Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅθεν καὶ οἱ ἀγαθοποιοὶ σίνεσι καὶ πάθεσι περιτρέπουσι κακῶς πεσόντες καὶ οἱ κακοποιοὶ καλῶς ἀσινεῖς, αἰτίας μόνον καὶ χρονικά ἐμποιοῦντες. ἐὰν δέ πως οἱ κυριεύσαντες κλήρου ἢ δαίμονος τῷ θεῷ ἢ τῇ θεᾷ τύχωσιν ὑπὸ κακοποιῶν ἐναπειλημμένοι ἢ μαρτυρούμενοι, ἀπροφθεγγομένους ἢ μανιώδεις ἢ πρσγνωστικοὺς ἀποτελοῦσιν. εἰκότως μὲν ὁ συγγραφεὺς ἔφη· ἐὰν ὁ τὸ σίνος ἀποδεικνύων ἐπὶ κραταιοῦ τόπου τυχὼν ὑπὸ κακοποιοῦ κατοπτευθῇ, δυσεξάλειπτα καὶ οὐκ ἰάσιμα τὰ συμβαματικὰ πάθη γενήσεται· εἰ δὲ τῷ λυπουμένῳ τόπῳ ἀγαθοποιὸς ἐπῇ ἢ προσεπιμαρτυρἡσῃ, ἤτοι ἰατρείαις ἢ θεοῦ βοηθείᾳ ἀπαλλαγήσονται. κραταιοὺς οὖν τόπους λέγει τὰ κέντρα καὶ τῶν κλήρων τὰς δύο ἐπαναφοράς, καὶ μάλιστα ὅταν οἱ κακοποιοὶ --- λαχόντες ἐπῶσι τούτοις. χρὴ μὲν οὖν ἀκριβῶς καὶ μοιρικῶς τούς κλήρους ἐξετάζειν· πολλάκις γὰρ κατὰ μὲν τὴν πλατικὴν θεωρίαν εἴς τι ζῴδιον συνεκπίπτει ὁ κλῆρος, κατὰ δὲ τὴν μοιρικὴν εἰς ἄλλο. συμβαίνει δὲ τοῦτο παρὰ τὰς τῶν φώτων καὶ ὡροσκόπου μοίρας, εἰ ἤτοι ἐπὶ τέλει ἢ ἀρχαῖς τῶν ζῳδίων εὑρίσκεται. καθολικῶς μὲν οὖν Ἥλιος Σελήνη Κρόνος Ἑρμῆς διάμετροι ἢ ἐπαναφερόμενοι σίνη περὶ ὄρασιν καὶ αἰτίας ἑτέρων παθῶν ἢ μανίας ἢ ἀποπληξίας ἐπιφέρουσι. Ἄρεῖ Ἥλιος ἐπαναφερόμενος ἢ τῳ αὐτῷ ζῳδίῳ ὑπάρχων ἀναφορικοὺς αἱμοπτυῖκοὺς καρδιακοὺς ἀποτελεῖ καὶ περὶ ὁρατικὸν σίνη. Κρόνος δὲ καὶ Ἄρης τῷ ὑπογείῳ ἤτοι ὁμόσε ἢ κατὰ μόνας ἐπισκιασμούς ἢ καταπτωτικούς ἢ θεῶν ἢ νεκρῶν εἰδωλοποιητὰς καὶ ἀποκρύφων ἢ ἀπορρήτων μύστας· τὸ δʼ ὅμοιον, κἂν τὴν σύνοδον ἢ πανσέληνον καθυπερτερήσωσιν ἢ διαμετρήσωσιν ἢ καὶ κατὰ μόνας τὴν Σελήνην ἢ τῆς Σελήνης φάσιν τινὰ λυούσης κατοπτεύσωσι, [*](3 nempe μέντοι 16 Petosiris vel Nechepso 18 δυξάλειπτα? S 23 a λαχόντες inc. V f. 96)

113
μανιώδεις ἐκστατικούς πτωματικοὺς ἀποφθεγγομένους ἀπεργάζονται.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Κρόνος Αἰγόκερῳ, Σελήνη Σκορπίῳ, Ζεὺς Λέοντι. Ἄρης Ἰχθύσιν, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ· μὲν κλῆρος τῆς τύχης Σκορπίῳ, ὁ δαίμων Καρκίνῳ. ἠναντιώθη οὖν τῷ δαίμονι διανοητικὸν ἀποτελοῦντι καὶ ψυχικὸν Κρόνος καὶ τὴν πανσέληνον καὶ τὴν προγενομένην φάσιν κατώπτευσεν, ὁ δὲ κύριος τοῦ κλήρου ἠναντιώθῃ τῷ ὡροσκόπῳ. ἔσχε μὲν οὖν καὶ περὶ τοὺς ἀναγκαίους τόπους σίνος καὶ ποδῶν αἴσθησιν, ἐξαιρέτως δὲ ἐσεληνιάσθη.