ἡ κατὰ κάθετον, ὡς εἶναι τὰς πάσας ζ΄. ταύταις οἱ κακοποιοὶ ἀκτινοβολοῦντες ἀναιρέται γενήσονται, οἱ δὲ ἀγαθοποιοὶ κωλυταὶ τῆς ἀναιρέσεως. οἷον ἔστω τινὰ ὡροσκοπεῖσθαι ὑπὸ τῆς τοῦ Κριοῦ μοίρας ιβ΄· αὕτη μὲν οὖν ἔσται μέση ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄ μοίρας Κριοῦ· ἐὰν οὖν κακοποιὸς βάλῃ ἀκτῖνα ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄, ἀναιρεῖ οὐ μόνον εἰς αὐτὸ ζῴδιον τῆς ἀφέσεως, ἀλλὰ καὶ τοῖς ἑτέροις ἕως τῆς τετραγώνου πλευρᾶς. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος Κρόνος ἢ Ἄρης εὑρεθῇ Ταύρῳ ἢ Διδύμοις περὶ μοῖραν ιε΄ τῆς ἀφετικῆς μοίρας κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν γινομένης, εἰς τὴν τοῦ Ταύρου ἢ Διδύμων μοῖραν ιβ΄ ἢ ιγ΄ ἔσται ἡ ἀναίρεσις. ἐπίκεντροι μὲν οὖν ἢ καὶ ἐπαναφερόμενοι οἱ ἀναιρέται εὐτονώτεροι καθίστανται, ἔκκεντροι δὲ ἐξασθενήσουσι. Ἔστω δὲ καὶ οὗτος ὁ λόγος δυναστικὸς πρὸς τοὺς ἐπικέντρους. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος καθὼς πρόκειται Κρόνος Τοξότῃ τύχῃ μοίρᾳ ιγ΄ ἢ καὶ ιβ΄ ἢ καὶ κ΄, ζῳδιακῶς μὲν ἀποκέκλικεν· ἐπειδὴ δʼ εἰς ἐπικέντρους καὶ χρηματιζούσας μοίρας ἔβαλε τὴν ἀκτῖνα κατὰ τρίγωνον εἰς τὸν Κριόν, ἀναιρέτης κριθήσεται. ἐὰν δὲ Τοξότῃ εὑρεθῇ μοίρᾳ γ΄ ἢ ζ΄, κατʼ ἀμφότερα οὗτος ἔσται ἀποκεκλικώς, καὶ μοιρικῶς καὶ ζῳδιακῶς, καὶ οὐκ ἐστιν ἀναιρέτης. συμβαίνει δὲ καὶ ἀπὸ [*](9 ἀφερέσεως et αι supra prius V 22 post θ΄ ailquid del. aut corr. in V 23 in mg. κατὰ τὴν ὑποκειμένην μοῖραν V quod quo pertineat nescio 26 fort. γενομένης Vb 32 nonus enim locus est ἀπόκλιμα medii caeli 35 nempe οὕτως)

140
ἐπικέντρων τόπων τοὺς ἀναιρέτας εἰς ἀχρηματίστους καὶ ἀποκεκλικυίας μοίρας τὰς ἀκτῖνας βάλλειν καὶ μὴ ἀναιρεῖν· δʼ ὅμοιον καὶ ἐπὶ τῶν ἀγαθῶν νοείσθω.