Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εἰ δὲ καὶ τὸν οἰκοδεσπότην τοῦ ἔτους θέλεις ἐπιγνῶναι τῷ αὐτῷ τρόπῳ, οἷον ἐπὶ τοῦ αὐτοῦ ὑποδείγματος τὰ πλήρη Αὐγούστου ἔτη ρμη΄ καὶ ἐμβόλιμοι λϚ΄ καὶ τοῦ Θὼθ α΄· γίγνονται ρπε΄ ἐκ τούτων ἀφαιρῶ ἑβδομάδας κϚ΄ λοιπαὶ γ΄. ταύτας ἀπὸ Ἡλίου· καταλήγει ἔτος Ἄρει. ἐπὰν οὖν ἐπιγνῷς τὸν κύριον τοῦ ἔτους, εὑρήσεις καὶ τὸν κύριον τοῦ μηνὸς οὕτως, τῇ τῶν ζωνῶν διαθέσει ἀνωφερῶς χρώμενος. οἷον ὁ Θὼθ ἔσται Ἄρεως ἐπεὶ οὖν ἡ κθ΄ τοῦ Θὼθ πάλιν εἰς τὸν Ἄρεα καταλήγει, ἡ λ΄ Ἑρμοῦ, ἡ πρώτη τοῦ Φαωφὶ ἔσται Διός, ἡ λ΄ Ἀφροδίτης· ἡ α΄ τοῦ Ἀθὺρ Κρόνου, ἡ τοῦ Κοιὰκ α΄ Σελήνης, ἡ τοῦ Τυβὶ Ἑρμοῦ, ἡ τοῦ Mεχὶρ Ἀφροδίτης. ἐπεὶ οὖν τοῦ μὲν ἔτους κύριος Ἄρης, τοῦ δὲ πηνὸς Ἀφροδίτη, τῆς δὲ ἡμέρας Ἑρμῆς, τῆς δὲ ὥρας Ἥλιος, τούτους σκοπεῖν δεήσει ἐπὶ τῆς γενέσεως πῶς εἰσι κείμενοι. ἐπιτόπως μὲν γὰρ καὶ τῆς αἱρέσεως πράξεως δηλωτικοί, καὶ μάλιστα ὅταν ὁ κύριος τοῦ ἔτους διαπορευόμενος τύχῃ τὸν καταγόμενον ἐνιαυτόν, ὁ δὲ τοῦ μηνὸς τὸν μῆνα καὶ ὁ τῆς ἡμέρας τὴν ἡμέραν. δέ πως παραπέσωσιν ἢ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐναντιωμάτων καὶ ταραχῶν εἰσιν δηλωτικοί.

Ἐμοὶ δὲ μᾶλλον φυσικώτερον ἔδοξε τὰ πλήρη τὰ ἀπὸ Αὐγούστου ἔτη καὶ τὰς ἐμβολίμους λαβόντα, καθώς πρόκειται, καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας καὶ ἐκκρούσαντα ἑβδομάδας καὶ τὰς λοιπὰς ἀπολύσαντα ἀπὸ Ἡλίου ἐκεῖνον κρίνειν τοῦ ἔτους κύριον, εἰς ὃν κατέληξεν ὁ ἀριθμός· ἑκάστης γὰρ γενέσεως ἡ νουμηνία τὴν γεννητικὴν ἡμέραν ἐφέξει. δὲ τῷ αὐτῷ ἔτει τοὺς γεννωμένους ὑπὸ μίαν οἰκοδεσποτίαν τετευχέναι οὐ δοκεῖ λόγον ἔχειν. καθολικῶς οὖν τοῦ ἔτους τὸν κύριον καὶ κοσμικῶν κινήσεων οἱ παλαιοὶ ἐκ τῆς νουμηνίας τοῦ Θὼθ κατελάβοντο (ἕνθεν γὰρ τὴν ἀρχὴν τοῦ ἔτους ἐποιήσαντο), φυσικώτερον δὲ ἐκ κυνὸς ἐπιτολῆς.