Index apostolorum discipulorumque Domini
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Οὗτος ὁ προλεχθεὶς ἀοίδιμος ἀνὴρ συγγράμματα διάφορα καταλέλοιπε Ῥωμαϊκά τε καὶ Ἑλληνικά, ἐπειδήπερ καὶ ἑκατέρων τῶν γλωσσῶν ἔμπειρος ὑπῆρχε· γέγονε δὲ καὶ πολυστωρ δι᾽ εὐφυΐαν. Μετὰ δὲ τὴν τελευτὴν Διοκλητιανοῦ καὶ Λικινίου κατέλαβε καὶ αὐτὸς τὴν ἰδίαν παροικίαν καὶ ἦν ἰθύνων τὴν ἐν Τύρῳ ἐκκλησίαν μέχρις Ἰουλιανοῦ τοῦ
τυράννου. Καὶ ἐπειδήπερ οὐκ αὐτοφανῶς, ἀλλὰ κρυπνῶς διὰ τῶν ἀρχόντων Ἰουλιανὸς ἀνῄρει τοὺς Χριστιανούς, πάλιν ὁ Δωρόθεος κατέλαβε τὴν Ὀδυσσούπολιν, ἔνθα καὶ συσχεθεὶς ὑπὸ τῶν Ἰουλιανοῦ ἀρχόντων, καὶ πολλοὺς αἰκισμοὺς ὑπομείνας ἐν βαθυτάιῳ γήρᾳ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ταῖς βασάναις ἐναπέθανεν, ἑκατὸν καὶ ἑπτὰ ἐτῶν ἤδη τυγχάνων.Οὗτος τοίνυν ὁ μέγας πρεσβύτης καὶ συγγράματα ἡμῖν ἐκκλησιαστικὰ καταλέλοιπεν, ἐν οἷς καὶ τὰ περὶ τῶν οʹ μαθηππ τοῦ σωτῆρος ἱστόρησε, καὶ ἔνθα ὁ καθεὶς τῶν προφητῶν καὶ ἀποστόλων τὸν βίον ἐτελεσεν. Ἐν πρώτοις μὲν τοὺς ο´
ἐκείνους εἶναι λέγει, ὧν οἱ πλείους καὶ ἐπίσκοποι ἐν διαφόροις παροικίαις ἐγένοντο, ὧν καὶ ὁ θεῖος ἀπόστολος ἐν τοῖς ἀσπασμοῖς αὐτοῦ μέμνηται· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ νεκρῶν ἀνάστασιν πάντας αὐτοὺς ἐπιστρέψαι σημαίνει καὶ ἐν τοῖς ἀποστόλοις γεγενῆσθαι, ὧν καὶ τὰς ἐπωνυμίας ὧδε που οὗτος ἐπισημαίνεται λέγων.αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων ὑπ᾽ αὐτοῦ τοῦ κυρίου γενόμενος.
βʹ. Κλεοπᾶς ὁ καὶ Συμεών, ὁ ἀνέψιος τοῦ κυρίου γεo γενόμενος καὶ δεύτερος ἐπίσκοπος Ἱεροσολύμων, ὅς καὶ εἶδεν αὐτὸν μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.
γʹ. Ματθίας ὁ ἀναπληρώσας τὸν ἀριθμὸν τῶν ιβʹ ἀποστόλων.
δʹ. Θαδδαῖος ὁ τὴν ἐπιστολὴν Αὐγάρῳ τοπάρχῳ ἀποκοs ἐν Ἐδέσσῃ καὶ ἰασάμενος αὐτοῦ τὸ πάθος.
εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον καὶ Δαμασκοῦ μετέπειτα γενόμενος ἐπίσκοπος.
ϛʹ. Στέφανος ὁ πρωτομάρτυς ὁ εἷς τῶν ἐκλελεγμένων ὑπὸ τῶν ιβʹ ἀποστόλων εἰς διακονίαν.
ζʹ. Φίλιππος ὁ εἷς τῶν ζʹ, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ ἐν Τράλλεσι τῆς Ἀσίας γεγονὼς ἐπίσκοπος.
ηʹ. Πρόχωρος ὁ εἷς τῶν. ζʹ καὶ ἐπίσκοπος Νικομηδείας τῆς Βιθυνίας γενόμενος.
θʹ. Νικάνωρ ὁ εἷς τῶν ζʹ, ὃς κατ᾽ αὐτὴν τὴν ἡμέραν ἀπέθανε, καθ᾽ ἣν ὁ ἅγιος Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς τὸν Χριστόν.
ιʹ. Τίμων ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Βοστρῶν τῶν Ἀράβων γενόμενος ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων.
ιαʹ. Παρμενᾶς ὁ εἷς τῶν ζʹ, ὃς ἐπ᾽ ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ.
ιβʹ. Νικόλαος ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Σαμαρείας γενόμενος ἑτεροδόξησεν ἅμα τῷ Σίμωνι.
ιγʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας
πρῶτον ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξεν, ἐπίσκοπος εδιολάνου μετέπειτα γεγονώς.ιδʹ. Μάρκος, ὅς ὑπὸ Πέτρου τοῦ ἀποστόλου ἐπίσκοπος Ἀλεξανδρείας ἐγένετο καὶ εὐαγγελιστής.
ιεʹ. Σιλᾶς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας καὶ ἐν Κορίνθῳ ἐπίσκοπος γεγονώς.
ιϛʹ. Λουκᾶς, ὅς κατὰ πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον σὺν Παύλῳ ἐκήρυξεν.
ιζʹ. Σιλουανὸς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας Θεσσαλονίκης ἐπίσκοπος γέγονεν.
ιηʹ. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Γαλλίᾳ ἐγένετο.
ιθʹ. Ἐπαίνετος, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ὅς καὶ ἐπίσκοπος Καρθαγένης ἐγένετο.