De prophetarum vita et obitu (Dorothei recensio)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ λέγων οὕτως· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐκβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκε ταύτην τὴν χρῆσιν· τὴν ἔκβασιν δὲ κυρίως ἔσχεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ. Ἔτι λέγει· καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. Καὶ μετ᾽ ὀλίγα πάνυ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ταύτης τῆς χρήσεως μέμνηται ὁ κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτι ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρηκώς.
Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, κἀκεῖ τῷ λαῷ πολλὰ προεφήτευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, καὶ εἰς Ἱερουσαλὴμ ἱερατεύσεις. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε καὶ τὸ ὄνομα
Ζοροβάβελ ἐπέθηκε. Καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος. Καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν ἣν ποιήσει ἐπὶ Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλήμ· περὶ τέλους ἐθνῶν καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο. Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ, καὶ ἐτάφη σύνεγγυς τοῦ Ἀγγαίου [ἐγγὺς Ἐλευθερουπόλεως ἀπὸ σταδίων τεσσαράκοντα ἐν ἀγρῷ τοῦ Νοεμὰν ἐν χρόνοις Ἐφίδου ἐπισκόπου. Ἐμφανισθεὶς ὅτι αὐτός ἐστιν Ζαχαρίας υἱὸς Βαραχίου, οὗ μέμνηται Ἡσαΐας, ὄνομα δὲ τῷ ἀγρῷ ἔνθα κεῖται Βεθζαρία, μηκόθεν Ἱερουσαλὴμ ἀπὸ σταδίων ρνʹ.]Οὗτος Μαλαχίας δωδέκατος καὶ αὐτὸς προφητεύειν ἀξιωθεὶς τῶν κατὰ τὴν οἰκονομίαν τοῦ δεσπότου τοῦ Χριστοῦ. Λέγει δὲ καὶ αὐτὸς οὕτως· διότι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν. Καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ. Καὶ πάλιν λέγει· ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου σου. Ταύτην δὲ τὴν χρῆσιν ὁ κύριος εἰς ἑαυτὸν ἐξέλαβε καὶ εἰς τὸν βαπτιστὴν Ἰωάννην. Ἔτι λέγει ὁ αὐτὸς προφήτης· καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ
ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ἣν ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, καθὼς εἶπεν ὁ κύριος τοῖς Ἰουδαίοις, ὅτι· καὶ ἐὰν θέλητε δέξασθαι περὶ Ἰωάννου, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.Μαλαχίας οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σοφᾷ καὶ ἔτι πάνυ νέος ὤν καλὸν βίον ἔσχηκεν. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾶον, ἐκάλεσαν αὐτὸν Μαλαχίαν, ὃ ἑρμηνεύεται ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος κυρίου ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας, ὡς γέγραπται ἐν Σφερτελλείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. Καὶ ἔτι νέος ὤν προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ.
[Οὗτοι μέν εἰσιν οἱ ιβʹ προφῆται, οἱ εἰς ἓν βίβλον ἀριθμούμενοι, ἐξ ἧς βαδιούμεθα ἐπὶ τοὺς μεγάλους τέσσαρας, ὧν ἑκάστου ἴδιόν ἔστι βιβλίον, ναὶ μὴν καὶ ἐπὶ τοὺς λοιποὺς περιβοήτους προφήτας ὧν οὐ φέρονται συγγράμματα, ταῦτα προθεωρήσαντες πρότερον.]
Λοιπὸν ἐπὶ τοὺς τέσσαρας μεγάλους βαδιοῦμεν πληρώσαντες σὺν θεῷ τοὺς ιβʹ. Πάντες μὲν οἱ προφῆται
