Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπειδὴ σκοτεινῶς οἱ παλαιοὶ τὸν περὶ σίνους τόπον ἔγραψαν, προφανέστερον ἐπιδιασαφήσομεν. τινὲς μὲν οὖν τοῖς ὑποκειμένοις τόποις σωματικοῖς τε καὶ ψυχικοῖς προσέχοντες κατὰ τὴν ἑκάστου γένεσιν τὴν ἀρχὴν ποιούμενοι τῶν μελῶν ἀπὸ κλήρου τύχης καὶ δαίμονος τὸν περὶ σίνους καὶ πάθους τόπον πρὸς τὴν τῶν κακοποιῶν παρουσίαν ἀποφαίνονται. οἷον ὁ κλῆρος τῆς τύχης στῆθος, β΄ πλευρόν, γ΄ κοιλία, δ΄ ἰσχία, ε΄ μόριον, καὶ Ϛ΄ μηροί, ζ΄ γόνατα, η΄ κνῆμαι, θ΄ πόδες, ι΄ κεφαλή, ια΄ πρόσωπον τράχηλος, ιβ΄ πήχεις ὦμοι. τὰ δὲ πάθη ἀπὸ τοῦ δαίμονος. αὐτὸς γάρ οὖτος ὁ δαίμων ἐστὶ καρδία, β΄ ζῴδιον, ἡ ἐντὸς κοιλία γ΄, διʼ οὗ σπέρμα φέρεται καὶ νεφρῶν τόπος, δʼ κόλος, ε΄ ἦπαρ, δευτέρα κοιλία, ζ΄ κύστις, η΄ ἔντερα, θ΄ μηνίγγων τόπος καὶ ὀδόντων καὶ ἀκοῆς, ι΄ ἡ κατάποσις, ια΄ γλῶσσα, ιβ΄ στόμαχος. ταῦτα δὲ κατὰ τὸν Λέοντα καὶ Καρκίνον ἀκολούθως δεδήλωται, ἐπεὶ ἡ μὲν Σελήνη τύχη τοῦ κόσμου ἐστίν, ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων. Καὶ ταῦτα μὲν οἱ πρὸ ἡμῶν· ἡμῖν δʼ ἀκριβέστερον ἐκ πείρας ἔδοξεν οὕτως. ἔστω γὰρ τὸν Κριὸν καθολικῶς σημαίνειν τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ αἰσθητήρια καὶ ὄψιν· ποιεῖ οὖν ὁ τόπος κατὰ τὴν μέλουσαν ἡμῖν ἐπίλυσιν κεφαλαλγίας ἐπισκιασμούς ἀποπληξίας δυσηκοίας ἀμαυρώσεις λέπρας λιχῆνας μαδαρώσεις ἀλωπεκίας φαλακρώσεις ἀναισθησίας σηπεδόνας πνευστικῶν ἐπιφορὰς κονδυλώματα ὑπερσαρκώματα καὶ ὅσα περὶ τὰ αἰσθητήρια εἴωθε συμβαίνειν περί τε τὰς ἀκοὰς καὶ τούς ὀδόντας. ὁ Ταῦρος δὲ σημαίνει τράχηλον πρόσωπον κατάποσιν ὄσφρησιν ῥῖνα, κύρτωσιν δὲ διὰ γυρὸν καὶ χώλωσιν διὰ τὴν καμπὴν τοῦ ποδός, [*](3 καταλεί S vocabulum vix aptum 13 ψυχικῆς S 15 τὸν] τῶν S 10 nempe οὕτως 30 μέλλουσαν S 36 διὰ δὲ S)

110
ὀφθαλμῶν ἀλγηδόνας καὶ αἰτίας ἐπικινδύνους ἢ πηρώσεις διὰ τὴν Πληῖάδα· ἔστι δὲ καὶ λατρευτικὸν ζῴδιον καὶ αἰσχροποιόν· ποιεῖ δὲ καὶ σπασμούς καὶ σταφυλοτομίας ἀνθρακώσεις χοιράδας πνιγμούς ἢ περὶ μυκτῆρας σίνη πάθη λύπας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, κατάγματα μελῶν βρογχοκήλας ἐκκοπὴν ἰσχιάδα ἀπόστημα. οἱ δὲ Δἱδυμοι εἰσὶν ὦμοι πήχεις χεῖρες δάκτυλοι ἄρθρα νεῦρα ἰσχύς ἀνδρεία μεταβολὴ θηλυγονία λόγος στόμα ἀρτηρία φωνή. κακωθέντες μὲν οὖν περὶ ταῦτα σίνη ἀποτελοῦσιν, ἐπάγουσι δὲ καὶ ληστηρίων ἢ πολεμίων ἐφόδους καὶ τραύμασι καὶ τομαῖς καὶ ἐκκοπαῖς μελῶν περιτρέπουσιν ἢ ἰκτερικούς ἢ ἀπὸ ὕψους πτώσεις. Καρκίνος στῆθος στόμαχος μαζοὶ σπλὴν στόμα ἀπόκρυφοι τόποι ἀμαυρώσεις πηρώσεις διὰ νεφέλιον· γίνονται δὲ κατὰ τοῦτον τὸν τόπον λέπραι ἀλφοὶ λιχῆνες ἀποπληξίαι ὑδρωπικοὶ τῆς αἰτίας ἐκ τοῦ σπληνὸς γενομένης πλαγιοβαθεῖς ἢ ὑπόχωλοι ἢ ἀνάπηροι ἰκτερικοὶ ἑτερόχροες, ἐκφυεῖς τοῖς ὀδοῦσιν ἢ τοῖς ἀφθαλμοῖς ὑπόστραβοι, μιλφοὶ πτίλοι ἔγκυρτοι, ἀπὸ θηρίων ἐνύδρων ἀδικούμενοι καὶ περὶ τὰς ὄψεις φακοὺς καὶ ῥαντίσματα ἔχοντες, βηχικοὺς ἀναφορικούς ἰκτερικούς πλευρικοὺς πνευμονικούς. Λέων πλευραὶ ὀσρὺς καρδία ἀνδρεία ὅρασις νεῦρα· γίνονται οὖν μανιώδεις ἢ θεοφορούμενοι καὶ ἀπὸ βίας ἢ μοχθηρίας σπώμενοι ἢ διʼ ἀνδρείαν ἢ σώματος ἄσκησιν ἐκβολὴν μέλους κολόβωσιν ὑπομένοντες καὶ περὶ τοὺς φωστῆρας ἀδικούμενοι. ἔστι δὲ καὶ δυσωδίας αἴτιος· ὅθεν καὶ ἐπαίσχρους ποιεῖ ἢ ἀποκόπους καταγματικούς, ἀπὸ ὕψους ἢ τετραπόδων πίπτοντας καὶ ὑπὸ θηρίων δακνομένους καὶ ὑπὸ συμπτώσεως ἢ ἐμπρησμοῦ σινουμένους, ἔτι καὶ μελαγχολικούς φαγεδαίνας κιναιδίας. Παρθένος κοιλία ἔντερα καὶ τὰ ἐντὸς ἀπόκρυφα, ὅθεν καὶ τὰς αἰτίας τῶν παθῶν ἀποτελεῖ, καὶ περὶ τὰς συνουσίας ἀσθενεστέρους ἢ ἐγκρατεῖς καὶ αἰδοίους. Ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ πολὺ γράφειν, ἐκ τῆς τοῦ ζῳδίου καὶ τῆς τοῦ ἀστέρος φύσεως τά τε σίνη καὶ πάθη πρόδηλα γίνεται. ποιεῖ δὲ ὀφθοπνοῖκνοὺς κλάσματα θεοφορουμένους φοιβήσεις, γυναικὶ δὲ ὑστερικὰς διαθέσεις καὶ περὶ κοιλίαν αἰτίαν. Ζυγὸς ἰσχία γλουτοὶ κόλον μορίων ὀπίσθια μέρους. ποιεῖ δὲ ὁ τόπος παραλυτικοὺς κλάσματα κήλας δυσεντερίας ὕδρωπας λιθιάσεις. Σκρπίος μόρια ἕδρα· ποιεῖ δὲ διὰ κέντρον καὶ ἀμαυρώσεις πηρώσεις ἐπισκιασμούς λιθιάσεις στραγγουρίας περιοδικὰς νόσους πολυκοιλίας συριγγώματα. Τοξότης μηροὶ βουβῶνες· [*](5 βροχοκήλας S 7 θηλυγομίη? S 10 possis ἰκτέρους 14 latetne πλαγιοβάται? 21 nempe ⟨καὶ⟩ κολόβωσιν 33 κόλων S possis μόριον ὀπ. μέρη 37 an ν. περὶ κοιλίαν?)
111
γίνονται δὲ ἑτερόχροες συγγενήματα ἔχοντες φαλακροὶ ἐπισκιαζόμενοι ἢ ὀφθαλμοπόνοι ἢ πηρώσιες στόματος δυσωδίαι ποδάγραι· ποιεῖ δὲ καὶ ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις, μελῶν ἐκβολὰς καὶ θηρίων ἀδικίας, περισσομελεῖς. Αἰγόκερως· γόνατα νεῦρα τῶν τε ἐντὸς καὶ ἐκτὸς σπαστικὰ διὰ εἶναι αἰνιγματώδη· ποιεῖ δὲ ἀμαυρώσεις πηρώσεις διὰ τὴν ἄκανθαν, μανίας, διʼ ὑγρῶν ὀχλουμένους, ἔτι δὲ φρενίτιδας γυναικοκαυσίαι τριβάδες ἀσελγεῖς λατρευτικοὶ αἰσχροποιοί. Ὑδροχόος σκέλη κνῆμαι νεῦρα ἄρθρα, ποιεῖ δὲ ἐλεφαντιῶντας ἰκτερικοὺς μελαγχλώρους πηροὺς ὑδρωπικοὺς μανιώδεις ἀποκόπους καταγματικούς, τοῖς δὲ στραγγουρίας. Ἰχθύες πόδες νεῦρα ἄκρα· γίνονται ἀρθριτικοί, λεύκας λιχῆνας λέπρας ἔχοντες, καταωφερεῖς ἐπίψογοι πολύσινοι περισσομελεῖς ψελλοὶ δύσκωφοι ψωροί, ἀπὸ ἐνύδρων θηρίων ἀδικούμενοι ἢ διʼ ὑγρῶν παθῶν ὀχλούμενοι.