De prophetarum vita et obitu (recensio anonyma)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Ἔστι δὲ ὁ τάφος ἐχόμενα τοῦ τάφου τῶν βασιλέων ὄπισθεν τοῦ τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομὼν γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαυὶδ διαγράψαντος κατ᾽ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαὼν μηκόθεν τῆς πόλεως σταδίους εἴκοσι. Καὶ ἐποίησε σκολιάν, σύνθεσιν ἀνυπονόητον· καὶ ἔστιν ἕως τῆς σήμερον τοῖς πολλοῖς ἀγνοουμένη, ὅλου δὲ τοῦ λαοῦ. Ἐκεῖ εἶχεν ὁ βασιλεὺς τὸ χρυσίον τὸ ἐξ Ἀιθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ ὁ Ἐζεκίας ἔδειξε τοῖς ἔθνεσι τὸ μυστήριον Δαυὶδ καὶ Σολομῶντος καὶ ἐμίανεν ὀστᾶ τόπου πατέρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν ἔσεσθαι τὸ σπέρμα αὐτοῦ τοῖς
ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον αὐτὸν ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης.β´. Ἱερεμίας ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις Αἰγύπτου λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. Κεῖται δὲ ἐν τῷ τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι᾽ αὐτοῦ. Ηὔξατο γὰρ καὶ αἱ ἀσπίδες αὐτοὺς ἔασαν καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι μὲν νεφώθ, Ἕλληνες δὲ κροκοδείλους. Καὶ ὅσοι εἰσὶ πιστοὶ θεοῦ, ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀσπίδων θεραπεύουσι. [Καὶ πολλοὶ αὐτὰ τὰ θηρία καὶ τὰ τοῦ ὕδατος φυγαδεύουσιν.] Ἡμεῖς δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀντιγόνου καὶ Πτολεμαίου γερόντων ἀνδρῶν, ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἐπιστὰς τῷ τόπῳ τοῦ προφήτου καὶ ἐπιγνοὺς αὐτοῦ μυστήρια εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείπαtα περιθεὶς αὐτὰ ἐνδόξως κύκλῳ· καὶ ἐκωλύθη ἐκ τῆς γῆς τὸ γένος τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως
τοὺς κροκοδείλους, καὶ οὕτως ἐνέβαλε τοὺς ὄφεις τοὺς λεγομένους ἀργόλας, ὅ ἐστιν ὀφιομάχους, οὓς ἤνεγκεν ἐκ τοῦ Ἄργους τῆς Πελοποννήσου, ὅθεν καὶ ἀργόλαι καλοῦνται, τοῦτ᾽ ἔστιν Ἄργους δεξιοί· λαιὰν γὰρ λέγουσι πᾶν εὐώνυμον.Οὗτος ὁ Ἱερεμίας σημεῖον δέδωκε τοῖς ἱερεῦσιν Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν ⟨διὰ σωτῆρος ἐκ παρθένου γενομένου ἐν φάτνῃ⟩. Δι᾽ ὃ καὶ ἕως νῦν τιμῶσι παρθένον λοχὸν καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσι, καὶ Πτολεμαίῳ τῷ βασιλεῖ τὴν αἰτίαν πυνθανομένῳ ἔλεγον, ὅτι πατροπαράδοτόν ἐστι μυστήριον ὑπὸ ὁσίου προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν, καὶ ἐκδεχόμεθα τὸ πέρας, φησίν, τοῦ μυστηρίου αὐτοῦ.
Οὗτος ὁ προφήτης πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπαξε τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῷ καὶ ἐποίησεν αὐτὰ καταποθῆναι ἐν πέτρᾳ καὶ εἶπε τοῖς παρεστῶσιν· ἀπεδήμησε κύριος ἐκ Σιὼν εἰς οὐρανὸν καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει.
