διὸ καὶ τὰς πρὸς τὸν ἥλιον συνόδους καὶ φάσεις καὶ κρύψεις, ἃς καὶ αὐτὰς ἀνατολὰς καλοῦσι καὶ δύσεις, οὐχ ὁμοίως πάντες ποιοῦνται. σελήνη μὲν γὰρ μετὰ τὴν πρὸς τὸν ἥλιον σύνοδον, ἐπειδὴ θᾶττον αὐτοῦ τὴν εἰς τὰ ἑπόμενα ποιεῖται κίνησιν, ἀεὶ ἑσπερία πρώ- τως φαινομένη καὶ ἀνατέλλουσα, ἑῴα κρύπτεται καὶ δύνει. φαίνων δὲ καὶ φαέθων καὶ πυρόεις ἀνάπαλιν ἐπειδὴ βράδιον ἡλίου τὸν τῶν ζῳδίων ἀνύουσιν εἰς τὰ ἑπόμενα κύκλον, οἷον αὐτοὶ καταλαμβανόμενοι ὑπʼ αὐ- τοῦ καὶ παριέμενοι, ἀεὶ ἑσπέριοι δύνοντες [δὲ] ἑῷοι ἀνατέλλουσιν. ὁ φωσφόρος δὲ καὶ στίλβων ἰσόδρομοι ὄντες ἡλίῳ καὶ περὶ αὐτὸν ἀεὶ βλεπόμενοι, καταλαμβά- νοντες αὐτὸν καὶ καταλαμβανόμενοι ὑπʼ αὐτοῦ, ἑκατέ- ρως ἑσπέριοι μὲν ἀνατείλαντες ἑσπέριοι πάλιν κρύπτον- ται, ἑῷοι δὲ φανέντες ἑῷοι δύνουσι καὶ ἀφανίζονται. τῶν γὰρ ἄλλων πλανωμένων ἀπὸ τοῦ ἡλίου πᾶν ἀπό- [*](8 πορόεις δὲ ὀλίγου δὴν διετίαν B 14 ἑσπερεία B) [*](17 βραδίων B 18 κύκλον, οἷον] κύκλον κύκλον οἷον B, κύκλον, τοὐναντίον Mart. tamquam ab eo comprehensi Chalc.) [*](19 ἑσπέρειοι B* δύνονται, ἑῷοι δὲ Mart vespere occi- dentes exoriuntur matutinae Chalc. 20 inscr. περὶ τῶν ἡλίου (ἡλίῳ Mart.) ἰσοδρόμων B. cf. p. 187, 5 sqq.)
137
στημα ἀφισταμένων καὶ κατὰ διάμετρον αὐτῷ ποτε γινο- μένων, οἱ δύο οὗτοι ἀεὶ περὶ τὸν ἥλιον ὁρῶνται, στίλ- βων μὲν κ΄ που μοίρας, τουτέστιν ἔγγιστα δύο μέρη ζῳδίου, τὸ πλεῖστον ἀνατολικώτερος ἢ δυσμικώτερος αὐτοῦ γινόμενος, ὁ δὲ τῆς Ἀφροδίτης περὶ ν΄ μοίρας πρὸς ἀνατολὰς ἢ δύσεις ἀφιστάμενος.
ἀνατολὴ δὲ λέγεται πλεοναχῶς· κυρίως μὲν καὶ κοι- νῶς ἐπί τε ἡλίου καὶ τῶν ἄλλων ἄστρων ἡ πρώτη ἀνα- φορὰ ὑπὲρ τὸν ὁρίζοντα· ἕτερον δὲ τρόπον ἐπὶ τῶν ἄλλων ἡ πρώτη φαῦσις ἐκ τῶν τοῦ ἡλίου αὐγῶν, ἥτις καὶ κυ- ρίως 〈φαῦσις〉 ὀνομάζεται· λοιπὴ δὲ ἡ καλουμένη ἀκρόνυ- χος, ἐπειδὰν ἡλίου δύνοντος τὸ κατὰ διάμετρον ἄστρον ἐπὶ τῆς ἀνατολῆς βλέπηται· καλεῖται δὲ ἀκρόνυχος, ἐπειδὴ ἡ τοιαύτη ἀνατολὴ γίνεται ἄκρας νυκτός, τουτ- έστιν ἀρχομένης. παραπλησίως δὲ καὶ δύσις κοινῶς μὲν ἡ πρώτη κάθοδος ἡ ὑπὸ τὸν ὁρίζοντα· τρόπον δὲ ἄλλον ὁ πρῶτος ἀφανισμὸς ἄστρου τινὸς ὑπὸ τῶν τοῦ ἡλίου αὐγῶν, ἥτις καὶ κυρίως κρύψις πάλιν προσαγο- ρεύεται· λοιπὴ δὲ καὶ ἀκρόνυχος, ἐπειδὰν ἡλίου ἀνα- τέλλοντος τὸ κατὰ διάμετρον ἄστρον ἀντικαταδύνῃ. τῶν δὲ διὰ τὰς τοῦ ἡλίου αὐγὰς λεγομένων ἀνατολῶν καὶ δύσεων, τουτέστι φαύσεων καὶ κρύψεων, αἱ μέν εἰσιν ἑῷαι, αἱ δὲ ἑσπέριαι. ἑῴα μὲν οὖν ἐστιν ἀνατολὴ ἄστρου, ἐπειδὰν ἐκφεῦγον τὰς τοῦ ἡλίου αὐγὰς προανατέλλον αὐτοῦ πρώτως ὁραθῇ, καθάπερ καὶ ἡ τοῦ κυνὸς ἐπιτολὴ [*](3 που] πολὺ B, cf. p. 187, 10, τὸ πολὺ Mart. 5 αὐτῶ B* ν΄] κ B*, cf. p. 187, 12; quinquaginta Chalc. 7 inser. ὁποσαχῶς λέγεται ἀνατολή B 8 ἐπί τε] ἐπεὶ δὲ B* 9 ὑπὲρ] ὑπὸ B* 10 φάσις cj. Mart. 20 ἀντικαταδύνει B*) [*](23 ἑσπέριοι B* 24 ἐκφεύγων B* προανατέλλων B* 25 πρῶτος B*)
138
λέγεται· ἑσπερία δέ, ἐπειδὰν μετὰ τὴν δύσιν τοῦ ἡλίου πρώτως φανῇ, καθάπερ τὴν σελήνην ταῖς νεομηνίαις φαμὲν ἀνατέλλειν. παραπλησίως δὲ καὶ δύσεις ἑῷαι μέν, ἐπειδὰν ταῖς ἔμπροσθεν ἡμέραις τι προανατέλλον ἡλίου συνεγγίσαντος αὐτῷ πρώτως ἀφανισθῇ, καθάπερ ἡ σελήνη· ἑσπερία δέ, ἐπειδὰν ἐπικαταδυομένῳ τινὶ συνεγγίσας ὁ ἥλιος πρώτως διὰ τὰς αὐγὰς ἀφανὲς αὐτὸ καταστήσῃ.
