Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς πραγματεύονται τὴν ἄφεσιν (πάντοτε γὰρ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς πλῆθος τῶν μοιρῶν κατὰ τὰς ἀναφορὰς ποιούμενοι ἀποφαίνονται), ἀναγκαῖον ἡμᾶς τὴν διάκρισιν ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης οὖν γενέσεως σκοπεῖν δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος χρόνος συνάγεται καθʼ κλίμα τι γεγένηται, καὶ συναγαγόντας ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ πλῆθος τῶν ἐτῶν. ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.

Πάντοτε οὖν ἀπὸ τοῦ ἐπικρατήτορος δεῖ λογίζεσθαι τὴν ποσότητα τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει, ἐάνπερ οἰκοδεσποτουμένη τὔχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν διαστάσεων. ἐὰν δὲ τὰ τοῦ ἀχφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκοδεσπότου τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κριθήσεται. ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης ἕκαστος τὰ ἴδια ἔτη μερίζει. ἐνιοι μὲν οὖν τὴν κεντρικὴν διάστασιν [*](3 ἀκοτεινῶς S 8 fr. 17 Riess 11 εἰκοδεσποτεῖται (sine εἰ) S 15 σσυ΄γοντας S 17 σχηματισμένος S 19 λειπογραφήσει S 22 sq. haec corrupta; dicere potuit ἐὰν δὲ ἄλλῳ κέντρῳ ᾖ 23 λειπογρ. S 27 a τοσαῦτα rursus inc. V f. 90; in mg. extant haec: περὶ ὡριμαίας. ἄλλως ὁ ἐπικρατήτωρ, ἄλλως ὁ οἰκοδεσπότης, ἄλλως ὁ ἀφέτης. ἐὰν ᾖ τὰ τοῦ οἰκοδεσπότου ἥττονα τῶν τοῦ ἀφέτου, τὰ τοῦ οἰκοδεσπότου ζήσεται 32 an ἑκάστοτε?)

137
πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ δυνούσης μοίρας· κἂν ε΄ ἢ Ϛ΄ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν ποιοῦνται. ἐγὼ δέ φημι καὶ ἐκ τῶν δ΄ κέντρων τὴν διάστασιν τοῦ οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη ἡ γένεσις εὑρεθῇ· γὰρ λέγειν --- ἐπὰν δὲ εὑρεθῇ μεσουρανῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς ὥρας ἢ δυτικῆς διαστάσεως ἐπιβάλλον. ἐὰν δέ πως μήτε Ἥλιος μήτε Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα, οὐκέτι πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου δέον λογίζεσθαι, ἀλλʼ ἕως τῆς κεντρικῆς διαστάσεως συλλογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναιρετῶν ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ πλῆθος τῶν ἐτῶν.

Ὑποδείγματος χάριν ἔστω τινὰ ὡροσκοπεῖσθαι κατὰ β΄ κλίμα Διδύμοις μοίρᾳ η΄, μεσουρανεῖσθαι δὲ ὑπὸ Ὑδροχόου μοίρας κβ΄. καὶ τῆς ἀφέσεως οὔσης ἀπὸ τῆς ὡροσκοπούσης μοίρας οὐ πάντως ἡ κατάληξις τῶν ἐτῶν ἕως τῆς τετραγώνου πλευρᾶς Παρθένου μοίρας η΄, ἀλλʼ ἕως τοῦ ὑπογείου Λέοντος μοίρας κβ΄, καὶ συνηγμένον πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης τὴν ἀκτῖνα ἐπιφέρῃ. ἐὰν γὰρ τῇ κ΄ μοίρᾳ τῶν Διδύμων τοῦ Καρκίνου ὁποιᾳδήποτε μοίρᾳ ἀναιρέτης ἐπῇ ἢ ἀκτινοβολήσῃ, τοσαῦτα ἔτη ζήσεται, ὅσα ἀπὸ τῆς ἀφετικῆς ἕως τῆς ἀναιρετικῆς συνάγεται. ὁμοίως δὲ καὶ ἂν ἀπὸ τοῦ μεσουρανήματος Ὑδροχόου μοίρας κβ΄ τὴν ἄφεσιν ποιησώμεθα, τὴν συμπεραίωσιν τῶν ἐτῶν οὐκέτι ἕως τῆς τετραγώνου πλευρᾶς Ταύρου μοίρας κβ΄ ἕξομεν, ἀλλʼ ἕως τῆς η΄ μοίρας τῶν Διδύμων. προφανὲς οὖν ὅτι ζῳδιακῶς μὲν τὴν τετράγωνον πλευρὰν ἡ ἄφεσις ὑπερτέθεικε, κεντρικῶς δὲ οὔ. ἐσθʼ ὅτε μὲν οὖν οὗτος ὁ τρόπος καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης ἁρμόσει· πρὸς μὲν τὴν ὑπέρθεσιν, ἐὰν ὑπὸ τῶν οἰκοδεσποτῶν βοηθῶνται, τουτέστιν ὅταν μαρτυρῶνται ὑπὸ αὐτῶν καλῶς πεπτωκότων καὶ δυναμένων τὰ τέλεια μερίζειν. ὡσαύτως δὲ καὶ ἐκ τῆς δύσεως τὴν ἄφεσιν ἐὰν ποιησώμεθα, τουτέστι Τοξότου μοίρας η΄, ἕως τῆς κβ΄ τοῦ Ὑδροχόου, τέλος εὑρήσομεν. πάντοτε οὖν τὴν ἀφετικὴν μοῖραν εὑρόντας σκοπεῖν δεήσει κεντρικὸν διάστημα ποῦ φθάνει καὶ ἕως ἐκείνης τῆς μοίρας τὴν ἄφεσιν ποιεῖσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης διακόπτῃ.