Καὶ σημεῖον ὑμῖν ἔσται τῆς παρουσίας αὐτοῦ, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνοῦσιν. Εἶπε δὲ ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἐκβάλλει, εἰ μὴ Ἀαρών, καὶ τὰς ἐν αὐτῷ πλάκας οὐδεὶς ἀναπτύξει οὐκέτι ἱερέων ἢ προφητῶν, εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ, καὶ ἐν τῇ ἀναστάσει πρώτη ἡ κιβωτὸς ἀναστήσεται καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας καὶ τεθήσεται ἐν ὄρει Σινᾶ καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὸν συναχθήσονται ἐκεῖ ἐκδεχόμενοι κύριον καὶ τὸν ἐχθρὸν φεύγοντες ἀνελεῖν αὐτοὺς θέλοντα. Ἐν τῇ πέτρᾳ ἐσφράγισε τῷ δακτύλῳ τὸ ὄνομα τοῦ θεοῦ καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη ἐσκέπασε τὸ ὄνομα καὶ οὐδεὶς νοεῖ τὸν τόπον οὔτε ἀναγνῶναι αὐτὸν 〈δύναται〉 ἕως σήμερον καὶ ἕως συντελείας. Καί ἐστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου πρώτως ἡ κιβωτὸς γέγονε μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς κεῖνται Μωϋσὴς καὶ Ἀαρών. Καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Καὶ ἔδωκεν ὁ θεὸς τῷ Ἱερεμίᾳ χάριν, ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσειεν, ἵνα γένηται συγκοινωνὸς Μωϋσέως καὶ ὁμοῦ εἰσιν ἕως σήμερον.γʹ. Ἰεζεκιὴλ. Οὗτός ἐστιν ἐκ γῆς Ἀρίρα, ἐκ τῶν ἱερέων καὶ ἀπέθανεν ἐν τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας πολλὰ προφητεύσας τοῖς ἐν τῇ Ἰουδαίᾳ. Ἀπέκτεινεν δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ Ἰσραὴλ ἐκεῖ ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. Καὶ ἔθαψαν αὐτὸν ἐν ἀγρῷ Μαοὺρ ἐν τάφῳ Σὴμ καὶ Ἀρφαξὰδ πατέρων Ἀβραάμ, καὶ ἔστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι καὶ Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥας. Διπλοῦν δὲ λέγεται, ὅτι εἱλικτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου ὑπερῷον καί ἐστι ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον.
Οὗτος ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτε ἐκλείποι, ἐπελπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσῃ, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον. Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος καὶ πολλοὶ πρὸς αὐτὸν συνεστρέφοντο. Καί ποτε πλήθους
συνόντος αὐτῷ ἔδεισαν οἱ Χαλδαῖοι, μὴ ἀντάρωσι, καὶ ἐπῆλθον αὐτοῖς εἰς ἀναίρεσιν. Καὶ ἐποίησε στῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν γενόμενοι. Καὶ οἱ τολμήσαντες τῶν ἐχθρῶν ἐπιδιῶξαι κατεποντίσθησαν.Οὗτος διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχετο καὶ πολλοῖς ἐκλείπουσι ζωὴν ἐλθεῖν ἐκ θεοῦ παρεκάλεσεν.
Οὗτος ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προσῆλθε τοῖς ἡγουμένοις καὶ διὰ τεραστίων φοβηθέντες ἐπαύσαντο. Τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι· διαπεφωνήκαμεν, ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ ἐν τέρατι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἔσται ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐπὶ τοῦ μέλλοντος.
Οὗτος ἐκεῖ ὤν ἐδείκνυ τῷ λαῷ Ἰσραὴλ τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν καὶ ἦλθεν
εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπίστων. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον, οὗ τὸ τεῖχος καὶ περίτειχος πλατύ, καθὼς εἶπε καὶ ὁ Δανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν Δὰν καὶ τοῦ Γάδ, ὅτι ἠσέβουν εἰς τὸν κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας· καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν, καὶ προείρηκεν, ὅτι δι᾽ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ ἐν Μηδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν. Καὶ ἐξ αὐτῶν ἦν ὁ ἀνελὼν αὐτόν. Ἀντέκειντο γὰρ αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.δʹ. Δανιήλ. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα, γένους τῶν ἐξεχόντων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ᾽ ἔτι νήπιος ἤχθη ἐκ τῆς Ἰουδαίας εἰς γῆν Χαλδαίων· ἐγεννήθη δὲ ἐν Βεθώρῳ
τῇ ἀνωτέρᾳ καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα.Πολλὰ ἐπένθησεν οὗτος ἐπὶ τὴν πόλιν καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς καὶ ἦν ἀνὴρ ξηρὸς τὴν ἰδέαν, ἀλλὰ ὡραῖος ἐν χάριτι ὑψίστου.