τὴν δὲ κατὰ τόπον τῶν σφαιρῶν 〈ἢ〉 κύκλων θέσιν τε καὶ τάξιν, ἐν οἷς κείμενα φέρεται τὰ πλανώμενα, τινὲς μὲν τῶν Πυθαγορείων τοιάνδε νομίζουσι· προσγειότα- τον μὲν εἶναι τὸν τῆς σελήνης κύκλον, δεύτερον δʼ ὑπὲρ τοῦτον 〈τὸν τοῦ〉 Ἑρμοῦ, ἔπειτα τὸν τοῦ φωσφόρου, καὶ τέταρτον 〈τὸν〉 τοῦ ἡλίου, εἶτα τὸν τοῦ Ἄρεως, ἔπειτα τὸν τοῦ Διός, τελευταῖον δὲ καὶ σύνεγγυς τοῖς ἀπλανέσι τὸν τοῦ Κρόνου· μέσον εἶναι βουλόμενοι τὸν τοῦ ἡλίου τῶν πλανωμένων ὡς ἡγεμονικώτατον καὶ οἷον καρδίαν τοῦ παντός. μηνύει δὲ ταῦτα καὶ Ἀλέξανδρος ὁ Αἰτωλός, λέγων οὕτως· [*](1 ἐπειδὴ B* 3 ἑῴα? similiter occasus matutinus quidem Chalc. 71 4 τὶς προανατέλλων B* 5 συνεγγύσαντος B*) [*](6 ἑσπέριαι Mart. 7 πρῶτος B* αὐτὸ] αὐτῶ B* 9 inser. περὶ θέσεως τῶν πλανωμένων B. stellarum errantium ordinem duabus figuris illustr. B; ad alteram (cui similis est descr. XXIII in Chalcidii editione Wrobeliana) adscriptum est αἱ σειρῆνες κατὰ] μετὰ B* ἢ add. Mart. positionem vero atque ordinem conlocationis globorum vel etiam orbium Chalc. 72 κύκλων; ων e corr. B 11 τῶν Πυθαγορείων; cf. Zeller I p. 395, 5 17 πλανομένων B* ἡγεμονικω- τάτου Mart. 18 καρδία B, καρδίας Mart. scilicet ut inter planetas sol medius lacatus cordis, immo vitalium omnium prae- stantiam obtinere intellequtur Chalc. 72. cf. p. 188, 5. Procl. in Tim. p. 171 C 19 cf. Rhein. Mus. XXVI p. 586)
139
ὑφοῦ δʼ ἄλλοθεν ἄλλος ὑπέρτερον ἔλλαχε κύκλον·ἀγχοτάτη μὲν δῖα σεληναίη περὶ γαῖαν,δεύτερος οὖ στίλβων χελυοξόου Ἑρμείαο,τῷ δʼ ἔπι φωσφόρος ἐστὶ φαεινότατος Κυθερείης,τέτρατος αὐτὸς ὕπερθεν ἐπʼ ἠέλιος φέρεθʼ ἵπποις,πέμπτος δʼ οὖ πυρόεις φονίου Θρήικος Ἄρηος,ἕκτος δʼ οὖ φαέθων Διὸς ἀγλαὸς ἵσταται ἀστήρ,ἕβδομος〈αὖ〉 φαίνων Κρόνου ἀγχόθιτέλλεται ἄστρων.πάντες δʼ ἑπτανόνοιο λύρης φθόγγοισι συνῳδὸνἁρμονίην προχέουσι διαστάσει ἄλλος ἑπ᾿ ἄλλῃ. καὶ γὰρ τοῦτο Πυθαγόρειον, τὸ καθʼ ἁρμονίαν εἴρεσθαι τὸν κόσμον καὶ κατὰ τοὺς τῶν ἡρμοσμένων καὶ συμφώ-
[*](1 ὑπέρτατον BC, em. Meineke anal. Alex. p. 373 ἔλαχε BC, em. Vossius (cf. Gale in notis ad hist. poet. scriptt. p. 149. Schneider ad Vitr. t. II p. 23) 2 δία — γαῖαν recte C] δία σεληναία περι γαίαν B 3 στρίβων C χελυοξόου ἑρμείαο C] χελιζώου (χελυσσόου Vossius, χελυοσσόου Naeke opusc. I p. 29) ἑρμείου B 4 τῶ δʼ ἐπὶ C] τῶν ἐπι B (τῶν δʼ ἐπὶ Gale, τῷ ἔπι Schneider) 5 τέτρατος — ἠέλιος recte C] τέταρτος αὗτος ὕπερθεν ἐπιέλιος B οὖ καθύπερθεν? 6 πυρόεις; cf. Lud- wich Beitr. zur Kritik des Nonnos p. 91 φονίου Mart.] φ) [*](ου B (spat. vac. quattuor fere litt.), φθονίου C, φωστὴρ Gale, φαέθων Schneider, φοβεροῦ Peerlkamp (Gelder ad Tim. Locr. p. 83), φόνιος G. Hermann Ztschr. f. d. AW. 1850 p. 500) [*](ἄρης ut vid. C (Θρηίκιος Ἄρης Hermann) 7 ἕκτος B, ἐκτὸς C, em. Vossius ἀστὴρ B] ἀνήρ C 8 οὖ add. Gale) [*](φαίνων C] φαίνεται (ψυχρὸν — ἄστρον cj. Schneider)) [*](κρόνω C ἄστρων B] ἀστήρ C (ἄστρον Vossius) 9 hunc et seq. versum adfert etiam Heraclitus alleg. Hom. p. 27 Mehl.) [*](συνῳδὸν Heracl.] αύνοδον B, συνωδοὶ C, et schol. II. A 46 ubi Heracliti locus exscriptus est 10 προχέουσι Bredow epist. Paris. p. 255] προσέχουσι Heracl., στοιχοῦσι B, στείχουσι C, παρέχουσι Schow διασταδὸν Gale ἄλλη C] ἄλλην B. διάστασιν ἄλλος ἐπʼ ἄλλου schol., διαστὰς ἄλλος ἀπʼ ἄλλου Hera- cliti codd. (?) 11 sqq. Ach. Tat. isag. ad Ar. Phaen. p. 136 A περὶ δὲ τῆς ἐναρμονίου κινήσεως αὐτῶν εἷπεν, ὡς ἔφην, Ἄρα- τος ἐν τῷ κανόνι καὶ Ἐρατοσθένης ἐν τῷ Ἐρμῇ καὶ Ὑψικλῆς καὶ Θράσυλλος καὶ Ἄδραστος Ἀφροδισιεύς καθʼ] κατʼ] κατ᾿ B*) 140
