De prophetarum vita et obitu (Dorothei recensio)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Οὗτος Σοφονίας ἔνατος καὶ αὐτὸς ἀξιωθεὶς προφητεῦσαι περὶ τοῦ δεσπότου Χριστοῦ, φησὶν γὰρ οὕτως· ἐπιφανήσεται κύριος ἐπ᾽ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ
τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. Πάλιν λέγει· ὅτι μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰς αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. Καὶ πάλιν λέγει· Χαῖρε σφόδρα, θύγατερερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεύσει κύριος ἐν μέσῳ σου· οὐκ ὄψει κακὰ οὐκέτι, ἅπερ πάντα κυριώτερα ἐπὶ τοῦ δεσπότου Χριστοῦ ἁρμόζει.Σοφονίας ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Σαβαρθαθά. Οὗτος προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους Ἰσραὴλ καὶ αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.
Οὗτος Ἀγγαῖος δέκατος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ, ὡς εἰς πρόσωπον Ζοροβάβελ τὰ ἁρμόζοντα τῷ δεσπότῃ Χριστῷ λέγων. Καὶ θήσομαί σε σφραγῖδα, διότι σε ᾐρετισάμην, λέγει κύριος παντοκράτωρ, καθάπερ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει. Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.
Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ
φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε. Καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί.