Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔν τούτῳ τῷ ζῳδίῳ ἐὰν τύχῃ ἡ Σελήνη κληρωσαμένη τὸν ὡροσκόπον ἢ τὸν κλῆρον ἰδιοπροσωποῦσα, ὁ γεννώμενος μέγας ἔσται καὶ πολλῶν ἀγαθῶν κυριεύσει· ἄρξει πόλεως καὶ πολλοῖς ἐπιτάξει καὶ ἐπακουσθήσεται καὶ θησαυρῶν κυριεύσει. εἰ δὲ συμπαρείη ταύτῃ ὁ Ἥλιος καὶ εἴη πεποιημένη τὴν ἀνατολήν, ἱερεὺς θεᾶς μεγίστης ἢ ἱέρεια καὶ ἕξει βίον ἀκαθυστέρητον. ἐὰν δὲ ὁ τοῦ Κρόνου συμπαρῇ τῇ Σελήνη, θεοχόλωτος ζημιωτικὸς πολλάκις ἐπὶ κριτάς ἐρχόμενος καὶ πολλὰ βλασφημήσει θεοὺς ἕνεκεν τῶν συμβαινόντων αὐτῷ πραγμάτων. ἐὰν δὲ ὁ τοῦ Διὸς συμπαρῇ αὐτῇ, ἔσται προφήτης εὐτυχὴς πλούσιος ἔνδοξος, πολλῶν ἀγαθῶν κυριεύσει. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τῇ Σελήνῃ, πρακτικὸς μὲν ἀλλὰ ἀσεβής, καὶ παραθήκας ἀποστερήσει, ὅθεν ἀπ᾿ ἀλλοτρίων ἢ φόνων ἢ λῃστῶν τὸν βίον συνάξει, ξενιτεύσει δὲ πολλά. εἰ δὲ οἰκείως τύχῃ ἐν ἰδίοις προσώποις, ἀκολούθως τῇ διαιρέσει τῆς γενέσεως στρατηγὸς ἔσται χωρῶν καὶ πόλεων, ἄδικος ἐπίορκος ἀλλοτρίων ἐπιθυμητής, καὶ αίφνιδίως ἀπολεῖται χόλῳ ἐξουσίας. [*](1 inscr. om. M 3 ἀρχήτυπον S (quid ait nescio) κληρώσαιντο S 5 daemones et larvae eis responsa dabunt 6 Ἀρης S 8 πεσεῖται M βιαιοθανατήση S 9 παρατηρητέος M 10 ποιεῖν S καταλήψεις S, καταλήψει M 12 om. M 15 πόλεων Herm. 18 θεοῦ μεγίστου S, cf, Firmic. III 13, 5 19—23 θεοχόλωτος — Σελήνη om. S σημειωτικὸς M, corr. ex Herm. 22 an πολλῶν ἀνθρώπων? 23 Ἀρεως Herm.] Ἑρμοῦ M πραγματικὸς S 24 ἀπαλοτρίωσιν S 25 an ληστειῶν? τὸν om. S δὲ om. M 26 οἰκεῖος MS τύχει S ἰδίοις τόποις M fors. αἱρέσει 27 ἢ στρατ. S)

68
ἐὰν δὲ Ἀχροδίτη ἐν ἰδίοις τόποις ἐπικρατήσῃ τοῦ τῆς θεᾶς τόπου καὶ τοῦ κλήρου τῆς τύχης ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα, ἔσται ὁ γεννώμενος πλούσιος καὶ ὑπὸ γυναικὸς εὐνοηθήσεται· τινὲς δὲ βασιλικοὶ ἄρχοντες πόλεων διοικηταὶ διὰ τὸ τὴν θεὰν ἐν τῷ τῆς θεᾶς οἴκῳ συγκεκληρῶσθαι τὴν τύχην. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ συμπαρῇ τῇ Σελήνη ἐν τῷ τῆς θεᾶς ζῳδίῳ καὶ τοῦ κλήρου τῆς τύχης κυριεύσω ἢ τοῦ ὡροσκόπου, ὁ γεννώμενος ἐρεῖ τὰ μέλλοντα πᾶσι καὶ μυστηρίων θεῶν μεθέξει.