De utilitate mathematicae
Theon Smyrnaeus
Theon Smyrnaeus. Theonis Smyrnaei philosophi platonici Expositio rerum mathematicarum ad legendum Platonem utilium. Hiller, Eduard, editor. Leipzig: Teubner, 1878.
ἀρτιοπέριττοι δέ εἰσιν οἱ ὑπὸ δυάδος καὶ περιττοῦ οὑτινοσοῦν μετρούμενοι, οἵτινες ἐκ παντὸς περιττὰ μέρη ἔχουσι τὰ ἡμίσεα κατὰ τὴν εἰς ἴσα διαίρεσιν· ὡς τὰ δὶς ζ΄ ιδ΄. ἀρτιάκις μὲν γὰρ οὗτοι καλοῦνται περιττοί, ἐπεὶ ὑπὸ τῆς δυάδος ἀρτίας οὔσης μετροῦνται καὶ περισσοῦ τινος, ὁ μὲν δύο τοῦ ἑνός, ὁ δὲ ϛʹ τοῦ γʹ, ὁ δὲ ιʹ τοῦ ε΄, ὁ δὲ ιδʹ τοῦ ζ΄. διαιροῦνται δὲ οὗτοι τὴν πρώτην [*](5 inser. περὶ τῆς τῶ ν ἀρτίων διαφορᾶς Α, ῆ in mg.) [*](6 inser. περὶ τῶν ἀρτιάκις ἀρτίων Α. cf. Ζeller Ι Ρ. 366) [*](μὲν ἄρτιοι Α] μὲν ἀρτίου apogr. 7 οἷς] ὡ Α. 9 τὸ apogr.] τὸν Α 11 ὁμώήνυμιον: ω corr. ex ο Α περιττῶ: ω corr. ex ου Α. 14 ῖς corr. ex ιγ Α 18 inscr. περὶ ἀρτιοπερίττων Α, ι in mg. 20 μέρη del. Hultsch)
περισσάκις δὲ ἄρτιοί εἰσιν ὧν ὁ πολλαπλασιασμὸς ἐκ δυεῖν ὡντινωνοῦν περισσοῦ καὶ ἀρτίου γίνεται, καὶ πολλαπλασιασθέντες εἰς ἴσα μὲν ἄρτια μέρη δίχα διαι- ροῦνται, κατὰ δὲ τὰς πλείους διαιρέσεις ἃ μὲν ἄρτια μέρη, ἃ δὲ περισσὰ ἔχουσιν· ὡς ὁ ιβ΄ καὶ κ΄· τρὶς γὰρ δ΄ ιβ΄, καὶ πεντάκις δ΄ κ΄· καὶ τὰ μὲν ιβ΄ διχῆ διαιρεῖ- ται 〈εἰς〉 ϛ΄ καὶ ϛ΄, τριχῇ δὲ εἰς δ΄ καὶ δ΄ καὶ δ΄, τετραχῆ δὲ εἰς τετράκις γ΄· τὰ δὲ κ΄ διχῆ μὲν εἰς ι΄, τετραχῆ δὲ εἰς ε΄, πενταχῆ δὲ εἰς δ΄.