προεφήτευον καὶ ὑπεμίμνησκον τοὺς Ἰουδαίους περὶ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ὧν πρὸς τοὺς πατέρας ἐποιήσατο, ὅπως πάντα τὰ ἔθνη εὐλογεῖν ὑπέσχετο ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ διὰ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας, καὶ ὅπως ἐλυτρώσατο αὐτοὺς ὁ θεὸς πρώην ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων μετὰ βραχίονος ὑψηλοῦ· καὶ δέδωκεν αὐτοῖς τὴν γῆν ἐπαγγελίας, καὶ ὅπως αἰχμάλωτοι εἰς αβυλῶνα ὑπὸ Ναβουχοδονόσορ ἀπαχθήσονται, καὶ πάλιν ἐνδόξως ἐπανήξουσι, καὶ πάλιν πείσονται κακὰ ὑπὸ Ἀντιόχου καὶ τῶν πέριξ ἐθνῶν, καὶ ὅπως καὶ τούτων δυνάμει θείᾳ περιγένωνται· καὶ τότε ὁ προσδοκώμενος ἐκ τοῦ σπέρματος Ἀβραὰμ ἥξει ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου κατὰ τὰς ἄνωθεν ἐπαγγελίας. Τοῦτο τὸ ἔργον τῶν προφητῶν. Τινὲς μὲν οὖν ἐξ αὐτῶν ἑαυτοῖς συνέγραψαν τὰς ἰδίας βίβλους, οἷον ὁ Δαβὶδ συνθεὶς τὴν βίβλον τῶν ψαλμῶν καὶ Δανιὴλ ἐν τῇ αἰχμαλωσίᾳ κελευσθεὶς γράψαι ἅπερ αὐτῷ δι᾽ ὁράσεων ἀπεκαλύφθη· ἢ καὶ ἄλλοι τινές. Οἱ δὲ λοιποὶ οὐχ ἑαυτοῖς συνέγραφον, ἀλλὰ γραμματεῖς ἦσαν ἐν τῷ ἱερῷ, οἳ ἔγραφον ἑκάστου προφήτου ὡς ἐπὶ ἡμερολογίου λόγον. Καὶ ἡνίκα ἀπεστέλλετο ὑπὸ τοῦ θεοῦ προφήτης κηρῦξαι ἢ περὶ ερουσαλὴμ ὅτι μέλλει αἰχμαλωτίζεσθαι ἢ περὶ Σαμαρείας ἢ περὶ ἑτέρων τόπων ἢ περὶ τῆς ἐπανόδου ἢ περὶ Ἀντιόχου ἢ περὶ τῶν πέριξ ἐθνῶν ἢ περὶ αὐτοῦ τοῦ δεσπότου Χριστοῦ, καθ᾽ ἣν ἡμέραν προεφήτευεν, ἔγραφον ἐν τῷ λόγῳ τοῦ προφήτου ἐκείνου ὃ ἐκήρυσσε περὶ ἑνὸς πράγματος. Καὶ πάλιν μετὰ καιρόν, εἰ ἐκήρυξε περὶ ἑτέρου πράγματος, πάλιν ἔγραφον ὑποτάσσοντες εἰς τὸν αὐτοῦ λόγον ὡς ἀρχὴν κεφαλαίου ποιούμενοι ὃ ἐκήρυττον, καὶ οὕτω πᾶσαν τὴν βίβλον αὐτοῦ συνετίθεσαν. Ὅθεν ἐστὶν εὑρεῖν ἐν ταῖς αὐτῶν βίβλοις κεφάλαιον ἁρμόζον εἰς τὴν αἰχμαλωσίαν Βαβυλῶνος ἢ εἰς τὴν ἐπάνοδον, καὶ εὐθέως περὶ Χριστοῦ ἕτερον καὶ αὖθις περὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἐπανόδου λέγοντα [ἢ ἕτερον ὑποθέσεως καὶ αὖθις ἄλλο περὶ ἄλλου καὶ πάλιν ἕτερον περὶ τῆς προτέρας ὑποθέσεως]. Καὶ ἁπλῶς εἰπεῖν, ἐὰν μὴ παρατετηρημένως ἀναγνῷς, συγκεχυμένα τὰ πάντα εὑρήσεις. Οὐ μόνον δὲ ταῦτα τὰ προφητικά, ἀλλὰ καὶ αἱ βασιλεῖαι τούτῳ τῷ τρόπῳ ἐγράφησαν ἐν τῷ ἱερῷ κατὰ μέρος ἐν τῷ καιρῷ τοῦ Σαοὺλ τὰ ἕως τοῦ Σαοὺλ καὶ ἐν τῷ καιρῷ τοῦ Δαβὶδ τὸ ἕως Δαβίδ. Ὁμοίως καὶ τὰ ἑκάστου βασιλέως τὰ κατὰ τὸν ἴδιον καιρὸν ἐγράφοντο. Ὁμοίος ἔγραφον καὶ ἐν τοῖς ̓ σκρινίοις τῶν βασιλέων, ἅς καλοῦμεν παραλειπομένας. Τὴν δὲ Πεντάτευχον ὁ Μωϋσὴς ἔγραψεν ἱστορίαν προγεγονότων καὶ γινομένων καὶ ἐσομένων. Ἰησοῦς πάλιν τὴν ἰδίαν βίβλον· τοὺς κριτὰς πάλιν ἐν τῷ ἱερῷ ἤγουν ἐν τῇ σκηνῇ, ὁμοίως καὶ τὴν Ῥούθ. Σολομὼν πάλιν τὰ ἴδια ἔγραψε, τάς τε παροιμίας καὶ τὰ ᾄσματα καὶ τὸν Ἐκκλησιαστήν, σοφίας χάριν εἰληφὼς παρὰ θεοῦ, καὶ πάντα ἄνθρωπον νουθετῶν σοφῶς ἀναστρέφεσθαι ἐν τῷδε τῷ βίῳ· προφητείας γὰρ χάριν οὐκ εἰλήφει. Ὅσους οὖν ηὕρομεν προφήτας ἀξιωθέντας εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ ἐτάξαμεν. Ἔτι δὲ γράφωμεν καὶ περὶ τῶν ἄλλων τεσσάρων προφητῶν, ὅσα ἠξιώθησαν εἰπεῖν περὶ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας, ἐν ᾗ ἀφορᾶ πᾶς ὁ σκοπὸς τῆς θείας γραφῆς. Προφέρωμεν τοίνυν πρῶτον τὸν μεγαλοφωνότατον Ἡσαΐαν ὅς καὶ τύπῳ καὶ λόγῳ ἠξιώθη ἰδεῖν καὶ προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου.