Index apostolorum discipulorumque Domini
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
κʹ. Ἀνδρόνικος, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους, ὅς καὶ ἐπίσκοπος Σπανίας ἐγένετο.
καʹ. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς ωμαίους, ὅς καὶ ἐπίσκοπος Ὀδυσσοῦ ἐγένετο.
κβʹ. Οὐρβανὸς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς ἐπίσκοπος Μακεδονίας ἐγένετο.
κγʹ. Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃν καὶ Ἀνδρέας ὁ ἀπόστολος τὴν Ποντιδικὴν θάλασσαν διαπλέων ἐν Ἀργυροπόλει τῆς Θρᾴκης ἐπίσκοπον τοῦ Βυζαντίου κατέστησεν.
κδʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται ὁ ἀπόστολος, ὅς καὶ αὐτὸς ἐπίσκοπος Ἡρακλείας ἐγένετο.
κεʹ. Φύγελλος τὰ Σίμωνος φρονήσας Ἐφέσου ἐπίσκοπος ἐγένετο.
κϛʹ. Ἑρμογένης, ὃς ἐν Μεγάροις καὶ αὐτὸς κατέστη ἐπίσκοπος.
κζʹ. Δημᾶς, οὗ ὁ ἀπόστολος μνημονεύει ἐν τῇ πρὸς ιμόθεον βʹ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελλος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ Δημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο, περὶ οὗ καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν.
κηʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται ὁ ἀπόστολος, ὃς καὶ αὐτὸς ἐπίσκοπος Σμύρνης ἐγένετο πρὸ τοῦ ἁγίου Πολυκάρπου.
κθʹ. Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται ὁ ἀπόστολος, ὃς Βρετανίας ἐπίσκοπος ἐγένετο.
λʹ. Νάρκισσος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς ωμαίους, ὅς καὶ αὐτὸς ἐπίσκοπος Ἀθηνῶν γέγονεν.
λαʹ. Ἡρωδίων, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς ωμαίους, ὅς καὶ ἐπίσκοπος Παταρῶν ἐγένετο.
λβʹ. Ἄγαβος ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, ὅς καὶ προφητικοῦ χαρίσματος ἠξιώθη.
λγʹ. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Θηβῶν ἐγένετο.
λδʹ. Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ μέμνηται, ὅς καὶ αὐτὸς ἐπίσκοπος Ὑρκανίας ἐγένετο.
λεʹ. Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Μαραθῶνος ἐγένετο.
λϛʹ. Ἑρμῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς καὶ ἐπίσκοπος Δαλματίας ἐγένετο.
λζʹ. Πατροβᾶς, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὅς καὶ ἐπίσκοπος ἐν Ποτιόλοις γέγονεν.
ληʹ. Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Φιλιππουπόλεως ἐγένετο.
λθʹ. Λίνος ὁ μετὰ Πέτρου τὸν ἀπόστολον Ῥώμης ἐπίσκοπος γεγονώς.