De prophetarum vita et obitu (Dorothei recensio)

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

Οὗτος Ὠσηὲ τῶν ιβʹ προφητῶν ὁ πρῶτος, ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ οὕτως· ὅταν θλίβωσιν, ὀρθρίσουσιν πρός με λέγοντες· δεῦτε ἐπισρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς πλήξας, μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα. Ἐκ ταύτης τῆς χρήσεως ὁ ἀπόστολος λέγει Παῦλος τοῖς Κορινθίοις· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς· οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν. Ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ δεσπότου Χριστοῦ· σάρξ μου ἐξ αὐτῶν. Πάλιν λέγει· ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραὶμ καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα. Νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἄγιος κεκλήσεται τοῦ θεοῦ ἀπὸ τῆς φυλῆς διὰ τὸν ἐξ αὐτῆς ἀναδεικνύμενον κατὰ σάρκα δεσπότην Χριστόν, λαὸν ἄγιον θεοῦ ὀνομάσας τὸν Ἰούδαν. Ἔτι πάλιν ὁ αὐτὸς προφήτης· ἐκ χειρὸς Ἅιδου ῥύσομαι
αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, Ἅιδη; ταύτῃ τῇ χρήσει ἐχρήσατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως.

Οὗτος Ὠσηὲ ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ.

Οὗτος ὁ δεύτερος Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ οὕτως· διότι ἰδοὺ ἐγὼ στερέων βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. Ἔτι λέγει. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ὁ ποιῶν ταῦτα. Ταύτης τῆς χρήσεως μέμνηται Ἰάκωβος ὁ ἀπόστολος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων.

Ἀμὼς ἦν ἐκ Θεκουέ, καὶ Ἀμασίας συχνῶς αὐτὸν ἐτυμπάνισε. Τέλος ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ῥοπάλῳ πλήξας τὸν κρόταφον, καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ μεθ᾽ ἡμέρας δύο ἀπέθανεν, καὶ ἐκεῖ ἐτάφη.