Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν γυναικῶν σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τὸν γαμοστόλον ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ συγκρίνειν ταῦτα. ἐὰν γάρ πως ἡ Σελήνη κυριεύσῃ τοῦ κλήρου, ὁ δὲ Ερμῆς τοῦ γαμοστόλου καὶ συμπαρῇ τῇ Σελήνη ἢ ἐπιμαρτυρήσῃ, δούλῳ συνελεύσεται ἢ ἀπελευθέρῳ· ἐὰν δέ πως καὶ ὁ Ζεὺς ἐπιμαρτυρήσῃ, καὶ νόμιμος ἔσται· ἐὰν δὲ τούτων οὕτως ἐχόντων ὁ τοῦ Διὸς τὸν περὶ τέκνων τόπον ἔχῃ καὶ συνεπιμαρτυρήσῃ Κρόνος, τέκνῳ συνελεύσεται ἢ νεωτέρῳ τέκνου τάξιν ἐπέχοντι. ἐὰν δὲ Κρόνου γένηται ὁ περὶ τέκνου τόπος καὶ αὐτὴ ἡ Σελήνη Κρόνῳ συνέλθῃ, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Σελήνη οἰκοδεσποτῇ, ὁ δὲ Κρόνος γαμοστολῇ καὶ συμπαρῇ ἢ μαρτυρῇ τῇ Σελήνῃ, συνελεύσεται μὲν ἀνδρί, μισήσει δὲ αὐτὸν καὶ ἀστάτως τὸν βίον διάξει. ἐὰν δὲ Σελήνη τοῦ κλήρου κυριεύσῃ, τοῦ δὲ γαμοστόλου Ἄρης καὶ μαρτυρῶσιν ἀλλήλοις, βέβαιος ἔσται ὁ γάμος ἢ διʼ ἁρπαγῆς ἢ πολέμου καὶ αἰχμαλωσίας· καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρήσῃ, καὶ νόμιμος ὑστέρου γενήσεται. ἐὰν διάμετρος τύχῃ τῆς Σελήνης Ἄρης ὑπὸ Κρόνου μαρτυρούμενος καὶ Ἡλίου, κατηγορηθεὶς μαλακὸς ἔσται. ἐὰν δέ πως ἐπὶ θηλυκῶν Ἀφροδίτη κυριεύσῃ τοῦ κλήρου, ταύτῃ δὲ συμπαρῇ ὁ Ἥλιος τὸν γαμοστόλον καὶ πατρικὸν κλῆρον κεκληρωμένος Κρόνου μαρτυροῦντος, πατράσι συνελεύσεται. ἐὰν δὲ κυριεύσῃ ὁ Ἥλιος τοῦ πατρικοῦ τόπου, συνελεύσεται πρεσβυτέρῳ πατρὸς τάξιν ἔχοντι. ἐὰν δὲ ἡ Ἀφροδίτη οἰκοδεσποτῇ, ὁ δὲ Ἑρμῆς τὸν περὶ γάμου τόπον ἔχῃ, Κρόνος δὲ τούτοις ἐπιμαρτυρήσῃ, πολύκοινοι γίνονται ἢ ἐπὶ τέγαις σταθήσονται. καὶ ἐὰν μὲν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ, περικτήσονται καὶ προσφιλεῖς γενήσονται· ἐὰν δὲ ὁ Ζεὺς ἀπῇ, αἰσχρῶς καὶ κακοπαθῶς διάξουσιν. ἐὰν δὲ Ἀφροδίτη Ἰχθύσιν ἡ Αἰγόκερῳ εὑρεθῇ τοῦ σχήματος τοιούτου ὄντος, καὶ αἰσχροποιήσουσιν. ἐὰν Ἄρης κληρώσηται τὸν [*](1 possis etiam Χρόνου 5 ξένος Va 6 τῶ γάμω V 11 ταῦτα add. Vb 20 τὸν] τὸ V 22 nempe βέβαιος 25 possis ἄτρητος καὶ μαλακὸς 36 αἰσχροποιήσωσιν V)

122
δαίμονα, Σελήνη δὲ τὸν γαμοστόλον, ἁρπαγμὸς ὁ γάμος ἔσται· κὰν διάμετρος εὑρεθῇ μαρτυρούμενος ὑπὸ Κρόνου ἢ Ἡλίου, κατηγορηθεὶς ἀλώσεται. ἐὰν Ἀφροδίτη τοῦ γαμοστόλου ᾖ κυρία, ὁ δὲ τοῦ Ἄρεως τοῦ κλήρου τῆς τύχης, ἀπὸ συνηθείας ὁ γάμος. ἐὰν δὲ καὶ Κρόνος καὶ Ἑρμῆς μαρτυρήσῃ Διὸς ἀπόντος, μοιχείας κριθήσεται. καὶ τὰ λοιπὰ δὲ σχήματα, ὅσα καὶ ἐπὶ τῶν ἀνδρῶν εἴρηται, δεῖ καὶ ἐπὶ τῶν γυναικῶν φυλάσσειν εἰ γὰρ καὶ ποικίλως δοκεῖ τετάχθαι, σαφέστερα μέντοι γε τοῖς ἐντυγχάνουσι γενήσεται.