νων φθόγγων λόγους διεστῶτα τὰ οὐράνια τῇ ῥύρῃ καὶ τῷ τάχει τῆς φορὰς ἡρμοσμένους καὶ συμφώνους φθόγγους ἀποτελεῖν. ὅθεν καὶ ἐν τοῖς ἐφεξῆς φησιν Ἀλέξανδρος·
γαῖα μὲν οὖν ὑπάτη τε βαρεῖα τε μεσσόθι ναίει·ἀπλανέων δὲ σφαῖρα συνημμένη ἔπλετο νήτη·μέσσην δʼ ἠέλιος πλαγκτῶν θέσιν ἔσχεθεν ἄστρων·τοῦ δʼ ἀπὸ δὴ ψυχρὸς μὲν ἔχει διὰ τέσσαρα κύκλος·κείνου δʼ ἡμίτονον φαίνων ἀνίησι χαλασθείς,τοῦ δὲ τόσον φαέθων ὅσον ὄβριμος Ἄρεος ἀστήρ·ἠέλιος δʼ ὑπὸ τοῖσι τόνον τερψίμβροτος ἴσχει,αἴγλης δʼ ἠελίοιο τριημίτονον Κυθέρεια·ἡμίτονον δʼ ὑπὸ τῷ στίλβων φέρεθʼ Ἑρμείαο,τόσσον δὲ χρωσθεῖσα φύσιν πολυκαμπέα μήνη·κέντρου δʼ ἠελίοιο θέσιν διὰ 〈πέντʼ〉 ἔλαχε χθών·αὕτη πεντάζωνος ἀπʼ ἠέρος εἰς φλογόεν πῦρ [*](5 μεσσόθι vel μεσόθι C] μέσηθι B ναίει C] ναίη B 6 νή?? C, νότης B 6 μέσην B, μέσσον vel μέσον C ἠέλιος C] ἥλιος B πλακτῶν BC, em. Vossius ἔσχεθεν C] ὑπέρσχεο B, ἔσχʼ ὑπὲρ Vossius 8 ἀπο B, ὑπὸ C τοῖο δ᾿ ἄφʼ ὕψι- στος vel τοῦ δʼ ἄπο δὴ ὕψος cj. Naeke τέσσαρα: αρα periit in C, τεσσάρω B κύκλων C 10 τῶ δὲ τάσιν φαέθων ὅσον ἕβριμος ἄρεως ἀστήρ B, τοῦ δὲ τόσον φαέθων ἠνοβριμος ἄρε . . ἀστήρ C, τοῦ δʼ ἶσον φαέθων, τόνον ὄβριμος Ἄρεος ἀστήρ dubi- tanter cj. Bergk, Ztschr. f. d. AW. 1850 p. 175 11 δʼ C] om. B τῆσι ut vid. C 12 αἴγλ?? C ἠελίοιο C] ἠελίοις ac tum ἡ del. B Κυθέρεια Naeke] κυθερείης BC, Κυθερείη Gale 13 δʼ ὑπὸ τῶ C] ἀεὶ ὑπο B, δὲ ὑπὸ Gale, δʼ ὑπὸ τῇ Naeke fort. recte ἡρμεις C, ἑρμείας B, em. Vossius 14 δὲ] τε Schneider πολυκαμπέα C] πολυκαμπτέά B 15 κέντρου δ᾿ ἠελίοιο C] κέντρει (vel κέντει) δʼ ἠελίοις B, κέν- τρου ἄπʼ ἠελίοιο Bergk δία ἔλαχε B, διέλαχε C, em. Naeke 16 αὐτὴ Schneider ἀπʼ ἠέρος εἰς C] ἀπηεριῆς B, ὑκ᾿ ἠέρι ἧς Mart.) 141
ἁρμοσθεῖσ᾿ ἀκτῖσι πυρὸς κρυερῇσί τε πάχναιςοὐρανοῦ ἑξάτουον τόνον ἔσχεθε τὸν διὰ πασῶν.τοίην τοι σειρῆνα Διὸς παῖς ἥρμοσεν Ἑρμῆς,ἑπτάτονον κίθαριν, θεομήστορος εἰκόνα κόσμου. ἐν δὲ τούτοις τὴν μὲν τάξιν τῶν σφαιρῶν ἣν βεβού- ληται μεμήνυκε, τὴν δὲ διάστασιν αὐτῶν καὶ τὰ ἄλλα σχεδὸν πάντα φαίνεται εἰκῇ πεποιῆσθαι. τὴν γὰρ λύ- ραν ἑπτάχορδον λέγων εἰκόνα κόσμου συστήσασθαι τὸν Ἑρμῆν καὶ ἐν τῇ διὰ πασῶν ἡρμοσμένην συμφωνίᾳ τὸ πᾶν ἐννεάχορδον συνίστησιν, ἓξ μέντοι τόνους περιέχον. καὶ τὸν μὲν τῆς ὑπάτης φθόγγον ἀποδίδωσι τῇ γῇ, διότι βαρυτάτη τῶν ἄλλων ἐστὶν αὕτη· καίτοι ἣ ἐπὶ τοῦ μέσου ἐστὶν ἀκίνητος, οὐδʼ ὅλως ποιεῖ φθόγγον· τὸν δὲ τῆς συνημμένης νήτης τῇ τῶν ἀπλανῶν ἀποδίδωσι σφαίρᾳ, καὶ τοῦτο ζ΄ . . . .· μεταξὺ δὲ τίθησι φθόγγους τοὺς τῶν πλανωμένων. πάλιν τὸν τῆς μέσης ἀποδίδωσι τῷ ἡλίῳ, τῆς ὑπάτης οὔτε πρὸς τὴν μέσην διὰ πέντε συμφωνούσης, ἀλλὰ διὰ τεσσάρων, οὔτε πρὸς τὴν συνημ- μένην νήτην διὰ πασῶν, ἀλλὰ πρὸς τὴν διεζευγμένην. τό τε πᾶν σύστημα οὔτε κατὰ διάτονον γένος ἁρμόζεται· οὔτε γὰρ τριημιτονιαῖον ἀσύνθετον οὔτε πλείω ἑνὸς ἡμιτόνια κατὰ τὸ ἑξῆς ἐν τούτῳ μελῳδεῖται τῷ γένει· [*](1 ἁρμοσθεῖσα ἀκτίσι B, ἁρμοσθεῖσα κτῆ?? C κρυερῇσι C] κρυεροῖσι B 2 οὐρανὸν BC (cf. p. 140, 8 sq. 11. 13). οὐρανὸς ἑξάτονος Schneider τὸν C] τῶν B πάντων BC, em. Schneider; in postremis complura deesse putat Bergk 3 τοίην C] τοίνυν B σειρὴν ὁ BC, em. Naeke 4 θεομήτορος BC, em. Meineke 5 ἐν] εἰ B* 9 ἡρμοσμένη B* 10 περιέχον B 12 ἣ] ἡ B, εἰ Mart. 14 τῇ] τὴν B* 15 σφαίραν B* καὶ τούτων μεταξὺ ζ΄ τίθησι Mart. fort. re; in B post ζ vacuum spatium est paucarum literarum)
142
οὔτε μην κατὰ χρῶμα· πάλιν γὰρ ἐν χρώματι τόνος ἀσύνθετος οὐ μελῳδεῖται. εἰ δὲ μικτὸν ἐξ ἀμφοῖν λέγει τις τοῖν γενοῖν εἶναι τὸ σύστημα, . . . . . . . . . . . . . . τό τε πλείω δυοῖν κατὰ τὸ ἐξῆς ἡμιτόνια τάττεσθαι οὐδʼ ὅλως ἐστὶν ἐμμελές. ἀλλὰ ταῦτα μὲν τοῖς ἀμυήτοις μουσικῆς ἐστιν ἄδηλα.
