De tropis (olim sub auctore Gregorio Corintho)

Tryphon II Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

215
Τοῦ λόγου εἰς εἴδη μεριζομένου τὸ μέν ἐστι κυριολογία, τὸ δὲ τρόπος.

Κυριολογία μέν ἐστιν ἡ τῶν κατὰ φύσιν λέξεων τετευχυῖα φράσις· τότε γὰρ οἰκείως προφέροιτο ἄν τις, ὅταν μὴ παρατραπῇ τοῦ κυρίως λεγομένου, οἷον

πὺξ μὲν ἐνίκησα . . . . . Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα.

Τρόπος δέ ἐστι λέξεως φράσις ἐκ τῆς καθ᾽ ἑαυτὴν ὁπωσοῦν ἰδιότητος μετατροπὴν εἰληφυῖα, διὸ καὶ τρόπος καλεῖται, παρείληπται δὲ ἤτοι χρείας ἕνεκα ἢ κόσμου περὶ τὴν φράσιν.

Τρόποι δέ εἰσι κζ', ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις, ὑπερβατόν, ἀναστροφή, συνεκδοχή, ὀνοματοποιΐα, μετωνυμία, περίφρασις, πλεονασμός, παραπλήρωμα, ἔλλειψις, ὑπερβολή, εἰρωνεία, σαρκασμός, ἤγουν χλεύη, ἀστεϊσμός, ἀντίφρασις, ἐναντίωσις, ἀντονομασία, ἀμφιβολία, σύλληψις, αἴνιγμα, ἐπαύξησις, ἐξοχή, ὑστερολογία καὶ σχῆμα.

Ἀλληγορία ἐστὶ φράσις ἕτερον μέν τι δηλοῦσα, ἑτέρου δὲ ἔννοιαν παριστῶσα, τότε δὲ καταχρῶνται

216
δεόντως τῇ ἀλληγορίᾳ, ὅταν ἢ δι᾽ εὐλάβειαν, ἢ δι᾽ αἰσχύνην οὐ δύνωνται φανερῶς ἀπαγγεῖλαι, ὃν τρόπον παρὰ Καλλιμάχῳ ἐν ἰάμβοις,
τὸ πῦρ ὅπερ ἀνέκαυσας, πολλὴν πρόσω κέχρηκε φλόγα· ἴσχε δὲ δρόμον μαργοῦντος ἵππου
. ταῦτα γὰρ οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυρός, οὔτε περὶ ἱπποδρομίας ἐστὶν ὁ λόγος, ἀλλ᾽ ὥσπερ αἰδούμενος ἐκδηλοῦν ἤλεγξε τὴν ὑπερβολὴν τῆς θρασύτητος.

Μεταφορά ἐστι λόγου μέρος μεταφερόμενον ἤτοι ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα· τῶν δὲ μεταφορῶν εἴδη ἐστὶ πέντε· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀπὸ ἐμψύχων εἰς ἄψυχα, αἱ δὲ τοὐναντίον ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, αἱ δὲ ἀπὸ πράξεως ἐπὶ πρᾶξιν. ἀπὸ μὲν ἐμψύχων ἐπὶ ἄψυχα, ὅταν ὁ ποιητὴς ἐπὶ τῶν δοράτων λέγῃ,

πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν,ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
τὸ γὰρ προθυμεῖσθαι ἐπὶ ἐμψύχων ἐστίν, ὅπερ τῷ δόρατι περιέθηκεν ἀψύχῳ ὄντι· τοῦτο δὲ εἴρηται κατ᾽ ἔμφασιν. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἔμψυχα, ὡς τὸ
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως·
τὸ γὰρ ἄσβεστον ἀπὸ ἀψύχου τοῦ πυρὸς μετηνέχθη ἐπὶ ἔμψυχον τὸν γέλωτα, καὶ τοῦτο κατ᾽ ἔμφασιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν τὸν βασιλέα τῶν ὄχλων· καὶ γὰρ ἀμφότερα ἐπὶ ἔμψυχα, ὡς γὰρ ὑποτέτακται τῷ ποιμένι τὰ ποίμνια, οὕτω τῷ βασιλεῖ οἱ ὄχλοι, ποιμὴν δὲ ὁ βασιλεύς· εἴρηται δὲ τοῦτο καθ᾽ ὁμοιότητα. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, ὡς ἐπὶ τοῦ
σπέρμα πυρὸς σώζων ἵνα μήποθεν ἄλλοθεν αὔοι.
217
καὶ γὰρ ἀμφότερα ἄψυχα. ἀπὸ δὲ πράξεως ἐπὶ πρᾶξιν, οἷον
ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφαίνει.
τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων τάσσεται κυρίως, νῦν δὲ ἐπὶ τῆς κατασκευῆς τῆς βουλῆς εἴληπται.