Οὗτος πολλὰ ηὔξατο ὑπὲρ τοῦ Ναβουχοδονόσορ παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, ὅτε ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν τὰ ἐμπρόσθια ὡς βοῦς σὺν τῇ κεφαλῇ καὶ οἱ πόδες σὺν τοῖς ὀπισθίοις λέων. Ἀπεκαλύφθη τῷ ὁσίῳ περὶ τοῦ μυστήριου τούτου, ὅτι κτῆνος γέγονε διὰ τὴν φιληδονίαν καὶ τὸ σκληροτράχηλον, καὶ ὅτι ὡς βοῦς ὑπὸ ζυγὸν γίνονται τοῦ Βελίαρ. Ταῦτα ἔχουσιν οἱ δυνάσται ἐν νεότητι· ἐπὶ τέλει δὲ θῆρες γίνονται
ἁρπάζοντες ὀλοθρεύοντες ἀναιροῦντες καὶ πατάσσοντες. Ἔγνω διὰ θεοῦ ὁ ἅγιος, ὅτι ὡς βοῦς ἤσθιε χόρτον καὶ ἐγένετο ἀνθρωπίνης φύσεως τροφή. Διὰ τοῦτο καὶ ὁ αβουχοδονόσορ μετὰ τὴν πέψιν ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου κύριον πᾶσαν ἡμέραν καὶ νύκτα τεσσαρακοντάκις δεόμενος. Βεημὼθ ἐπεγίνετο αὐτῷ καὶ ἐλάνθανεν, ὅτι γέγονεν ἄνθρωπος· ἤρθη ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν· καὶ νοῶν εὐθέως ἐδάκρυσεν· οἱ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς κρέας ἐκ τοῦ κλαίειν. Πολλοὶ γὰρ ἐξιόντες ἐκ τῆς πόλεως ἑώρων αὐτόν. Ὁ Δανιὴλ μόνος οὐκ ἠθέλησεν αὐτὸν ἰδεῖν, ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ· ἔλεγεν, ὅτι πάλιν ἄνθρωπος γενήσεται· καὶ ἠπίστουν αὐτῶ. Ὁ Δανιὴλ τὰ ἑπτὰ ἔτη, ἃ εἶπεν ἑπτὰ καιρούς, ἐποίησε γενέσθαι ἑπτὰ μῆνας· τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ᾽ αὐτόν, ὅτι ἀποκατέστησεν ἑπτὰ μησί, τὰ ἓξ ἔτη καὶ ἕξ μῆνας ὑπέπιπτε κυρίῳ καὶ ὡμολόγει τὴν ἀσέβειαν αὐτοῦ καὶ μετὰ ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέδσκεν αὐτῷ τὴν βασιλείαν. Οὔτε ἄρτον ἢ κρέα ἔφαγεν οὔτε οἶνον ἔπιεν ἐξομολογούμενος, ὅτι ὁ Δανιὴλ αὐτῷ προσέταξεν ἐν ὀσπρίοις βρεκτοῖς καὶ χλόαις ἐξιλεοῦσθαι κύριον. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὅτι ἠθέλησεν αὐτὸν συγκληρόνομον καταστῆσαι τῶν τέκνων αὐτοῦ. Ἀλλ’ ὁ ὅσιος εἶπεν· ἵλεώς μοι ἀφεῖναι κληρονομίαν πατέρων μου καὶ κολληθῆναι κληρονομίαις ἀπεριτμήτων. Καὶ τοῖς ἄλλοις βασιλεῦσι Περσῶν πολλὰ ἐποίησεν τεράστια, ὅσα οὐκ ἔγραψαν. Ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως.Καὶ αὐτὸς ἔδωκε τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω αβυλῶνος, ὅτι· ὅτε καπνισθήσεται τὸ ἐκ βοῤῥᾶ, ἥξει τὸ τέλος Βαβυλῶνος·
4.col.a. ὅτε δὲ ὡς ἐν πυρὶ κεῖται, τὸ τέλος πάσης τῆς γῆς.4.col.b. ὅτε δὲ κατ᾽ ἀνατολὰς ὕδωρ καθαρὸν ἐξελεύσεται, τότε ἐπὶ γῆς ὀ θεὸς φανεὶς ὡς ἄνθρωπος καὶ εἰς ἑαυτὸν ἀναδέξεται ἀνομίας τῆς γῆς, ἐν τῷ ἀνασκολοπίζεσθαι αὐτὸν ὑπὸ τῶν ἱερέων τοῦ νόμου [καὶ πρεσβυτέρων τοῦ λαοῦ Ἰσραήλ. Τότε φόνος ἔσται τοῦ Βελίαρ]. Εὐθέως δὲ χαρὰ ἐκχυθήσεται εἰς πάντα τὰ ἔθνη· ὅτε δὲ κατὰ νότον ἐν πυρὶ καίεται, τὸ τέλος ἔσται πάσης τῆς γῆς.