Ἐρατοσθένης δὲ τὴν μὲν διὰ τῆς φορᾶς τῶν ἄστρων γινομένην ἁρμονίαν παραπλησίως ἐνδείκνυται, τὴν μέν- τοι τάξιν τῶν πλανωμένων οὐ τὴν αὐτήν, ἀλλὰ μετὰ σελήνην ὑπὲρ γῆς δεύτερόν φησι φέρεσθαι τὸν ἥλιον. φησὶ γὰρ ὡς Ἑρμῆς ἔτι νέος, ἐργασάμενος τὴν λύραν, ἔπειτα πρώτως εἰς τὸν οὐρανὸν ἀνιὼν καὶ παραμείβων τὰ πλανᾶσθαι λεγόμενα, θαυμάσας τὴν διὰ τὴν ῥύμην τῆς φορᾶς αὐτῶν γινομένην ἁρμονίαν τῇ ὑπʼ αὐτοῦ κατεσκευασμένῃ λύρᾳ 〈ὁμοίαν〉 . . . . . . . . . . . . . . . . ἐν δὲ τοῖς ἔπεσι φαίνεται ὁ ἀνὴρ οὗτος τὴν μὲν γῆν ἐᾶν ἀκίνητον, ἐν η΄ δὲ φθόγγοις ποιεῖ ὑπὸ τὴν τῶν ἀπλανῶν σφαῖραν τὰς τῶν πλανωμένων ἑπτά, [καὶ] πάσας κινῶν περὶ τὴν γῆν καὶ τὴν λύραν ποιούμενος ὀκτάχορδον ἐν τῇ διὰ πασῶν συμφωνίᾳ [ὁ μουσικώτα- [*](1 κατὰ χρῶμα] χρῶμα τὲ B, ἐν χρώματι Mart. 7 sqq. cf. Erat. carm. rel. p. 38. Bernhardy Erat. p. 143 11 ἔτι] ἐστι B* 12 πρῶτος B*, primitus Chalc 73 13 θαυμάσοιε B, θαυμάσειε Mart. miratum Chalc. 15 ὁμοίαν Mart. addi- dit post ἁρμονίαν: miratum, quod imago a se inventi operis in caelo quoque reperiretur stellarum conlocatione, quae causa esset concinentiae, recensere, primum se a terra transmisisse lunae globum, post quem superasse solis, dehinc Mercurii Stilbontis et ceterorum cum aplani summa et excelsa Chalc. 17 cf. p. 105, 15 sqq. 18 τὰς] ταῖς B* 20 ὁ μουσικω ἀλεξαν B, ὁ μουσικώτατος ἀλέξανδρος apogr., ὁ μουσικώτερος Ἀλεξάνδρου Mart., οὐχ ὡς ὁ μουσικώτατος Ἀλέξανδρος Bergk)
143
τος Ἀλέξανδρος]. οἱ μέντοι μαθηματικοὶ τὴν τάξιν τῶν πλανωμένων οὔτε ταύτην 〈οὔτε τὴν〉 αὐτὴν πάντες τι- θέασιν, ἀλλὰ μετὰ μὲν τὴν σελήνην τάττουσι τὸν ἥλιον, ὑπὲρ δὲ τοῦτον ἔνιοι μὲν τὸν στίλβοντα, εἶτα τὸν φωσ- φόρον, 〈ἄλλοι δὲ τὸν φωσφόρον,〉 ἔπειτα τὸν στίλ- βοντα, τοὺς δὲ ἄλλους ὡς εἴρηται.
Πλάτων δὲ ἐπὶ τέλει τῆς Πολιτείας, προτρέπων ἐπὶ δικαιοσύνην καὶ ἀρετήν, μῦθόν τινα διέξεισι [καὶ] περὶ τῆς τῶν οὐρανίων διακοσμήσεως, λέγων ἄξονα μέν τινα διὰ τοῦ πόλου διήκοντα οἷον κίονα, ἑτέραν δὲ ἠλακάτην καὶ ἄτρακτον, τοὺς δέ τινας περὶ τοῦτον κοίλους ἐν ἀλλήλοις ἡρμοσμένους σφονδύλους τὰς τῶν ἄστρων σφαίρας, ζ΄ μὲν τῶν πλανωμένων, ἐκτὸς δὲ μίαν τῶν ἀπλανῶν ἐντὸς αὐτῆς περιέχουσαν τὰς ἄλλας· δηλοῖ δὲ τὴν τάξιν τῶν σφαιρῶν διά τε τοῦ μεγέθους τῶν ἄστρων ἑκάστου καὶ διὰ τοῦ χρώματος ἑκάστου καὶ ἔτι διὰ τοῦ τάχους τῆς ἐπὶ τὰ ἐναντία τῷ παντὶ φορὰς, λέγων οὕτως·
ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖν τῇ ὀγδόῃ ἐκπορεύε- σθαι, καὶ ἀφικνεῖσθαι [ἢ] τεταρταίους ὅθεν καθορᾶν [*](1 mathematici tamen neque hanc neque unam omnes ordi- nationem stellarum errantium ponunt Chalc. 4 τοῦτον corr. ex τούτων B 5 ἄλλοι δὲ τὸν φωσφόρον add. Mart. ultra hunc autem quidam Mercurium quidam alium aliquem ex residuis conlocant Chalc. 7 τὰ ἐν τῇ Πολιτείᾳ περὶ τοῦ Παμ- φίλου μύθου B (haec verba sine ullo discrimine ceteris in- serta sunt) τῆς Πολιτείας: cf. Civ. X p. 614 B sqq. 9 cf. Boeckh kl. Schr. III p. 299 sqq. 10 τὸν πόλον B οἷον] οἷ B* ἠλεκάτην B* 11 τοῦτο B 13 ἕκτος B* μίαν]) [*](πρώτην (i. e. α΄) B, πρώτην τὴν Mart. 19 Plat. Civ. p. 616 B ἡμέραις B 20 γένοιτο B πορεύεσθαι Plato 21 τε- ταρτέους ὅθεν καθαραν B)
144
ἄνωθεν διὰ παντὸς τοῦ οὐρανοῦ καὶ γῆς τεταμένον φῶς εὐθύ, οἷον κίονα, μάλιστα τῇ ἴριδι ἐμφερές, λαμπρότε- ρον δὲ καὶ καθαρώτερον, εἰς ὃ ἀφικνεῖσθαι προελθόν- τας ἡμερησίαν ὁδόν, καὶ ἰδεῖν αὐτόθι κατὰ μέσον τὸ φῶς ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα τῶν δεσμῶν τεταμένα· εἶναι γὰρ τοῦτο τὸ φῶς σύνδεσμον τοῦ οὐρανοῦ, οἷον τὰ ὑποζώματα τῶν τριήρων, οὕτω πᾶσαν συνέχον τὴν περιφοράν· ἐκ δὲ τῶν ἄκρων τεταμένον ἀνάγκης ἄτρα- κτον, διʼ οὗ πάσας ἐπιστρέφεσθαι τὰς περιφοράς· οὗ τὴν μὲν ἠλακάτην καὶ τὸ ἄγκιστρον εἶναι ἐξ ἀδάμαντος, τὸν δὲ σφόνδυλον μικτὸν ἐκ τούτου καὶ ἄλλων. τὴν δὲ τοῦ σφονδύλου φύσιν εἶναι τοιάνδε· τὸ μὲν σχῦμα οἵανπερ τοῦ ἐνθάδε· νοῆσαι δὲ δεῖ ἐξ ὧν ἔλεγε τοιόνδε αὐτὸν εἶναι· ὥσπερ γὰρ ἂν ἐν ἑνὶ μεγάλῳ σφονδύλῳ κοίλῳ καὶ ἐξεγλυμμένῳ διαμπερὲς ἄλλος τοιοῦτος ἐλάτ- των ἐγκέοιτο ἁρμόττων καθάπερ οἱ κάδοι εἰς ἀλλήλους ἁρμόττοντες· καὶ οὕτω δὲ τρίτον ἄλλον καὶ τέταρτον καὶ ἄλλους τέτταρας. ὀκτὼ γὰρ εἶναι τοὺς σύμπαντας σφονδύλους ἐν ἀλλήλοις ἐγκειμένους, κύκλους ἄνωθεν τὰ χείλη φαίνοντας, νῶτον συνεχὲς ἑνὸς σφονδύλου ἀπεργαζομένους περὶ τὴν ἠλακάτην· ἐκείνην δὲ διὰ
[*](1 τεταγμένον B (sic etiam Platonis codex Vat. B) 2 ἐμ- φερές] προσφερῆ Pl. (προσφερὲς Ven. B) 3 καθαρότερον B) [*](ἀφικέσθαι Pl. 4 ἰδεῖν Pl.] δεῖν B 5 τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν Pl. (τὰ ἄκρα τῶν δεσμῶν αὐτοῦ codd. multi, τὰ ἄκρα ἐκ τῶν δεσμῶν unus) τεταμμένα εἶναι· τοῦτο γὰρ φῶς B 7 οὗτος πᾶς συνέχων (corr. ex συνεχῶς) B 8 ἀνάγκαις B 10 ἠλεκάτην B καὶ] τε καὶ Pl, 11 ἔκ τε τούτου καὶ ἄλλων γενῶν Pl. 12 του Pl.] τὴν B 13 οἵαπερ ἡ τοῦ Pl, 14 ὥσπερ γὰρ ἂν ἐνι μεγάλω B, ὥσπερ ἂν εἰ ἐν ἑνὶ μεγάλῳ Pl. 15 κύλω καὶ ἐγκεγλυμένω B ἄλλως B ἔλαττον B 16 ἐλκέοιτο B οἱ ante εἰς Pl. (om. Vind. B)) [*](17 δὲ] δὴ Pl, 20 σφονδύλους et Platonis codd. duo) [*](21 δὲ διὰ PI.] διὰ δὲ B) 145
μέσου τοῦ ὀγδόου διαμπερὲς ἐληλάσθαι. τον μὲν οὖν πρῶτόν τε 〈καὶ〉 ἐξωτάτω σφόνδυλον πλατύτατον τὸν τοῦ χείλονς κύκλον ἔχειν, τὸν δὲ 〈τοῦ〉 ἕκτου δεύτερον, τρίτον δὲ τὸν τοῦ τετάρτου, τέταρτον δὲ τὸν τοῦ ὀγδόου, πέμπτον δὲ τὸν τοῦ ἑβδόμου, ἕκτον δὲ τὸν τοῦ πέμπτου, ἕβδομον δὲ τὸν τοῦ τρίτου, ὄγδοον δὲ τὸν τοῦ δευτέ- ρου. καὶ τὸν μὲν τοῦ μεγίστου ποικίλον, τὸν δὲ τοῦ ἑβδόμου λαμπρότατον, τὸν δὲ τοῦ ὀγδόου χρῶμα ἀπὸ τοῦ ἑβδόμου ἔχειν προσλάμποντος, τὸν δὲ τοῦ δευτέρου καὶ πέμπτου παραπλήσια ἀλλήλοις, ξανθότερα ἐκείνων χρώματα, τρίτον δὲ λευκότατον χρῶμα ἔχειν, τὸν τέταρ- τον ὑπέρυθρον, δεύτερον λευκότητι τὸν ἕκτον. κυλίε- σθαι δὲ στρεφόμενον τὸν ἄτρακτον ὅλον μὲν τὴν αὐτὴν φορὰν τῷ κόσμῳ, ἐν δὲ ὅλῳ περιφερομένῳ τοὺς ἐντὸς ἑπτὰ κύκλους τὴν ἐναντίαν τῷ ὅλῳ ἡρέμα περιάγεσθαι, αὐτῶν δὲ τούτων τάχιστα μὲν ἰέναι τὸν ὄγδοον, δευτέ- ρους δὲ καὶ ἅμα ἀλλήλοις ἰσοταχῶς τόν τε ἕβδομον καὶ τὸν ἕκιον καὶ τὸν πέμπτον· τρίτον δὲ φορᾷ ἰέναι, ὅν φασι φαίνεσθαι ἐπανακυκλούμενον μάλιστα τῶν ἄλλων· τέταρτον δὲ 〈τὸν〉 τρίτον καὶ πέμπτον τὸν δεύτερον. στρέφεσθαι δὲ αὐτὸν ἐν τοῖς τῆς ἀνάγκης γόνασιν. ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφʼ ἑκάστου βεβηκέναι
[*](3 τοῦ ἕκτου δεύτερον Pl,] ἐκ τοῦ δευτέρου B 4 τρίτον δὲ Pl.] τρίτον τὲ B 7 μεγίστου Pl.] πέμπτου B 8 τὸ ante χρῶμα Pl. (om. Vat. H) 11 χρώματα non est apud Pl. τὸν τέταρτον] τέταρτον δὲ Pl, 12 δεύτερον δὲ λευκότητι τὸν Pl. δεύτερον λευκότατον B κυκλεῖσθαι Pl. 13 δὴ post δὲ Pl. (om. Flor. T) 14 τῷ κόσμῳ non est apud Pl. τῷ ante ὅλῳ Pl. (omn. codd. duo) μὲν post τοὺς Pl. 15 περιάγεσθαι] περιφέρεσθαι Pl. 17 ἰσοταχῶς non est apud Pl. 18 καὶ ἕκτον καὶ πέμπτον Pl. τὸν ante τρίτον Pl. (om. codd. duo) ὅν φασι] ὡς σφίσι Pl. 19 μάλιστα τῶν ἄλλων.] τὸν τέταρτον Pl.) 146
Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν, ἕνα τόνον· ἐκ πασῶν ὀκτὼ οὐσῶν ἁρμονίαν συμφωνεῖν.
ταῦτα μὲν οὖν καὶ ὁ Πλάτων· ὧν τὴν ἐξήγησιν ἐν τοῖς τῆς Πολιτείας ποιούμεθα ὑπομνήμασιν. κατεσκεύα- σται δʼ ἡμῖν καὶ σφαιροποιία κατὰ τὰ εἰρημένα· καὶ γὰρ αὐτός φησιν ὁ Πλάτων ὅτι τὸ ἄνευ τῶν διʼ ὄφεως μιμημάτων [τῶν] τὰ τοιαῦτα ἐθέλειν ἐκδιδάσκειν μά- ταιος πόνος. ἐπὶ δὲ τῶν κύκλων 〈ἅς〉 φησιν ἐφεστάναι Σειρὴνας οἱ μὲν αὐτούς 〈φασι〉 λέγεσθαι τοὺς πλάνη- τας, ἀπὸ τοῦ σειριάζειν· κοινῶς τε γάρ, φησὶν ὁ Ἄδραστος, πάντας τοὺς ἀστέρας οἱ ποιηταὶ σειρίους καλοῦσιν, ὡς Ἴβυκος
φλεγέθων, ᾇπερ διὰ νύκτα μακρὰν σείρια παμφα-νόωντα, καὶ κατὰ διαφορὰν ἔνιοι τοὺς λαμπροὺς καὶ ἐπιφανεῖς, ὡς Ἄρατος τὸν τοῦ κυνὸς ὀξέα σειριᾶν φησι, καὶ ὁ τρα- γικὸς ἐπί τινος τῶν πλανήτων·
[*](1 ἕνα τόνον Pl.] ἐνάτονον B 2 δὲ post πασῶν Pl. μίαν ante ἁρμονίαν Pl. 4 ὑπομνήμασιν: Procl. in Tim. p. 26 A ἄλλοι δὲ Καλλαίσχρου Κριτίαν καὶ Γλαύκωνα παῖδας λέγου- σιν, ὥσπερ καὶ Θέων ὁ Πλατωνικός(?) κατεσκεύασθαι B*) [*](6 Plat. Tim. p. 40 D τὸ λέγειν ἄνευ διόψεως (διʼ ὄψεως vel δʼ ὄψεως codd, tres) τούτων οὖ τῶν μιμημάτων μάταιος ἂν εἴη πόνος; in Theonis vel Adrasti exemplari fuit ἄνευ τῶν διʼ ὄψεως μιμημάτων, quod etiam Proclus legisse videtur 8 ἅς post Σειρῆνας add. Mart. φησιν] φασὶν B* 9 φασι add. Mart. 11 σειρόους 12 Ἴβυκος: fr. 3 Bergk. cf. Phot. lex. s. v. σείριος et σίριος (Suidas s. v. σείριον). Hesych. s. v. σει- ρίου κυνὸς δίκην. lex. rhet. apud Eustath. ad Od. 1709, 55. schol. Apoll. II 517. etym. m. 710, 22. Westphal Metrik d. Gr. II p. 365 13 ἅπερ vel ἁπερ B*, ἁπερεὶ cj. Bergk 15 cf. Pseudo-Erat. Catast. 33 μέγας δʼ ἐστὶ καὶ λαμπρὸς, τοὺς δὲ τοιούτους ἀστέρας οἱ ἀστρολόγοι σειρίους καλοῦσι διὰ τὴν τῆς φλογὸς κίνησιν 16 Ar. 331 ὀξέα σειριάει ὀξεία B* 17 Eur. Iph. Aul. 6 sq.) 147
τί ποτʼ ἄρα ὁ ἀστὴρ ὅδε πορθμεύεισείριος; ἔνιοι δὲ Σειρῆνας οὐ τοὺς ἀστέρας λέγεσθαί φασιν, ἀλλὰ κατὰ τὸ Πυθαγορικὸν τοὺς ὑπὸ τῆς τούτων φορᾶς γινομένους ἤχους καὶ φθόγγους ἡρμοσμένους καὶ συμ- φώνους, ἐξ ὧν μίαν ἡρμοσμένην ἀποτελεῖσθαι φωνήν.
τῶν δὲ πλανωμένων, φησὶν ὁ Ἄδραστος, τὰ μέν ἐστιν ἀεὶ ὑπολειπτικά, ὡς ἥλιος καὶ σελήνη· ταῦτα γὰρ οὐδέποτε εἰς τὰ προηγούμενα τῶν ζῳδίων μεταβαίνει, ἀλλὰ πάντοτε ὁρᾶται μεταβαίνοντα εἰς τὰ ἑπόμενα· διόπερ οὐδὲ στηριγμοὺς οὐδὲ ἀναποδισμοὺς ποιεῖται. τὰ δὲ καὶ προηγεῖται καὶ ὑπολείπεται, καθάπερ τὰ ἄλλα· διόπερ ἀναγκαίως καὶ στηρίζοντά ποτε φαίνεται καὶ ἀναποδίζοντα. ἔστι γὰρ ὑπόλειψις μὲν φαντασία πλάνη- τος ὡς εἰς τὰ ἑπόμενα τῶν ζῳδίων καὶ πρὸς ἀνατολὰς ἀπιόντος, ὥς φησιν ὁ Ἄδραστος, ὡς δὲ ὁ Πλάτων φη- σίν, οὐ φαντασία, ἀλλὰ τῷ ὄντι μετάβασις πλάνητος εἰς τὰ ἑπόμενα ζῴδια ἐπʼ ἀνατολὰς ἀπιόντος κατὰ τὴν ἰδίαν κίνησιν, οἷον ἀπὸ Καρκίνου εἰς Λέοντα. προήγησις δέ ἐστι φαντασία πλάνητος ὡς ἐπὶ τὰ προηγούμενα καὶ ἐπὶ δυσμὰς μεταβαίνοντος, οἷον ἀπὸ Καρκίνου εἰς Διδύ- [*](1 τίς ποτʼ ἄῤ ἀστὴρ Eur. τί ποτʼ ἆῤ ἀστὴρ scribendum esse put. Bergk 2 in duobus qui exstant huius fabulae codicibus verba τίς ποτʼ ἄῤ ἀστὴρ ὅδε πορθμεύει Agamemnoni, σείριος κτλ. seni tribuuntur, neque aliter legisse videtur Ennius (Iph. fr. 1 Ribb.); cf. praeter editores Euripidis Bremi philol. Beitr. aus der Schweiz I p. 211 sqq. Dindorf Jahrb. f. Philol. 1868 p. 410 3 σειρίνας B* 7 inscr. τί ἐστιν ὑπόλησις (ὑπόλειψις Mart.) καὶ προήγησις, στηριγμὸς καὶ ἀναπο- δισμός B 9 οὐδέποτε] οὐδέν ποτε B*, numquam Chalc. 74) [*](11 inscr. τί ἐστιν ὗπόλειψις B 19 inscr. τί ἐστι προήγησις B)
148
μους. στηριγμὸς δέ ἐστι φαντασία πλάνητος ὡς ἐπὶ πλέον ἑστῶτος καὶ μένοντος παρά τινι τῶν ἀπλανῶν. ἀναποδισμὸς δέ ἐστι φαντασία πλάνητος ὑποστροφῆς ἀπὸ στηριγμοῦ ὡς ἐπὶ τὰ ἐναντία τῇ πρόσθεν κινήσει. πάντα δὲ ταύτα ἡμῖν φαίνεται γίνεσθαι, οὐ μὴν οὕτως ἐπιτελεῖται· τούτου δʼ αἴτιον τὸ κατὰ ἰδίου τινὸς κύκλου ἢ ἐν ἰδίᾳ σφαίρᾳ φερόμενον ἕκαστον τῶν πλανωμένων κατωτέρω τῶν ἀπλανῶν ἡμῖν διὰ τὴν ἐπιπρόσθησιν δοκεῖν κατὰ τὸν ζῳδιακὸν φέρεσθαι κύκλον ἐπάνω κεί- μενον, ὡς καὶ περὶ τούτων διορίζει ὁ Ἄδραστος εἰς τὸ τὴν διαφορὰν τῶν περὶ τοὺς πλάνητας ὑποθέσεων φανε- ρὰν γίνεσθαι αἷς ἕπεται τὰ φαινόμενα.
