Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸ δὲ ἐπαναφερόμενον τοῦ ὡροσκόπου, ἐν τούτῳ τῷ ζῳδίῳ οἱ ἀγαθοποιοὶ οὐδὲν ὠφελήσουσιν, οἱ δὲ κακοποιοὶ ἀποτελοῦσι νωχελεῖς ἐπισινεῖς μὴ δυναμένους διανήχεσθαι τὸν βίον μέχρι τέλους. ἐὰν δὲ ὁ κλῆρος ἐπὶ τοῦ ζῳδίου ὑπάρξῃ τῶν κακοποιῶν οἰκοδεσποτούντων τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, νεκροφύλακες γίνονται ἔξω πύλης τὸν βίον διάγοντες. ὁ μὲν οὖν τοῦ Κρόνου κυριεύων τοῦ κλήρου τῆς τύχης τῷ τόπῳ τούτῳ ἐπιπαρὼν ποιεῖ νεκροψύχους ἀρρωστηματικοὺς καὶ δεσμῶν πεῖραν ἐπὶ χρόνον ἱκανὸν λαμβάνοντας, ἕως συμπληρώσωσι τοὺς χρόνους τοῦ ἀστέρος. ὁ δὲ τοῦ Διὸς ἐπιπαρὼν τῷ τόπῳ ἀνάλωσιν ἐκ τῶν ὑπαρχόντων μέχρι τέλους, ὥστε μηδὲν αὐτῷ καταλειφθῆναι· τέκνων μέντοι δόσιν, ἀλλ᾿ οὐκ εὐτυχῶς· ὁ δὲ τοῦ Ἄρεως παρὼν τῷ τόπῳ ἐὰν οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, προσκοπτικοὺς ζημιαωτικοὺς ἐμποδιζομένους. τινὲς δὲ καὶ αἰχμάλωτοι γίνονται καὶ πάλιν ἀποκαθίστανται. ἐὰν δὲ τὸν κλῆρον τῆς τύχης ἐν αὐτῷ τῷ ζῳδίῳ παρόντα κληρώσηται ὑπάρχων ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις, δεσμοφύλακες γίνονται εἰς κάρκαρον τὸν βίον πορίζοντες ἢ ἐν δεσμωτηρίοις διαζῶντες. ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν οἰκοδεσποτῶν τὸν κλῆρον τὸν ὡροσκόπον ἰδίῳ οἴκῳ ἢ Κρόνου τόποις, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως χρόνοις καὶ στερηθήσεται τῶν πατρικῶν καὶ ἐπαιτήσει. ἐὰν δὲ ὁ [*](1 Ἑρμῆς S ἐπικρατήσει S 3 γενόμενος S 4 διοικητὰς M 5 κεκληρῶσθαι M τῆς τύχης MS 7 κυριεύσει MS 10 genus dicendi quale ἡ δὲ δαφνηφορία, ξύλον ἐλαίας καταστέφουσι Procli Chesf. 248, 7, Raderm. Demetr. p. 79; Philostr. Vit. Ap. IV 16, 4, 28, 1, 2; Heiod. Aethiop. p. 3, 13 75, 11, 163, 9 Bk. 14 ἢ M] καὶ S 17 ἀρρωστιματικοὺς S ἐπιχρόνιον ἱκ. S, ἐπὶ χρόνων ἱκανῶν M 18 πληρώσουσι M 19 fort. del. ἐκ 20 καταληφθῆναι S 21 εὐτυχῆ M 22 οἰκοδεσποτήσει S προκοπτικοὺς MS 26 δημοφύλακες S κακὸν MS (carcerarios dicit) 29 ἀποτελεῖ S)

69
τῆς Ἀφροδίτης ἐπιπαρῇ τῷ ζῳδἰῳ καὶ οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, δημοσίας καὶ ἐπονειδίστους ἐργασίας ἀποτελέσει, ἐάνπερ ἐπ᾿ ἀνατολῆς ἑῴας τύχῃ· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τύχῃ, ἀνοήτους καὶ ἀγραμμάτους ἀποτελεῖ· ἐὰν δὲ καὶ κύριος τῆς δευτέρας τύχης γένηται, δ προσαγορεύεται δαίμων, κωφοὺς ἢ ἀφώνους ποιεῖ· ἐὰν δὲ ἀνατολικὸς ἦ, περίεργοι γίνονται ἃ οὐκ ἔμαθον ἐπιχειροῦντες, ἐπιτευκτικοὶ δὲ ἐν τοῖς μαθήμασιν. εἰ δὲ ἡ Σελήνη παρῇ ἐπὶ τοῦ ζῳδίου Κρόνου ὡροσκοποῦντος, τὸ ἐναλλὰξ γίνεται· ὑποχυθήσονται τὴν ὅρασιν ἢ ἀπογλαυκωθήσονται τοὺς ὀφθαλμούς.