Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σκοπεῖν οὖν δεήσει ἐπί τε ἀνδρῶν καὶ γυναικῶν τὸν κλῆρον τῆς τύχης καὶ τὸν δαίμονα καὶ τὰ τούτων τετράγωνα καὶ διάμετρα τούς τε οἰκοδεσπότας καὶ τὸν κύριον, καὶ πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί. καὶ εἰ μὲν τῆς αἱρέσεως ὄντες συσχηματίζονται, καλὸς ἔσται καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ οἱ τόποι ἢ οἱ κύριοι διαμετρήσεσιν ἀλλήλους ἢ ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἐναντιώματα στάσεις ζηλοτυπίαι ἔχθραι κρίσεις περὶ τὴν συμβίωσιν γενήσονται, ἔσθʼ ὅτε μὲν οὖν καὶ ἀνάγκην ὑπομένοντες κολάζονται. ἐὰν δὲ τούτων σχηματιζομένων οἰκείως ὁ τοῦ Κρόνου ἐπιμαρτυρήσει, θανάτῳ ὁ χωρισμὸς ἔσται· ἐὰν δὲ Ἑρμῆς τύχῃ τοῦ δαίμονος κύριος, ἡ δὲ Σελήνη τοῦ γαμοστόλου καὶ συμπαρῶσιν ἢ μαρτυρῶσιν ἀλλήλοις, συνελεύσεται κυρίαις ὁ τοιοῦτος ἢ ὑπερεχούσαις γυναιξὶν ἢ βίῳ ἢ γένει. ἐὰν δέ πως καὶ ὁ τοῦ Διὸς συμμαρτυρήσῃ, ἐπωφελὴς καὶ συμπαθὴς ἡ συνέλευσις ἔσται· ἐὰν δὲ Κρόνος ἢ Ἄρης, ταραχαὶ ἢ φθόνοι ἢ χωρισμοὶ γενήσονται καὶ κακωτικαὶ αἰτίαι παρακολουθήσουσιν. ἐὰν δέ πως Ζεὺς οἰκοδεσποτῇ καὶ τῇ Σελήνη συσχηματίζηται καὶ Κρόνος μαρτυρῆ, μητρὶ ἢ μητρυιᾷ συνελεύσεται· εἰ δὲ καὶ Σελήνη μὴ ἔχουσα λόγον πρὸς τὸν κλῆρον τῆς μητρός, πρεσβυτέραις συνελεύσεται. ἐὰν δὲ ὁ τοῦ Διὸς οἰκοδεσποτῇ τοῦ δαίμονος, ὁ δὲ τῆς Ἀφροδίτης τοῦ γαμοστόλου, ἀδελφαῖς ἢ συγγενέσι συνέρχονται· καὶ ἐὰν μὲν ὁ Κρόνος ἐπιμαρτυρήσῃ, λαθραίως τὸ γινόμενον ἔσται· ἐὰν δὲ Ἑρμῆς ἢ Ἄρης, χωρισμοὶ ἢ δειγματισμοὶ γενήσονται. ἐὰν δὲ τοῦ Κρόνου ἀπόντος Ἥλιος μαρτυρήσῃ, νόμῳ καὶ φιλίᾳ γενήσεται καὶ συμπαθὴς ὁ γάμος καὶ ἐπωφελής· ἐὰν δὲ ὁ Ἡλιος οἰκοδεσποτῇ, ἡ δὲ Σελήνη κυριεύσῃ τοῦ γαμοστόλου καὶ συσχηματισθῇ τῷ Ἡλίῳ καὶ Διὸς μαρτυροῦντος, συμπαθὴς καὶ ἰσότιμος καὶ νόμιμος ὁ γάμος ἔσται ἔνδοξός τε καὶ λαμπρός. ἐὰν Ἡλίου οἰκοδεσποτοῦντος Ἀφροδίτη τοῦ γαμοστόλου κυριεύσῃ Κρόνου μαρτυροῦντος, ἐπὶ θυγατρὶ ψογισθήσεται. [*](4 nempe ἀπὸ 8 μονόγαμοι V 16 καὶ διʼ ἀνάγκης V 24 παρακολουθήσωσιν V 26 σελήνην μὴ ἔχουσαν V)

121
ἐὰν δὲ ὁ γαμοστόλος γένηται πρὸς Κρόνον καὶ αὐτὸς κυριεύσῃ τοῦ δαίμονος ἢ Ἄρης, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Κρόνος οἰκοδεσποτῇ τοῦ δαίμονος, τὸν δὲ περὶ γάμου τόπον λάχῃ Ἀφροδίτη καὶ εὑρεθῇ σὺν Ἑρμῇ ὑπὸ Ἄρεως μαρτυρουμένη, στείρᾳ ἢ ἐπιψόγῳ συνελεύσεται. ξέναις δὲ συνέρχονται ἢ ἀλλοφύλοις ἢ ἐπὶ ξένης τὸν γάμον ἀναδέχονται, ἐπὰν ὁ γαμοστόλος ἔκκεντρος τύχῃ ἢ τοῦ δαίμονος ἀπόστροφος· ποταπαῖς δέ, ἡ τῶν ζῳδίων καὶ ἀστέρων φύσις δηλώσει.