Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐξαιρέτως δὲ τὰ ὑποκείμενα σχήματα εὐεργέστερα ἔσται, εἰ ὁ καταγόμενος ἐνιαυτὸς τοῦ τόπου τῷ γεννωμένῳ κίνημα ἔχει ἀποδημίας εἴτε ἐκ καταβολῆς ἄνωθεν εἶεν ἔχοντες γενέσεις ἀποδημικὰς μάλιστα. ὅπου δʼ ἂν ὁ ἐπιμερισμὸς τῶν χρόνων πέσῃ τῶν καθολικῶν ὴ ἡ ὑποδιαίρεσις αὐτῶν, ἐκείνου τε τοῦ ζῳδίου ὁ κύριος εἴτε ἔκκεντρος ὢν εἴτε ἐπίκεντρος, ἐὰν μή τινα τῶν κακοποιῶν ἔχῃ ἐναντίον --- τῶν ζῳδίων ἢ τῶν φώτων ἐὰν ἐπικείμενος [*](1 ὅποι S ξένοις S 12 πίπτοντος] διδόντος S 17 ἐὰν] S 20 an del. τοῦ? 22 ὑπόφωτος S 23 χρ. ἤτοι μηνιαία ut vid. S 25 an ⟨ἢ⟩ τοῖς ἀπ.? ᾖ] ἢ S 30 nempe ἐνεργέστερα 31 fort. del. τοῦ 32 εἶεν ut vid. S 33 nempe ἀποδημητικὰς)

99
εἴη, γίνονται ἔξοδοι. ἐπὰν δὲ ἔχωσιν ἤτοι ἐπικέντρους ἤτοι ἀποκεκλικότας, διδόασιν ἀποδημητικάς ἐξόδους· καὶ οἱ ἐφεστῶτες κακοποιοὶ τοῖς ζῳδίοις τοῖς ἀποκεκλικόσιν ἢ τοῖς ἔχουσι τούς χρόνους ἢ τὰς ὑποδιαιρέσεις ἀποδημίας διδόασι, τοῦ ἐνιαυτοῦ μάλιστα κίνημα ἔχοντος. ὅταν ὁ τούς χρόνους ἔχων εἰς τὸν περὶ ξένης τόπον ἢ κλῆρον ἐφεστώς εὑρίσκηται ἢ τοῦ περὶ ξένης τόπου ὁ κύριος, ἀποδημίας παρέχει, μάλιστα εἰ κακοποιὸς ᾖ τῷ ἀφωτίστῳ τετράγωνος ἢ διάμετρος. ὁμοίως κἀν ζῴδιον ἔχον ἐπιμερισμὸν τῶν χρόνων ἐναντίον ᾖ τῷ κλήρῳ τῳ περὶ ἀποδημίας, ἐξόδους διδόασι, μάλιστα τοῖς ἀποκλίμασιν. ἐὰν οἱ ἐπιμερισμοὶ πάλιν τῶν χρόνων εἰς τὰ ἀποκλίματα πίπτωσι μὴ ἐχόντων ζῴδιον ἐναντίον ἢ καθυπερτεροῦν, οὐ παρέχουσιν ἀποδημίας, μελλησμὸν δὲ ἀποδημίας ὑπομενεῖ τις καὶ πρόθεσιν ἀσυντέλεστον. ὅταν τοῖς κακοποιοῖς τοὺς χρόνους ἢ τὸν ἐπιμερισμὸν ἔχουσιν ἀγαθοποιὸς ἐναντίος πίπτῃ ἢ καθυπερτερῇ ἢ συμπαρῶσιν τοῖς ὑπογείοις καὶ ἀποδημητικὸς ἐνιαυτὸς ἐμπέσῃ, μελλησμούς ἐμποιοῦσιν ἢ ἐγκοπὰς τῶν ἐξόδων. ἐὰν ἡ τύχη εἰς τὸν περὶ ξένης τόπον ἐμπέσῃ ἢ πρὸς ἀλλήλους οἱ κλῆροι ἐναντίοι πίπτωσι κακοποιοῦ ἐφεστῶτος ἢ ἐναντίου, ἀποδημητικοὺς ποιεῖ μὴ συναναπλεκομένου, αὐτοῖς ἀγαθοποιοῦ ἢ ἐφεστῶτός τινος αὐτῶν. καὶ ἐὰν ὁ τῆς ξένης κύριος ἐναντίος αὐτῷ ᾖ αὐτῆς τύχῃ χωρὶς ἀγαθοποιῶν Ἄρεως πάλιν ἐναντίου τῷ κλήρῳ τῆς τύχης ἢ τῷ περὶ ξένης πίπτοντος ἐφʼ ἑνὸς ἑστῶτος, ἀποδημίαις ποιεῖ ἱκαναῖς τὸν γεννώμενον. ἐὰν πάλιν Ἄρης ἀμφοτέρων τῶν κλήρων κύριος ὢν ἀπόστροφος πέσῃ τῶν ζῳδίων τῶν τὰς ἀποδημίας παρεχόντων ἢ εἰς κάθυγρα, ἀποδημητικὰς ποιεῖ τὰς γενέσεις. Ἄρης ἀπόστροφος τοῦ κλήρου ἢ τοῦ περὶ ξένης πεσὼν μηδενὸς αὐτῶν κύριος ὢν ἀποδημίας οὐ παρέχει, ἀλλὰ τὰ πλεῖστα πατρίδι διάγοντας ἢ μελλησμοὺς ἀποδημίας πάσχοντας. ὁμοίως καὶ ἐὰν οἱ κλῆροι ἀγαθοποιούς ἔχωσιν ἐφεστῶτας, οὐ ποιοῦσι φιλαποδήμους ἀλλὰ σπανίους. Σχήματα δὲ ἐστιν ἐπὶ γενέσεως εὑρεῖν τὰ μὴ ῥᾳδίως ἀποδημίαν παρέχοντα διὰ τὰς πλείστας τῶν γενέσεων ἀποδημητικάς