De tropis (olim sub auctore Gregorio Corintho)

Tryphon II Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον

ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας·
ἡ γὰρ πρὸ παρέλκει. καὶ
ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιος, ὅς τε μάλιστα
ἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ
καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων.

Ἐλλειψίς ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, ἀλλὰ μιᾷ λέξει ἢ πλείοσιν ἐλλείπουσα, οἷον κόπτων ἀμφοτέρῃσιν· ἐλλείπει γὰρ ταῖς χερσίν. ὁμοίως

ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί, ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται.
ἐλλείπει γὰρ τὸ καλῶς ἂν ἔχοι· ἀπεκρέματο γὰρ ἡ διάνοια. ἔνιοι δὲ τὸν τρόπον τοῦτον προσυπακουόμενον καλοῦσιν.

Ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς τὸ

ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων.
καὶ
ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
222
εἰ μὲν οὖν μυθικῶς τις ἀκούει τὸ τοιοῦτον, ἀκυρολογία φανήσεται, εἰ δὲ μή, ὑπαχθήσεται τῇ ὑπερβολῇ, ὡς τὸ
λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι.

Εἰρωνεία ἐστὶ φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μεθ᾽ ὑποκρίσεως, οἷον

Ἀντίνο᾽ ἦ μάλα καλὰ πατὴρ ὣς κήδεαι υἱοῦ.

Σαρκασμός ἐστι φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μετὰ χλευασμοῦ, οἷον

νῦν μὲν δὴ μάλα πάγχυ Μελάνθιε νύκτα φυλάξεις εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος.

Ἀστεϊσμός ἐστι φράσις διὰ τῶν ἐναντίων τὸ κρεῖττον ἠθικῶς ἐμφαίνουσα, οἷον εἴ τις πλούσιος ὢν εἶναι πένης λέγοι, καὶ ὁ τεχνίτης ἄτεχνος, καὶ ἀγαθὸς φαῦλος. ἔνιοι δὲ τὸν ἀστεϊσμὸν ὡρίσαντο προσποίησιν εἶναι τῆς ἀληθείας.

Ἀντίφρασίς ἐστι φράσις τοῖς κρείττοσι τοῦ παρισταμένου τὴν κακίαν ὅσον ἐφ᾽ ἑαυτῇ περιστέλλουσα, οἷον ὅταν πτωχὸν πλούσιον καλῶμεν, τὴν χολὴν γλυκεῖαν· ἢ ἀντίφρασίς ἐστι λέξις τὸ ἐναντίον διὰ τοῦ ἐναντίου σημαίνουσα χωρὶς ὑποκρίσεως. τίθεται δὲ ἤτοι κατ᾽ εὐφημισμὸν ἢ κατ᾽ ἐναντίωσιν· κατ᾽ εὐφημισμὸν μέν, ὅταν τὴν ἄκανθαν βάτον λέγωμεν, ἧς οὐκ ἔστιν ἐπιβῆναι, καὶ τὴν χολὴν γλυκεῖαν· κατ᾽ ἐναντίωσιν δὲ

οὐδ᾽ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς·
ἀντὶ τοῦ ἠνιάθη.
223

Ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικόν, ὃ καὶ μόνον ἀντὶ κυρίου παραλαμβάνεται, οἷον

ὄφρ’ εἰδῇ Γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται,
ἀντὶ τοῦ ἡ Ἀθηνᾶ· καὶ οὕτω γὰρ δηλοῖ
Γαιήοχε κυανοχαῖτα,
ἀντὶ τοῦ ὦ Πόσειδον· ἢ ἀντονομασία ἐστὶ λέξις δι᾽ ἐπιθέτων ἢ διὰ συσσήμων ὄνομα ἴδιον ἢ προσηγορικὸν σημαίνουσα· δι᾽ ἐπιθέτων μέν, οἷον Ἀτρείδη κύδιστε, ἀντὶ τοῦ ὦ Ἀγάμεμνον· διὰ δὲ συσσήμων, οἷον
ἐρίγδουπος πόσις Ἥρης.
καὶ
Λητοῦς καὶ Διὸς υἱός.