Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Συντομωτέρας μὲν οὖν τὰς ἀποδείξεις τῶν αἱρέσεων βουλόμενος ἐκθέσθαι τὰς πολυλογίας παραιτησάμενος καὶ τὰς μυθώδεις γοητείας αὐτὰ τὰ κεφάλαια προέταξα τοῖς μάλιστα περὶ τὰ τοιαῦτα ἐσπουδακόσι καὶ πολλαῖς ἀγωγαῖς ἐγκεχρονικόσι, δυναμένοις δὲ διὰ τῆς ἰδίας ἐπινοίας ἴσα εἰσφέρειν. οἶμαι γὰρ αὐτούς πείσειν διὰ τῶν προγεγραμμένων καὶ τῶν μελλόντων λέγεσθαι ἀποτίθεσθαι μὲν δύσπιστον καὶ εὐδιάβολον τῆς ἐπιστήμης, ἄγνοιαν δὲ καὶ λῆρον κατὰ τῶν ἀντιπρασσόντων ψηφισαμένους κινδυνεύουσαν πρόγνωσιν ἀθάνατον ἀποδεῖξαι. ὅθεν οἱ φιλομαθεῖς ταῖς μὲν ἀριθμητικαῖς καὶ διδασκαλικαῖς ἀγωγαῖς δι᾿ ἑτέρων ἐγγυμνασθέντες νῖκος τῆς δόξης διὰ τῆσδε τῆς συντάξεως ἀποίσονται, καίπερ καὶ αὐτοὶ οὐκ ἀμύητοι ὄντες περὶ τὰς τῶν κανόνων καὶ εἰσόδων πήξεις· ἃς οὐκ ἠβουλήθην προτάξαι καὶ δισσολογεῖν. εἰ δὲ καὶ δοκοῦμεν τὰ τῶν ἀρχαίων δόγματα συγγράφειν ειν καὶ ἑρμηνεύειν, κατὰ τοῦτο ἀρετῆς ἔπαινον ἀποισόμεθα παρὰ τῶν ἐντυγχανόντων διὰ ἀσφαλὲς καὶ ἄφθονον καὶ διδασκαλικὸν τῶν αἱρέσεων. ἕτεροι γὰρ πολυλογίαις καὶ ποικίλαις μεθόδοις χρηθάμενοι καὶ δόξαντες ἑρμηνεύειν προσεπικατέστρεψαν καὶ τὴν προυπάρχουσαν τῆς προγνώσεως δόξαν, καὶ ῥῆσιν ἑλληνικὴν διὰ τῶν λόγων ἀσκήσαντες βάρβαρον γνώμην ἐνεδείξαντο. τούτους δὲ ὑπολάβοι ἄν τις Σειρήνων τρόπον ἐπιδεῖξαι, αἵ τοὺς παραπλέοντας ἀπατηλῇ καὶ κεκλασμένῃ φωνῇ διὰ τῆς μουσικῆς τῶν ὀργάνων καὶ ἀλεθρίας ᾠδῆς προσκαλούμεναι παρὰ ταῖς ἐναλίαις πέτραις διώλλυον. ὅμοιον δὲ πάσχουσί τινες καὶ ἔπαθον οἱ ἐντυγχάνοντες ταῖς ἐκείνων αἱρέσεσιν· οἳ κατʼ ἀρχάς μὲν τῇ τῶν λόγων φαντασίᾳ καὶ ἀγωγῇ θελχθέντες εἴς τε ἄπειρον ὕλην ἐμπεσόντες καὶ μὴ εὑρόντες τὴν ἔξοδον οὐ μόνον βυθῷ ἀλλὰ καὶ λαβυρίνθῳ διώλοντο· οἱ δὲ καὶ δόξαντες διεκπεφευγέναι [*](1 μονοειδοῦς S 2 nempe τελευταῖον vel sim. 6 velut συνᾴδει τοῖς κ. 7 fort. συντομωτέρας 9 προσέταξα S 10 ἀναχρονικόσι S 11 pro ἴσα compendium S quod num recte solverim dubito; κρίσιν Wdl. 14 δὲ] τε S 15 κινδυνεύουσιν S, fort. ⟨ἀντρέπεσθαι τήν⟩ πρ. 17 νεῖκος S 20 δυσσολογεῖν S εἰ δὲ geminat S 22 περὶ S 25 ῥῆσιν Cumont] οἴησιν S 27 τὰς π. S 30 διόλλυον S 34 λαβυρινθώδει ὤλοντο S)

109
τὸν κίνδυνον τρυχηρᾷ καὶ πολυμερίμνῳ βασάνῳ περιπεσόντες ἀνιαρὸν τέλσς ἔσχον. ἐὰν οὖν τις Ὀδυσσέως φρόνημα λαβὼν παραπλεύσῃ τούτους, καταλείπει σεμνὴν τῳ βίῳ τὴν ἐπιστήμην, ἡ σύνοικος καὶ συνόμιλος γενόμενος ἀεὶ μεθʼ ἡδονῆς διανύει τὸν χρόνον ἐκκόψας τὰς κακοτρόπους τῶν ἀντιπρασσόντων γνώμας μυστηρίων δίκην. ὅθεν τούτους μὲν ἐάσαντας εἰς τὴν τῶν προμειμένων καταντήσομεν δόξαν.