Τῶν δὲ μεταφορῶν αἱ μέν εἰσιν ἐμφάσεων δηλωτικαὶ καὶ οὐ σώζουσαι τὴν ὁμοιότητα, αἱ δὲ ὁμοῦ καὶ τὴν ἔμφασιν.

Κατάχρησίς ἐστι μέρος λόγου κυρίως καὶ ἐτύμως κατονομασθέν, λεγόμενον ἐπί τινος ἑτέρου ἀκατονομάστου κατὰ τὸ οἰκεῖον, οἷον πυξίς, χαλκὶς καὶ τριήραρχος· καὶ ἡ μὲν πυξὶς κυρίως καὶ ἐτύμως ἐστὶν ἡ ἐκ ξύλου πύξου κατεσκευασμένη, καὶ τὰ μολίβδινα χαλκίδας προσαγορεύομεν, καὶ τριήραρχον οὐ μόνον τοὺς τριηρέων ἄρχοντας, ἀλλὰ καὶ πεντήρεων καὶ ἑξήρεων, καὶ τὸν ἀνδριάντα καὶ γυναικὸς λέγομεν, καὶ Ὅμηρος

νέκταρ ἐῳνοχόει·
οὐ κατὰ τὸ οἰκεῖον, ἀλλ᾽ ἀκατονόμαστόν ἐστι.

Μετάληψίς ἐστι λέξις διὰ τῆς συνωνύμου τὸ ὁμώνυμον δηλοῦσα, οἷον

ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι·
καὶ γὰρ ἀπὸ τοῦ σχήματος μεταληπτικῶς τὰς νήσους θοὰς εἴρηκε· τὸ γὰρ θοὸν καὶ ὀξὺ συνώνυμόν ἐστι. καὶ τούτῳ δὲ ὁμώνυμόν ἐστι πᾶν τὸ κατὰ σχῆμα ὀξύ· ὀφείλων γὰρ ὀξείαις εἰπεῖν, θοῇσιν εἶπεν, ἐπεὶ τὸ θοὸν σημαίνει καὶ τὸ ταχὺ καὶ τὸ ὀξύ. καὶ πάλιν
Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας.
218
ὁ γὰρ κατὰ τὸν βίον φειδωλὸς συνωνύμως καὶ ἀκριβὴς καλεῖται, ὁ δὲ συνωνυμεῖ τῷ κατὰ τὴν τέχνην ἀκριβεῖ, τουτέστιν εὐστόχῳ.

Ὑπερβατόν ἐστι φράσις ἀναμέσον τὰ ἑξῆς ἔχουσα, γίνονται δὲ τὰ ὑπερβατὰ ἐν εἴδεσι δυσίν, εἴτε ἐν λέξει, οἷον

πάντη γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον.
ἔστι δὲ καὶ ἐν συνθέτοις λέξεσιν ὑπερβατὰ γινόμενα, οἷον
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος ἠελίοιο ἤσθιον·
ἀντὶ τοῦ κατήσθιον. τὰ δ᾽ ἐν λόγῳ γινόμενα ἔχει οὕτως παρ᾽ Ὁμήρῳ,
ὣς ἔφατ᾽· Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον· ἀμφὶ δὲ νῆεςσμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν—μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο.
τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται, ὣς ἔφατο, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον μῦθον ἐπαινήσαντες. ἔνιοι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ὑπερβατὰ πεποιήκασιν, ὡς καὶ Σιμωνίδης ἐν ἐπιγράμμασιν,
Ἑρμῆν τόνδ᾽ ἀνέθηκε Δημήτριος, ὄρθια δ᾽ οὐκ ἐν προθύροις,
ἀντὶ τοῦ οὐκ ὄρθια δέ.