ἐὰν δὲ τὸ ἐν τῷ νότῳ ῥεύσῃ ὕδατα, ἐπιστρέψει ὁ λαὸς εἰς γῆν αὐτοῦ, καὶ ἐὰν αἷμα ῥεύσῃ, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ ὁ ὅσιος.
εʹ. Ὠσηέ. Οὗτος ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσάχαρ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Καὶ ἔδωκε τέρας, ἥξειν κύριον ἐπὶ τῆς γῆς, ἐὰν ἡ δρῦς ἡ ἐν Σηλὼμ μερισθῇ ἀφ᾽ ἑαυτῆς καὶ γένωνται δρύες δώδεκα.
ϛʹ. Μιχαίας ὁ Μωραθὶ ἦν ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ. Καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος σύνεγγυς πολυανδρίου Ἐνακείμ.
ζʹ. Ἀμὼς ἦν ἐκ Θεκουέ. Καὶ Ἀμασίας πυκνῶς αὐτὸν τυμπανίσας τέλος, καὶ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ἐν ῥοπάλῳ πλήξας αὐτοῦ τὸν κρόταφον· καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ μεθ᾽ ἡμέρας ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.
ηʹ. Ἰωὴλ ἦν ἐκ τῆς γῆς τοῦ Ῥουβὴν ἐν ἀγρῷ Βεθωμόρων, [προφητεύσας περὶ λιμοῦ καὶ ἐκθλίψεως θυσιῶν καὶ πάθους προφήτου δικαίου καὶ δι᾽ αὐτοῦ ἀνακαινισθήσεθαι τὴν κτίσιν εἰς σωτηρίαν]. Ἐν εἰρήνῃ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.
θʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βηθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περιεσώζετο. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος
9.col.a. οὗ ἐφείσατο Ἠλίας καὶ κατέβη πρὸς Ὀχοζίαν. Μετὰ ταῦτα ἀπολιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσε καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.
9.col.b. τοῦ Ἀχαὰβ δεηθεὶς τοῦ Ἠλία ἐγένετο αὐτοῦ μαθητὴς καὶ πολλὰ παθὼν δι᾽ αὐτὸν καὶ καταλιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως ἠκολούθει τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.
ι´. Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθμοῦς πλησίον πόλεως Ἐλλήνων Ἀζώτου κατὰ θάλασσαν.
