De prophetarum vita et obitu (Dorothei recensio)

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

Οὗτος Μιχαίας ὁ τρίτος ὃς ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ καί φησιν· καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλίγιστος εἶ τοῦ εἶναι ἐν χλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ταύτην τὴν χρῆσιν λαβόντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων Ἡρώδου αὐτοὺς ἀπαιτοῦντος, ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφησαν, ἐν Βηθλεέμ. Ὅθεν καὶ τοὺς μάγους ἐπὶ τὴν Βηθλεὲμ τότε ἀπέστειλεν. Ἔτι λέγει αὐτὸς ὁ προφήτης· αὐτὸς ἐπιστέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἁμαρτίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας ἡμῶν, δώσει, εἰς ἀλήθειαν τῷ Ἰακώβ, ἔλεος τῷ Ἀβραάμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.

Μιχαίας ἦν ἀπὸ Μορασθὴ ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνηρέθη ἐν κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβαίαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυανδρίου Ἐνακείμ.

Οὗτος Ἰωὴλ ὁ προφήτης καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ τὸν δεσπότην Χριστὸν μυστηρίου· φησὶ γὰρ οὕτως· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται.

Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων πληρουμένης, ὅτε ἡ κάθοδος τοῦ ἁγίου πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῇ ἡμέρᾳ τῆς Πεντεκοστῆς ἐγένετο.

Ἰωὴλ ἐκ γῆς ἦν τοῦ Ῥουβὴν ἀγροῦ τοῦ Βεθομορῶν, καὶ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐκεῖ ἐτάφη.

Οὗτος Ἀβδιοῦ πέμπτος φησὶ καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· διότι ἐγγὺς ἡμέρα

κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Εἴρηται μὲν κατὰ τὸ πρόχειρον ἐπὶ τῶν Σκυθῶν, τουτέστι τοῦ Γὼγ καὶ Μαγώγ· κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ δεσπότου Χριστοῦ· ἐπιφέρει γὰρ μετ᾽ ὀλίγα· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία.

Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βιθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία, καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περισώζεται. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας, καὶ κατέβη πρὸς Ὀχοζίαν, καὶ μετὰ ταῦτα ἀπολιπὼν λειτουργίαν τοῦ βασιλέως προεφήτευσεν καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.