φησὶ δʼ ὅτι ὁ μὲν πᾶς κόσμος τοιοῦτός τε καὶ ἐκ τοσούτων καὶ τοιούτων συνεστηκὼς οἵων καὶ ὅσων διειλόμεθα, φερόμενός τε φορὰν ἐγκύκλιον καὶ τοῦ σφαιρικοῦ σχήματος οἰκείαν ὑπὸ τοὺ πρώτου· ὅθεν καὶ κατεσκευάσθη τοῦ βελτίστου καὶ ἀρίστου χάριν. πρὸς δὲ τὴν χρόνου διαρίθμησιν καὶ τὴν τῶν περιγείων καὶ ἀπογείων μεταβολὴν ἐγένετο ἡ τῶν πλανωμένων φορὰ ποικίλη τις ἤδη συνεστηκυῖα, ὥστε ἀκολουθεῖν αὐτῇ τὸ ἐνταῦθα· ταῖς γὰρ τούτων τροπαῖς προσιόντων καὶ ἀπιόντων συμμεταβάλλει καὶ τἀνταῦθα παντοίως. τῶν [*](1 inscr. τί ἐστι στηριγμός B 2 τινι] τινα B* 3 inscr. τί ἐστιν ἀναποδισμός B 4 πρόσθεν] προσθέσει B*, ad contrarium iter prioris itineris Chalc. 5 πάντα δὲ ταῦτα] τὰ δὲ ταῦτα B, τὰ δὲ τοιαῦτα Mart. quae omnia Chalc.) [*](7 ἕκαστον τῶν] ἕνατον τῶν B (ἕνατον apogr., ἕνα τῶν Mart.)) [*](8 ἐπιπρόσθεσιν B* 13 inscr. περὶ τῆς τῶν ὅλων δια- κοσμήσεως καὶ τῆς ὑπὸ σελήνην ἀταξίας B. cf. Zeller III 1 p. 699 15 φερόμενοί τε B* 16 κινεῖται post πρώτου add. Mart. 18 τὴν ante τῶν bis scr. B, semel apogr. 19 πλανομένων B, em. apogr. 20 συνεστηκεια B* 22 τἀνταῦθα] τὰ κατʼ αὐτὰ B*)
149
μὲν γὰρ ἀπλανῶν ἁπλῆ καὶ μία φορὰ κύκλῳ, τεταγμένη τε καὶ ὁμαλή. τῶν δὲ ἄλλων πλανωμένων κυκλικὴ μέν, οὐ μὴν ἁπλῆ δοκεῖ καὶ μία, οὐδὲ ὁμαλὴ καὶ τεταγμένη. τῶν δʼ ὑπὸ σελήνην καὶ περὶ ἡμᾶς καὶ μέχρις ἡμῶν πᾶσα μεταβολὴ καὶ κίνησις καί, καθάπερ φησίν,
ἔνθα κότος τε φόνος τε καὶ ἄλλων ἔθνεα κηρῶν. καὶ γὰρ γένεσις καὶ φθορὰ περὶ πάντα τἀνταῦθα καὶ αὔξησις καὶ μείωσις ἀλλοίωσίς τε παντοία καὶ ἡ κατὰ τόπον ποικίλη φορά. τούτων δέ, φησίν, αἴτια τὰ πλανώ- μενα τῶν ἄστρων. ταῦτα δὲ λέγοι τις ἄν οὐχ ὡς τῶν τιμιωτέρων καὶ θείων καὶ ἀιδίων ἀγεννήτων τε καὶ ἀφθάρτων ἕνεκα τῶν ἐλαττόνων καὶ θνητῶν καὶ ἐπική- ρων πεφυκότων, ἀλλʼ ὡς ἐκείνων μὲν διὰ τὸ κάλλιστον καὶ ἄριστον καὶ μακαριώτατον ἀεὶ οὕτως ἐχόντων, τῶν δʼ ἐνταῦθα κατὰ συμβεβηκὸς ἐκείνοις ἑπομένων. ἵνα μὲν γὰρ ἡ ἐν κύκλῳ τοῦ παντὸς ἀεὶ ὁμοία φορὰ γίνη- ται, οἷον ἐνέργειά τις οὖσα καὶ ζωὴ τούτου θεία, μένειν ἐπὶ τοῦ μέσου τὴν γῆν ἀνάγκη, 〈ᾗ〉 περιενεχθήσεται τὸ κύκλῳ φερόμενον. εἰ δὲ ἀνάγκη μένειν κάτω τὴν γῆν, ἀνάγκη καὶ τὸ πῦρ τὸν ἐναντίον ταύτῃ κατέχειν τόπον, ὑπὸ τὴν κύκλῳ φορητικὴν αἰθέριον οὐσίαν καθιστάμενον. τούτων δʼ οὕτω διεστηκότων ἀνάγκη καὶ τἆλλα στοιχεῖα, ὕδωρ καὶ ἀέρα, κατὰ λόγον τὸν μεταξὺ τόπον ἐπέχειν. τούτων δὲ ὄντων ἀνάγκη καὶ
[*](5 φησίν: Empedocles vs. 19 Sturz et Mullach, 21 Karsten, 386 Stein. Ἐμπεδοκλῆς fort. addendum 9 ποικίλη corr. ex κοίλη B 10 λέγοι] λέγει B* 11 ἀγενήτου B*) [*](16 γίνεται vel γένεται B* 18 ᾗ add. Mart. circa quam Chalc. 76 19 τὸ] τῶ B* 24 ὄντων] οὕτως ἐχόντων ?? his porro ad unam veluti seriem continuatis Chalc. καὶ ante ἀνάγκη del. B) 150
μεταβολὴν εἶναι τῶν ἐνταῦθα, διὰ 〈τὸ〉 τὴν ὕλην αὐ- τῶν διόλου εἶναι τρεπτὴν καὶ [ταῦτα] δυνάμεις ἔχειν ὑπεναντίας. ἐγγίνεται δʼ ἡ μεταβολὴ τῇ ποικίλῃ φορᾷ τῶν πλανωμένων. εἰ γὰρ ὁμοίως τοῖς ἀπλανέσι καὶ ταῦτα ἐφέρετο κατὰ παραλλήλων, ἀεὶ ὁμοίας οὔσης τῆς τῶν ὅλων καὶ πάντων καταστάσεως, οὐκ ἂν τῶν ἐνταῦθα ἑτεροίωσις ἢ μεταβολή τις ἦν. νῦν δὲ τροπαὶ καὶ ἰση- μερίαι πρόσοδοί τε καὶ ἀποχωρήσεις κατά τε ὕψος καὶ πλάτος μάλιστα μὲν ἡλίου καὶ σελήνης, οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων, τάς τε ὥρας διαφόρους ἐπιτελοῦσι καὶ τὴν ἐνταῦθα πᾶσαν ἐργάζονται μεταβολὴν καὶ γένεσιν καὶ ἀλλοίωσιν. ἡ δὲ ποικίλη τῆς φορᾶς τῶν πλανωμέ- νων φαντασία γίνεται διὰ τὸ κατʼ ἰδίων τινῶν κύκλων καὶ ἐν ἰδίαις σφαίραις ἐνδεδεμένα καὶ διʼ ἐκείνων κι- νούμενα δοκεῖν ἡμῖν φέρεσθαι διὰ τῶν ζῳδίων, καθὰ πρῶτος ἐνόησε Πυθαγόρας, τῇ κατὰ ταὐτὰ τεταγμένῃ ἁπλῇ καὶ ὁμαλῇ αὐτῶν φορὰ κατὰ συμβεβηκὸς ἐπιγινο- μένης τινὸς ποικίλης καὶ ἀνωμάλου κινήσεως.