10.col.a. Καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους καὶ ἀπελθὼν ἐν Νινευῇ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν ἀλλοφύλων ἐθνῶν· ἔλεγε γάρ, ὅτι οὕτως ἀφελῶ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ ινευῆ τῆς μεγάλης πόλεως. Ἦν τότε Ἠλίας ἐλέγχων τὸν οἶκον Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγεν. Καὶ ἐλθὼν εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς· οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων· καὶ εὐλόγησεν αὐτήν. Καὶ θανόντα τὸν υἱὸν αὐτῆς πάλιν ἤγειρεν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία· ἠθέλησε γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ ἀναστὰς μετὰ τὸν λιμὸν ἦλθεν ἐν γῇ Ἰούδα. Καὶ ἀποθανοῦσαν τὴν μητέρα αὐτοῦ κατὰ τὴν ὁδὸν ἔθαψεν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεββώρας. Καὶ κατοικήσας ἐν γῇ Σαραὰρ ἀπέθανε καὶ ἐτάφη ἐν σπηλαίῳ Κενεζέου κριτοῦ γενομένου μιᾶς φυλῆς ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ καὶ ὅλην τὴν γῆν, ὅτε ἴδωσι λίθον βοῶντα οἰκτρῶς, ἐγγίζειν τὸ τέλος. Καὶ ὅτε ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, ὅτι ἡ πόλις ἕως ἐδάφους ἠφάνισται ὅλη. 10.col.b. Ἦν τότε Ἠλίας ὁ προφήτης ἐλέγχων τὸν Ἀχαὰβ βασιλέα Σαμαρείας· καὶ ἐκάλεσε λιμὸν μέγαν ἐπὶ τῆς γῆς· ἔφυγεν ἐν τῇ ἐρήμῳ καὶ ἐτρέφετο ἐκ τῶν κοράκων τῆς ἐρήμου, καὶ ἔπιεν ὕδωρ ἐκ τοῦ χειμάῤῥου καὶ ὡς ἐξηράνθη ὁ χειμάῤῥους ἐπείνασεν ὁ προφήτης καὶ ἦλθεν εἰς Σαρεφθᾶ καὶ εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς Ἰωνᾶν καὶ εὐλόγησεν αὐτὴν σίτῳ καὶ ἐλαίῳ καὶ ἔμεινεν μετ᾽ αὐτοῦ. Οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων· καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν πάλιν ἤγειρεν αὐτὸν ὁ θεὸς ἐκ νεκρῶν διὰ τοῦ Ἠλία. Καὶ ἀπέδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ διὰ τὴν φιλοξενίαν αὐτῆς. Καὶ γενόμενος υἱὸς Ἰωνᾶς μέγας ἐπέμφθη ὑπὸ κυρίου εἰς νευῒ τὴν πόλιν Ἀσσυρίων. Καὶ ἐζήτησεν Ἰωνᾶς ἀποδρᾶσαι κυρίου, καὶ κατεπόθη ὑπὸ τοῦ κήτους καὶ ἐκβρασθεὶς ἐκήρυξε τὴν ἀπώλειαν Νινευΐ, καὶ μετενόησαν οἱ ἄνδρες οἱ Νινευΐται καὶ ἠλεήθησαν. Καὶ ἐλυπήθη Ἰωνᾶς καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτῶν, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν ἀλλοφύλων. Ἔλεγε γὰρ ὅτι· οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς μεγάλης πόλεως Ἀσσυρίων, ἠθέλησε γὰρ ὁ θεὸς δεῖξαι αὐτῷ ,ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ κατοικήσας ἐν γῇ Σαὰρ· ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζίου τοῦ κριτοῦ Οὗτός ἐστιν Ἰωνᾶς ὁ γενόμενος εἰς τύπον τῆς τοῦ κυρίου ἀναστάσεως καὶ ἔδωκε τέρας ἐπὶ Ἰσραὴλ λέγων, ὅτι· ὅτε ἴδωσιν ἐπὶ Ἱερουσαλὴμ πολλὰ ἔθνη, ὅτι ἡ πόλις ἕως ἐδάφους ἀφανισθήσεται.ιαʹ. Ναοὺμ ἀπὸ Ἐλκεσὶ πέραν τοῦ Ἰσβηγαβαρὶν φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῒ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀπολεῖται, ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν. Ἀπέθανε δὲ ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
ιβʹ. Ἀμβακοὺμ ἐκ φυλῆς ἦν Συμεὼν ἐξ ἀγροῦ Βηθζουχάρ.
Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως ερουσαλὴμ καὶ ἐπένθησε σφόδρα. Καὶ ὅτε ἦλθε αβουχοδονόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην καὶ παρῴκησεν ἐν γῇ Ἰσμαήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ εἰς Αἴγυπτον, ἦν παροικῶν τὴν γῆν αὐτοῦ καὶ ἐλειτούργει θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πορεύομαι εἰς γῆν μακρὰν καὶ ταχέως ἐλεύσομαι. Εἰ δὲ βραδύνω, ἀπενέγκατε τοῖς θερισταῖς. Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι καὶ οὐδενὶ εἶπε τὸ γενόμενον· συνῆκε δὲ ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ὑπὸ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν ἀποθνήσκει τῆς ἐπιστροφῆς. Καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ μόνος.Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται.
