De tropis (olim sub auctore Gregorio Corintho)

Tryphon II Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον

χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου,
ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει, ἢ τοῦ Ἀχιλλέως, καὶ τὰ ἐπὶ τοῦ Ἑρμοῦ εἰρημένα·
σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς· ὅστε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
ληπτέον, ἵν ᾖ πυκινὰ ἀγρώσσων ἢ πυκινὰ πτερὰ δεύεται ἅλμῃ.
κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά,
τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπί τε τῶν κηρύκων καὶ τῆς πόλεως καὶ τῶν ἱερῶν, ἐπεὶ ἡ Ἴλιος τετείχισται ὑπὸ τῶν θεῶν. διὸ καὶ πολλάκις αὐτὴν λέγει Ἴλιον ἱρήν. καὶ πάλιν
Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε·
καὶ ὁμοίως,
224
δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα·
γίνεται δὲ ἡ ἀμφιβολία λέξει, ὡς Αἴας· ἄδηλον γάρ, τίς τῶν δύο. καὶ λόγῳ
δὸς δέ γέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.

Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὡς τὰ τοῦ Φοίνικος περὶ Κουρήτων

μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε ὡς ἦν, ἐν δ᾽ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοὶ μενέχαρμοι·
καὶ τὰ ἑξῆς.

Σύλληψίς ἐστι δυοῖν ὑποκειμένων πραγμάτων τὸ πραχθὲν ἰδίᾳ ὡς κοινῶς παραλαμβάνουσα, οἷον Ὀδυσσεύς περὶ τῆς ἀναιρέσεως Δόλωνος λέγει Νέστορι,

τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν,
καίτοι τοῦ Διομήδους μόνον αὐτὸν ἀνελόντος· τὸ μὲν ὑπόδειγμα τοῦ ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν· ἀλλαχοῦ δέ ἐστιν ἃ συλλαμβάνει ἕνα πρὸς πολλούς, ὡς ἔχει τὰ ὑπὸ Θερσίτου λεγόμενα πρὸς Ἀγαμέμνονα,
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες, εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν.
συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστεῦσιν ἀσθενὴς καὶ οὐδαμινὸς τυγχάνων.

Αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ σύνθετον πειρωμένη ποιεῖν, ὡς τὰ παρ᾽ Ἡσιόδῳ τὰ περὶ τῆς κύλικος λεγόμενα,

225
μηδέποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν· αὐτὰρ ἐπεὶ δ᾽ αὐτοὶ μὲν κνίσσης ἐξ ἔρον ἕντο·
καὶ οὐ μητέρα μητρὸς ἄγοντο αὐαλέην καὶ ὀπταλέην, ἐπεὶ δοκεῖ πρῶτα μὲν ξηραίνεσθαι, εἶτα ὀπτᾶσθαι· ἐφ᾽ ἑτέροισι τεκέεσσι, τοῖς ἑαυτοῦ τέκνοις, λέγει δὲ τοῖς ξένοις, τὸ δὲ τεθνάναι, καθὸ δοκεῖ ἐκ τῆς ὕλης εἰλῆφθαι.

Ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει τὰ τοιαῦτα,

τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα·
ὠκύπτερον γὰρ παρέστησε τῶν νεῶν τὸ τάχος, ἐπισυνάψας τῷ προτέρῳ τὸ νόημα.
ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ· ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος·
ἱκανὸν γὰρ τὸ ἴκελος αὐγῇ, προστιθεὶς δὲ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον.

Ἐξοχή ἐστιν ὀνόματος διαστολὴ κατὰ διαφορὰν πρὸς τὰ σημαινόμενα, οἷον

Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν·
ὥσπερ τοῦ Ἕκτορος οὐχὶ ἑνὸς τῶν Τρώων, ἐπὶ τοῦτον ἤνεγκε· κατ᾽ ἐξοχὴν γὰρ αὐτὸν ἐδήλωσε. καὶ ὁμοίως
οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην· θάνε δὲ ξανθὸς Μελέαγρος.

Ὑστερολογία ἐστὶ μέρος λόγου, ὅταν ὃ δεῖ πρῶτον λέγειν ὕστερόν τις ἐπιφέρῃ, οἷον

ἅμα τράφεν ἠδ’ ἐγένοντο·
ἀντὶ τοῦ ὁμοῦ ἐγένοντο καὶ ἐτράφησαν, καὶ
δούπησε δὲ πεσὼν
ἀντὶ τοῦ πεσὼν ἐδούπησε. καὶ
226
ἀλλ᾽ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον·
ἀντὶ τοῦ ἄκουσον καὶ ὑπόκριναι. καὶ
εἵματα δ᾽ ἀμφιέσασα θυώδεα λούσασα.
καὶ
λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον.

Σχῆμά ἐστι σολοικισμὸς ἀπολογίαν ἔχων, ὡς ὅταν εἴπωμεν, ὁ Φίλιππος, ὃν πάντες μισοῦσιν, ἀγαθός ἐστι. διαφέρει δὲ σχῆμα σολοικισμοῦ, ἐπειδὴ σχῆμα μέν ἐστι ποιητοῦ ἢ συγγραφέως ἁμάρτημα ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ καλλωπισμόν, σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον οὐ διὰ τέχνην, ἀλλὰ δι᾽ ἀμαθίαν γινόμενον.