Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ δὲ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν οὕτως. τῶν μὲν ἀρρενικῶν ζῳδίων αἱ πρῶται β΄ ἥμισυ μοῖραι ἔσονται ἀρρενικαί, [*](1 om. M 3 ἀπ᾿ Αὐγούστου Us. 4 ρπη΄ Ma 5 ἕξες (i. e. ἑξῆς?) ταύ- τας Μ 6 (Ἄρει) ί M 9 ἐκὶ M ἡ om. M 10 φαωθί M 11 ἀθὴρ? V 14 ἐπιτόπως] ἐπὶ τόπος V, ἐπὶ et spat. vac. M 20 τὲ ante ἀπὸ del. Us. 22 γενεθλιακῆς M 23 ἐκεῖνο Ma κρίνει M 26 nempe τε- τάχθαι 27 τὸν om. V nempe καὶ 〈τῶν〉 29 ἐκ] καὶ VM 31 om. M 32 ἀρσενικῶν Va μὲν γὰρ 7)

28
αἱ δὲ ἑξῆς β΄ ἥμισυ θηλυκαί· τῶν δὲ θηλυκῶν ζῳδίων αἱ πρῶται β΄ ἥμισυ θηλυκαί, αἱ ἑξῆς ἀρρενικαί, αἱ δὲ ἑξῆς θηλυκαί. τοῖς οὖν συνοδικοῖς ἡ μοῖρα τῆς συνόδου δηλώσει, τοῖς δὲ πανσεληνιακοῖς ἡ μοῖρα τῆς πανσελήνου· οἱ δέ, ᾗ μοίρᾳ ὁ ὡροσκόπος ἤ ἡ Σελήνη.

Εἰσὶ δὲ καὶ οἱ φωτισμοὶ τῆς Σελήνης οὕτως. πρμωταία μὲν γὰρ οὖσα αίνει ὥρας U+2220΄ δ΄  κ΄· δευτεραία α΄ U+2220΄ ι΄· καὶ ἀεὶ ὅσων ἂν· ᾖ ἡμερῶν, τετράκις ποιήσας πέμπτον λαβὼν ἀποφσίνου τὴν ὥραν. οἷον ιε΄ ἐστὶ τῆς Σελήνης· τετράκις ταῦτα γίνεται ξ΄, ὧν ε΄ ιβ΄ φαίνει ἄρα λείπουσα ὥρας ιβ΄. πρωταία μὲν γὰρ οὖσα αίνει ὥρας U+2220΄ δ΄ κ΄ δευτεραία ὥραν α΄ U+2220΄ ι΄, τριταία ὥρας β΄ γ΄ ιε΄ τεταρταία ὥρας γ΄ ε΄, πεμπταία ὥρας δ΄, ἑκταία ὥρας δ΄ U+2220΄ δ΄ κ΄, ἑβδομαία ὥρας ε᾿  ι΄, ὀγδοαία Ϛ΄ Ϛ΄ ιε΄, ἐναταία ὥρας ζ΄ ε΄, δεκαταία ὥρας η΄ ἑνδεκαταία ὥρας η΄ U+2220΄ δ΄ κ΄, δωδεκαταία ὥρας θ΄ ε΄ ι΄, τρισκαιδεκαταία ὥρας ιγ΄ ιε΄, τεσσαρακαιδεκαταία ὥρας ια΄ ε΄, πεντεκαιδεκαταία ὥρας ιβ΄. ὁμοίως ιϚ΄ πρὸς ἀφαίρεσιν ὡς ἀπὸ α΄ ἕως ιε΄ ἐστίν. ἔστι δὲ αὐτῆς ὁ μὴν ἡμερῶν κθ΄, ὁ δὲ ἐνιαυτὸς ἡμερῶν τνδ΄.