Ἀναστροφὴ δέ ἐστι λέξις ἣν χρὴ προηγεῖσθαι τῆς σημαινομένης διανοίας δευτέραν ἔχουσαν τάξιν, ἔνιοι δὲ καὶ ἐπὶ πλειόνων λόγου μερῶν· ἐν μὲν προθέσει οὕτως,

ᾧ ἔπι πόλλ᾽ ἐμόγησα.
ἐν δ᾽ ἐπιρρήματι,
219
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς.
ἀντὶ ὡς ὄρνιθας. ἐν δὲ συνδέσμοις,
ἤτοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν· οὐδὲ λίην λυπρὴ αὐτὰρ δ᾽ εὐρεῖα τέτυκται.
ταῦτα μὲν πρὸς μίαν ἀναστρέφεται λέξιν, ἀλλαχοῦ δέ ἐστι πρὸς πλείονα μέρη λόγου τὴν ἀναστροφὴν ἔχειν, οἷον
Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι·
ἡ γὰρ ἀντὶ πρόθεσις οὐκέτι μιᾷ συντάσσεται, ἀλλὰ δυσὶ λέξεσιν, καὶ τὸ ἑξῆς ἀνθ᾽ Ἕκτορος ὠφείλετε.

Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν διανοίας. ἔχει δὲ τέσσαρας διαφοράς· καὶ γὰρ ἀπὸ τοῦ μέρους τὸ ὅλον δηλοῖ, καὶ ἀπὸ τοῦ ὅλου τὸ μέρος, καὶ ἀπὸ τοῦ συμβαίνοντος τὸ προηγούμενον, καὶ ἀπὸ τοῦ συμβόλου τὸ κύριον. ἀπὸ μὲν οὖν μέρους τὸ ὅλον, οἷον

θεὰ λευκώλενος Ἥρη·
ἀπὸ γὰρ τοῦ βραχίονος τὸ ὅλον σῶμα δηλοῖ. ἀπὸ δὲ τοῦ ὅλου τὸ μέρος, οἷον βόας αὔας ἀντὶ τοῦ βύρσας, τουτέστι τὰς ἀσπίδας. ἀπὸ γὰρ ὅλου τοῦ βοὸς ἐδήλωσε τὸ μέρος, ἤγουν τὸ δέρμα. ἀπὸ δὲ συμβαίνοντος τὸ προηγούμενον, οἷον
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.
τὸ λεύκαινον γὰρ ἀντὶ τοῦ συντόνως ἤρεσσον· ἐκ γὰρ τοῦ κωπηλατεῖσθαι συμβαίνει λευκαίνεσθαι τὸ ὕδωρ. ἀπὸ δὲ συμβόλου τὸ κύριον, οἷον
σκῆπτρον μέντοι δῶκε τετιμῆσθαι περὶ πάντων·
ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν βασιλείαν εἶπε τὸ σύμβολον, δεικνύς ἐκ τούτου τὸ κύριον ἤγουν τὴν βασιλείαν· σύμβολον γάρ ἐστι τῆς βασιλείας τὸ σκῆπτρον.

220

Ὀνοματοποιΐα ἐστὶ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων, οἷον

λίγξε βιός·
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα·
φωνῆς δὲ τὸ τοιοῦτον, οἷον ἡ ὀλολυγὴ καὶ ὁ μυκηθμός, καὶ
τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας.

Μετωνυμία ἐστὶ μέρος λόγου ἐφ᾽ ἑτέρου μέν τινος κυρίως κείμενον, ἕτερον δὲ σημαῖνον κατὰ τὸ οἰκεῖον,

ὑπείρεχον Ἡφαίστοιο·
σημαίνει δὲ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. καὶ πάλιν
ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης·
ἀντὶ τοῦ ὁ σίδηρος, καὶ ὅταν λέγωμεν τὸν οἶνον Διόνυσον, καὶ τὸν σῖτον Δήμητραν, καὶ τὰ παραπλήσια.

Περίφρασίς ἐστι διὰ τῆς αὐτοτελοῦς καὶ κυρίας λέξεως διὰ πλειόνων αὐτὸ τὸ κύριον δηλοῦσα πρὸς αὔξησιν τοῦ σημαινομένου, οἷον βίη Ἡρακληείη, καὶ ίερὸν μένος Ἀλκινόοιο ἀντὶ τοῦ ὁ Ἡρακλῆς καὶ ὁ Ἀλκίνοος.

Πλεονασμός ἐστι φράσις ἐν αὐτῇ πλεονάζουσα, ἢ ὡς ἐνδέχεται κατὰ ἀναλογίαν. τῶν δὲ λεγομένων πλεονασμῶν ἃ μὲν μέτρων ἕνεκα φράζονται, ἃ δὲ ἐμφάσεως· καὶ μέτρων μὲν τὰ τοιαῦτα, οἷον Αἰνείαο, Πριάμοιο, λελόγχασιν, καὶ πᾶν ὃ λέγεται κατὰ παραγωγήν· ἐμφάσεως δὲ σημαντικὰ τὰ τοιαῦτα,

ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσι.
καὶ
221
ἑρπύζων παρὰ θῖνα.
τὸν νωθρὸν ἐμφαίνει καὶ ἄστατον, καὶ
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.

Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον

ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας·
ἡ γὰρ πρὸ παρέλκει. καὶ
ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιος, ὅς τε μάλιστα
ἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ
καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων.

Ἐλλειψίς ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, ἀλλὰ μιᾷ λέξει ἢ πλείοσιν ἐλλείπουσα, οἷον κόπτων ἀμφοτέρῃσιν· ἐλλείπει γὰρ ταῖς χερσίν. ὁμοίως

ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί, ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται.
ἐλλείπει γὰρ τὸ καλῶς ἂν ἔχοι· ἀπεκρέματο γὰρ ἡ διάνοια. ἔνιοι δὲ τὸν τρόπον τοῦτον προσυπακουόμενον καλοῦσιν.

Ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς τὸ

ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων.
καὶ
ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
222
εἰ μὲν οὖν μυθικῶς τις ἀκούει τὸ τοιοῦτον, ἀκυρολογία φανήσεται, εἰ δὲ μή, ὑπαχθήσεται τῇ ὑπερβολῇ, ὡς τὸ
λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι.

Εἰρωνεία ἐστὶ φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μεθ᾽ ὑποκρίσεως, οἷον

Ἀντίνο᾽ ἦ μάλα καλὰ πατὴρ ὣς κήδεαι υἱοῦ.

Σαρκασμός ἐστι φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μετὰ χλευασμοῦ, οἷον

νῦν μὲν δὴ μάλα πάγχυ Μελάνθιε νύκτα φυλάξεις εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος.

Ἀστεϊσμός ἐστι φράσις διὰ τῶν ἐναντίων τὸ κρεῖττον ἠθικῶς ἐμφαίνουσα, οἷον εἴ τις πλούσιος ὢν εἶναι πένης λέγοι, καὶ ὁ τεχνίτης ἄτεχνος, καὶ ἀγαθὸς φαῦλος. ἔνιοι δὲ τὸν ἀστεϊσμὸν ὡρίσαντο προσποίησιν εἶναι τῆς ἀληθείας.

Ἀντίφρασίς ἐστι φράσις τοῖς κρείττοσι τοῦ παρισταμένου τὴν κακίαν ὅσον ἐφ᾽ ἑαυτῇ περιστέλλουσα, οἷον ὅταν πτωχὸν πλούσιον καλῶμεν, τὴν χολὴν γλυκεῖαν· ἢ ἀντίφρασίς ἐστι λέξις τὸ ἐναντίον διὰ τοῦ ἐναντίου σημαίνουσα χωρὶς ὑποκρίσεως. τίθεται δὲ ἤτοι κατ᾽ εὐφημισμὸν ἢ κατ᾽ ἐναντίωσιν· κατ᾽ εὐφημισμὸν μέν, ὅταν τὴν ἄκανθαν βάτον λέγωμεν, ἧς οὐκ ἔστιν ἐπιβῆναι, καὶ τὴν χολὴν γλυκεῖαν· κατ᾽ ἐναντίωσιν δὲ

οὐδ᾽ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς·
ἀντὶ τοῦ ἠνιάθη.
223

Ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικόν, ὃ καὶ μόνον ἀντὶ κυρίου παραλαμβάνεται, οἷον

ὄφρ’ εἰδῇ Γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται,
ἀντὶ τοῦ ἡ Ἀθηνᾶ· καὶ οὕτω γὰρ δηλοῖ
Γαιήοχε κυανοχαῖτα,
ἀντὶ τοῦ ὦ Πόσειδον· ἢ ἀντονομασία ἐστὶ λέξις δι᾽ ἐπιθέτων ἢ διὰ συσσήμων ὄνομα ἴδιον ἢ προσηγορικὸν σημαίνουσα· δι᾽ ἐπιθέτων μέν, οἷον Ἀτρείδη κύδιστε, ἀντὶ τοῦ ὦ Ἀγάμεμνον· διὰ δὲ συσσήμων, οἷον
ἐρίγδουπος πόσις Ἥρης.
καὶ
Λητοῦς καὶ Διὸς υἱός.