περὶ δὲ τῆς θέσεως τῶν σφαιρῶν [κύκλων] τ . . . . . ἥτις σώσει τὰ φαινόμενα διέξεισι ταῦτα·
φυσικὸν μὲν καὶ ἀναγκαῖον, καθάπερ τὰ ἀπλανῆ, καὶ τῶν ἄλλων οὐρανίων ἕκαστον ἁπλῆν καὶ μίαν καθʼ αὐτὸ φορὰν ὁμαλῶς φέρεσθαι καὶ εὐτάκτως. δῆλον δέ [*](1 τὸ add Mart. ὕλην] ὅλην B, διὰ τὸ τὴν ὅλην αὐτῶν διόλου 〈φύσιν〉 Mart. cum eorum silva sit utrobique mutabilis, ipsarum autem materiarum vis et natura contraria Chalc. 7 ἢ] ἣ vel ἡ B* 14 σφαίραις] διαφοραῖς B, δὲ σφαίραις Mart. 16 cf. Ζeller I p. 384 ταὐτὰ] ταῦτα B* 19 inscr. τίς ἡ θέσις τῶν σφαιρῶν ἡ κύκλη (ἢ κύκλων Mart.) τῶν πλανωμένων B 〈ἢ〉 κύκλων Mart. post τ vacuum spatium quinque fere literarum B, τοιαύτης Mart. τού- των? 22 οὐρανίων] οἷον B*)
151
φημι τοῦτο γενήσεσθαι, ἐὰν κατʼ ἐπίνοιαν στήσαντες τὸν κόσμον νοήσωμεν τὰ πλανώμενα ὑπὸ τὸν ζῳδιακόν, ἀκίνητον ὄντα καθʼ ὑπόθεσιν, κινούμενα· οὕτως γὰρ οὐκέτι ποικίλη καὶ ἀνώμαλος, ἀλλʼ εὔτακτος ἡ κίνησις αὐτῶν ἐπιτελουμένη φανήσεται, ὡς ἐπὶ τῆς σφαιρο- ποιίας τῆς Πλατωνικῆς ὑφʼ ἡμῶν ἐπιδείκνυται. τῆς δʼ ἀλληνάλλου δοκούσης αὐτῶν κινήσεως καὶ ποικίλης αἰτία ἡ διττὴ κίνησις, τῆς ἀπλανοῦς σφαίρας ἀπʼ ἀνατο- λῆς ἐπὶ δύσιν φερομένης περὶ τὸν διὰ τῶν πόλων ἄξονα καὶ συμπεριαγούσης τῇ οἰκείᾳ ῥύμῃ τὰ πλανώμενα καὶ πάντας γραφούσης τοὺς κύκλους καθʼ ὧν φέρεται τὰ ἀπλανῆ παραλλήλους, αὐτὰ δὲ τὰ πλανώμενα κατὰ τὴν ἰδίαν κίνησιν οὖσαν βραδυτέραν ἀπὸ δύσεως ἐπʼ ἀνα- τολὴν φέρεσθαι ἐν ἀνίσοις χρόνοις ὑπὸ τὸν ζῳδιακὸν λελοξωμένον κατὰ τῶν τριῶν παραλλήλων, χειμερινοῦ ἰσημερινοῦ θερινοῦ, περὶ ἕτερον ἄξονα τὸν πρὸς ὀρθὰς ὄντα τῷ ζῳδιακῷ, πεντεκαιδεκαγώνου πλευρὰν ἀπέχοντα τοῦ τῶν ἀπλανῶν ἄξονος. τὸν δὲ τῶν πλανωμένων ἄξονα ὁ Πλάτων ἠλακάτην καὶ ἄτρακτον καλεῖ.
λέγεται δέ, φησὶν Ἄδραστος, ὁμαλῶς μὲν κινεῖσθαι τὸ τὰ ἴσα διαστήματα ἐν ἴσοις χρόνοις διανύειν, ἀλλὰ μὴ ποτὲ μὲν ἀνιέναι ὁτὲ δὲ ἐπιτείνειν ἕκαστον τὸ αὐτοῦ τάχος. εὐτάκτως δέ ἐστι κινεῖσθαι τὸ μὴ ποτὲ μὲν ἵστασθαι ποτὲ δὲ ἀνακάμπτειν, φέρεσθαι δὲ ἐπὶ τὰ [*](2 τὸν κόσμιον] τε κόσμον B* 8 in B non hic σφαίρας sed post δύσιν voc. σφαίρασι legitur, quod ortum esse vide- tur ex vocabulo σφαίρας et signo quo σφαίρας transponendum esse indicavit librarius ἀπʼ] ἐπ᾿ B* 13 βραχυτέρων B, βραδύτερον Mart. 14 φέρεται Mart. 19 cf. p. 143, 10 ἠλεκάτην B 20 inscr. τί ἐστι τὸ ὁμαλῶς κινεῖσθαι B 22 ὁτὲ] ποτὲ Mart. 23 inscr. τί ἐστι τὸ εὐτάκτως κινεῖσθαι B 24 ἀνακάπτειν B*)
152
αὐτὰ ἀεὶ ὁμοίως. δοκεῖ δʼ ἡμῖν τὰ πλανώμενα πάντω μὲν ἀνωμαλίας, ἔνια δὲ καὶ ἀταξίας μετέχειν. τίς οὖν ἡ τῆς τοιαύτης φαντασίας αἰτία; πρώτη μὲν τὸ ἐν ἑτέ- ραις σφαίραις καὶ ἐν ἑτέροις κύκλοις ὄντα, καθ᾿ ὧν φέρονται, δοκεῖν διὰ τοῦ ζῳδιακοῦ φέρεσθαι, καθὰ ἤδη προείρηται. κατὰ συμβεβηκὸς δέ, ὡς προείρηται, καίτοι- ἁπλῆν τὴν ἰδίαν ποιούμενοι κίνησιν οἱ ζ΄, πλείονας κύ- κλους γράφουσι καὶ διαφόρους. δῆλον δὲ τοῦτο ἂν ἡμῖν καὶ ἐφʼ ἑνