Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὰ ὑπόγεια ἔχοντα τοὺς χρόνους δίδωσι, μάλιστα καὶ τοῦ περὶ ἀποδημίας κλήρου εἰς τὰ ὑπόγεια πίπτοντος. κἂν οἱ κλῆροι πάλιν ὅ τε τῆς τύχης καὶ ὁ περὶ ἀποδημίας κακοποιούς ἔχωσιν ἐφεστῶτας ἢ ἐναντίους, ἀποδημίας πυκνὰς παρέχουσιν. ἐὰν τῳ ζῳδίῳ τῷ τοὺς χρόνους ἔχοντι ἐναντίος τύχῃ ὁ τοῦ περὶ ξένης ὢν κύριος, ἀποδημίᾳ ποιήσει τὴν γένεσιν. ἐὰν δὲ τῷ κλήρῳ τῆς τύχης καὶ ὁ τοῦ περὶ ἀποδημίας ὁμοῦ πέσῃ εἰς ὑπόγειον κέντρον, πολυαποδήμους ποιεῖ, μάλιστα ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κατεχόμενος ἢ ὑπὸ φωτός. ἐὰν εος τι τῶν ζῳδίων τῶν κληρωθέντων ἔχειν ἐπιμερισμοὺς τῶν χρόνων ἡ τριμηνιαία πίπτει, κινήσεις παρέχει, μάλιστα ἐὰν ἔχῃ ἐναντίον ἀστέρα κακοποιὸν ἢ τὰ φῶτα ἑστῶτα ὁμοίως καὶ τοῖς ὑπεργείοις τόποις τοῖς ἀποκεκλικόσιν ἦ. εἰ ἐλάττων ἐπιμερισμὸς ἢ ἐναντίος τύχῃ, παροδικὴν ἀποδημίαν ἔξει ἡ γένεσις. καθυπέρτεροι δὲ ἀστέρες μάλιστα τοῖς ὑπογείοις οὖσι καθύγροις τοῖς ἔχουσιν ἐπιμερισμούς ἀποδημίας ποιοῦσι, μάλιστα ἐὰν ἦ ἔχοντα τὰ φῶτα ἐπικείμενα τὰ ζῴδια ἢ κακοποιούς.