Τότε ἅπλωμά φησι τοῦ Δαβὴρ εἰς μικρὰ ῥαγήσεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται· αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου. Καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει κύριος, ὅτι φωτίσουσι τοὺς διωκομένους ὑπὸ τοῦ ὄφεως ἐν σκότει ὡς ἐξ ἀρχῆς. [Καὶ διασώσει αὐτοὺς κύριος ἐκ σκότους καὶ σκιᾶς θανάτου· καὶ ἔσονται ἐν σκηνῇ ἁγίᾳ. Οὗτος ὁ προφήτης περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ πολλὰ προεφήτευσε. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς τοῦ λαοῦ τῆς ἀπὸ Βαβυλῶνος ἐτελεύτησε καὶ ἐτάφη ἐν τῷ ἰδίῳ ἀγρῷ μονώτατος ἐνδόξως.]ιγʹ. Σοφονίας ἐκ φυλῆς ἦν Συμεὼν ἀγροῦ Σαβαραθά· προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους ἐθνῶν καὶ αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.
ιδʹ. Ἀγγαῖος ὁ καὶ ἄγγελος, τάχα νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ.
Καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως· ὡς αὐτοί.ιεʹ. Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκὼς κἀκεῖ πολλὰ τῷ λαῷ προεφήτευσε· καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν ερουσαλὴμ ἱερατεύσει. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐφ᾽ υἱῷ ηὐλόγησε καὶ ὄνομα Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν, ἣν ποιήσει ἐπὶ Ἱερουσαλὴμ καὶ εὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ Ἰσραὴλ καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων, καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο· καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλειπὼν ἐτάφη σύνεγγυς Ἀγγαίου. [Ἀλληλούϊα Ἀγγαίου καὶ Ζαχαρίου εἶπεν ὁ πνευματικὸς προφήτης Δαυὶδ ἐν τοῖς τελευταίοις ψαλμοῖς· τουτ, αἰνεῖτε τὸν θεὸν ἐν ψαλμοῖς καὶ χοροῖς περὶ τῆς ἐπανόδου ἀπὸ Βαβυλῶνος.]
ιϛʹ. Μαλαχίας. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σωφᾷ καὶ ἔτι πάνυ νέος καλὸν βίον ἔσχηκε. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾷον, ἐκάλεσεν αὐτὸν Μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ καὶ τῷ ἰδεῖν εὐπρεπής. Ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος θεοῦ ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας ὡς γέγραπται ἐν Σφαρφωτίμ, τουτέστιν ἐν βίβλῳ κριτῶν. Καὶ ἔτι νέος προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ.
ιζʹ.17.col.a. Ναθὰν προφήτης Δαυὶδ ἦν ἐκ Γαβᾶ καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν νόμον κυρίου καὶ εἶδεν, ὅτι Δαυὶδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται καὶ
σπεύδοντα ἐλθεῖν ἀγγεῖλαι αὐτῷ ἐνεπόδισεν ὁ Βελίαρ, ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸνκείμενονγυμνὸνἐέσφαγμένον· καὶ ἐπέμεινεν ἐκεῖ καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε τὴν ἁμαρτίαν. Καὶ ὑπέστρεψε πενθῶν καὶ ὡς ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἔπεμψε κύριος ἐλέγξαι αὐτόν· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε καὶ ἐτάφη εἰς τὴν γῆν αὐτοῦ.17.col.b. Ναθὰν ὁ προφήτης τοῦ Δαυὶδ ἐκ φυλῆς ἱερωσύνης ἦν. Ἐγεννήθη δὲ ἐν Γαβαῷ καὶ αὐτὸς ἐδίδαξε τὸν Δαυὶδ νόμον κυρίου· καὶ γνοὺς ὅτι
ἐν Βηρσαβεὲ παραβήσεται ὁ Δαυίδ, ἔσπευσε τοῦ ἐλθεῖν καὶ ἀναγγεῖλαι αὐτῷ, ὥστε φυλάξασθαι ἀπὸ τῆς ἀνομίας. Καὶ ἐνεπόδισεν αὐτὸν ὁ Βελίαρ. Ἐρχόμενος γὰρ εἰς Ἱερουσαλὴμ εὗρε νεκρὸν ἐσφαγμένον παρεσκευασμένον γυμνὸν καὶ ἀποδυσάμενος τὴν στολὴν καὶ περιβαλὼν αὐτῷ ἐπέμεινεν ἐκεῖ θέλων θάψαι τὸν νεκρόν· καὶ μὴ φθάσας ἐλθεῖν πρὸς Δαυὶδ τῇ νυκτὶ ἐκείνῃ, ἐποίησε τὴν ἀνομίαν. Καὶ γνοὺς τῷ πνεύματι ὁ ὅσιος, ὑπέστρεψε πενθῶν πάσας τὰς ἡμέρας, καὶ ὅτε ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἀπέστειλεν αὐτὸν ὁ θεὸς ἐλέγξαι τὸν Δαυίδ, ἐπειδὴ γὰρ ἔβλεπεν ὁ θεὸς πενθοῦντα τὸν Ναθάν· ἔλεγε γάρ, ὅτι δι᾽ ἐμοῦ γέγονεν ἡ ἀσέβεια αὕτη. Καὶ προσέσχεν ὁ κύριος ἐπὶ τὸν στεναγμὸν αὐτοῦ· καὶ εἶπε πρὸς αὐτόν· ἐπειδὴ διὰ σοῦ νομίζεις γεγενῆσθαι τὸ τραῦμα, διὰ σοῦ καὶ ἡ θεραπεία γενήσεται. Ἀπελθὼν οὖν ἤλεγξεν αὐτὸν ἐπὶ κεκρυμμένοιςκαὶἐποίησεναὐτός, καθὼς ἐνετείλατο αὐτῷ ὁ κύριος. Οὗτος οὖν εἰς βαθὺ γῆρας ἐλάσας καὶ ἐν πολλῇ ἀγαθῇ ἐκοιμήθη ἐν εἰρήνῃ.ιηʹ.18.col.a. Ἀχία ἀπὸ Σηλώμ, ὅπου ἦν ἡ σκηνὴ τὸ παλαιὸν ἐκ πόλεως Ἠλί. Οὗτος εἶπε περὶ Σολομών, ὅτι προσκρούσει
κυρίῳ· καὶ ἤλεγξε τὸν Ἱεροβοάμ, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου· εἶδε ζεῦγος βοῶν πατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· προεῖπε καὶ τῷ Σολομῶντι, ὅτι αἱ γυναῖκες αὐτὸν ἐκστήσουσι καὶ πᾶν τὸ γένος αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς Σηλώμ.18.col.b. Σηλὼμ ὁ καὶ Ἠλεί, ἔνθα ἦν καὶ ἡ σκηνὴ τὸ πάλαι. Σηλὼμ δὲ ἐκαλεῖτο ὁ Ἠλεί· ἐν ἀρχῇ τῆς ἱερωσύνης
προεφήτευσε περὶ Σολομῶντος, ὅτι προσκρούσει διὰ τὰς γυναῖκας· ὅτι γυναῖκες ἐκστήσουσι καὶ διαστρέψουσιν αὐτὸν ἀπὸ κυρίου καὶ ἅπαν τὸ γένος αὐτοῦ· καὶ περὶ τοῦ Ἱεροβοὰμ εἶπεν, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου καὶ μετὰ Ἰσραήλ· εἶδε ζεῦγος βοῶν θηλείων καταπατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· καὶ ὅτι παραβήσεται Σολομὼν τὸν νόμον τοῦ ὑψίστου· ταῦτα προεῖπεν Ἠλεὶ πρὸς τοὺς υἱοὺς αὐτοὺς ἱερατεῦσαι. Καὶ οὗτος ὁ προφήτης αὐτὸς ἀπέθανεν ἐν γήρει βαθυτάτῳ οὐκ ἀγαθῶς.ιθʹ. Ἰωὰδ ἐκ τῆς Σαμαρείμ. Οὗτός ἐστιν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπι ταῖς δαμάλεσι· καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν.
κʹ. Ἀζαρίας ἐκ γῆς Συβαθά, ὃς ἐπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.