γίνεσθαι, καὶ τὰς μὲν συνεχέσι καὶ ποικίλαις τὰς δὲ σπανίως [*](7 ᾖ] ἢ S 9 ἐπιμερισμῶν S 12 ζῴδιον hic et supra p. 98, 36 fort. aliter usurpatum ac solet; omnino alius terminorum usus in hoc capite notandus Abraamum fort. fontem indicans 14 ἔχωσιν S 15 πίπτει ἢ καθυπερτερεῖ S 20 nempe τινι 21 τύχης S 28 intellegerem ἢ ἐφεστῶτος 24 ὢν] ἦ ὁ S (possis etiam ᾖ καὶ) 25 τὰς] τῆς S 26 τοῦ] τῶ S 29 παρέχοντας S 30 potius σπανίως sc. ἀποδημοῦντας 31 fort. τινα pro τὰ 33 possis ποικίλαις ⟨ἀποδημίαις περιτρέπεσθαι⟩)
100
καὶ ὀλιγάκις, διὰ πλεονάζειν ἔν τισι τὰ σχήματα τὰ ἀποδημίας ἐμποιοῦντα τισι δὲ μή· ὅθεν οἱ μὲν πολυαπόδημοι γίνονται, οἱ δὲ μετρίως καὶ οὐ συνεχέσι ταῖς ἀποδημίαις χρῶνται. ὅσοι γενέσει ὀλίγα σχήματα περὶ ἀποδημίας ἔχουσιν, ἐὰν καὶ οἱ κλῆροι ἐπὶ τῆς γενέσεως ἢ τῆς ἀντιγενέσεως οἱ περὶ ἀποδημίας καὶ τῆς τύχης πρὸς ἀγαθούς πέσωσιν, οὐ διδόασιν ἐξόδους, μάλιστα τοῦ ἐνιαυτοῦ μὴ ἔχοντος κίνημα ἀποδημίας· ἐὰν δὲ ἔχῃ καθὼς προεῖπον σχήματα, ποιοῦσιν ἀποδημίας. ἀσύνδετος πάλιν ὁ περὶ ἀποδημίας τῷ τῆς τύχης μάλιστα ἔχοντος τοῦ ἑνὸς κλήρου ἀγαθοποιὸν οὐ ποιήσει φιλαποδήμους, ἀλλʼ πατρίδι τὰ πλεῖστα διάγοντας. ἀπόστροφος Ἄρης τοῦ περὶ ξένης κλήρου μικρὰς κινήσεις ποιεῖ, τοῦ τῆς τύχης ἔχοντος ἀγαθοποιούς ἐπικειμένους ἀστέρας οὐ διδόασιν ἀποδημίας, μάλιστα ὑπὲρ γῆν πίπτοντες. ὁ κλῆρος τῆς τύχης ἐπὶ τοῦ μεσουρανήματος πίπτων ἀπόστροφος ὢν τοῦ περὶ ἀποδημίας μὴ ἔχων ἐναντίον κακοποιὸν ἢ φῶς οὐκ ἀποδημητικάς ποιεῖ γενέσεις, ἀλλʼ πατρίδι διάγοντας. ἐὰν οἱ δύο κλῆροι συμπέσωσι χωρὶς τοῦ Ἄρεως εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος εἰς ἕτερον ζῴδιον μηδένα κακοποιὸν ἔχοντες ἐναντίον ἤ ἐφεστῶτα, οὐ ῥᾳδίως ἀποδημίᾳ γίνονται. οἱ δὲ κλῆροι οἱ δύο κακοποιούς ἔχοντες ἐπικειμένους ἢ ἐναντίους πολυαποδήμους ποιοῦσι, μάλιστα τῶν ζῳδίων ὄντων καθύγρων, ὅπου οἱ κλῆροι. ὁ περὶ τύχης κλῆρος καλῶς πίπτων μηδένα ἔχων κακοκοιὸν ἢ καθυπερτεροῦντα ἢ τὰ φῶτα ἢ τὸν περὶ ἀποδημίας κλῆρον μάλιστα τῶν δύο --- κλήρων Ἄρης ἀπόστροφος ὢν οὐ διδόασιν ἀποδημίας, ἀλλὰ βουλόμενος ἀποδημῆσαι οὐκ ἐξῆλθεν. Ζεὺς γὰρ ἐὰν παροδικῶς ἐπὶ τούτων τῶν ζῳδίων γένηται, κωλύει τὴν ἔξοδον. ἐξαιρέτως δὲ ἀποδημεῖ, ἐὰν τύχῃ ἔτὸς εἰς ἀπόκλιμα ἐκπεσὸν ἀπὸ τοῦ ὡροσκόπου καθύγροις ζῳδίοις, μάλιστα ἀγαθοποιοῦ μὴ ἐφεστῶτος παροδικοῦ ἢ κατὰ γένεσιν. καὶ ὁ κύριος τῶν χρόνων τῷ κυρίῳ τοῦ περὶ ἀποδημίας κλήρου ἔτος παραδιδοὺς κακοποιοῦ μάλιστα ὁρῶντος ἢ ἀνάπαλιν ὁ κύριος τοῦ κλήρου τῳ τούς χρόνους ἔχοντι.

[*](3 possis μετρίαις 5 possis ⟨ὁ⟩ τῆς 9 spatium vacuum in S 13 ἐπιδημίας S 17 supplem. incertum 18 ἔχοντα S 24 lacunam indicat S 29 possis παροδικῶς 32 aut subaudi aut supple πολυακοδήμους ποιεῖ)