Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Τοξότῃ, Σελήνη Καρκίνῳ. Κρόνος Ταύρῳ. Ζεὺς Ἑρμῆς Σκορπίῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ, ὡροσκόπος Ὑδροχόῳ, κλῆρος τύχης Λέοντι. τούτῳ Ἄρης ἐπίκειται Κρόνου καθυπερτεροῦντος· ὁ δὲ Ἥλιος Διὸς τόποις εὑρεθεὶς σημαίνων τὰ περὶ βουβῶνα καὶ μηροὺς καὶ πόδας ἐποίησε περὶ ταῦτα σίνος καὶ ποδάγραν· καὶ γὰρ αὐτὸς νεύρων κυριεύει. τοῦ δὲ Κρόνου τῳ ὑπογείῳ εὑρεθέντος θεῶν καὶ νεκρῶν εἴδωλα ἐφαντάσθη.

Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Παρθένῳ, Κρόνος Ταύρῳ, Ζεὺς ὡροσκόπος Διδύμοις, Ἄρης Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, Ἑρμῆς Αἰγόκερῳ. ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ. ὁ δαίμων Σκορπίῳ· τούτοις ἠναντιώθησαν οἱ κακοποιοί· ἐγένετο μαλακὸς ἀρρητοποιός. καὶ γὰρ Αἰγόκερως ἀσελγὴς καὶ ὁ τούτου κύριος Ταύρῳ, παθητικῷ ζῳδίῳ· καὶ Σκορπίος τὸν τρόπον τῆς ἀσελγείας δηλοῖ.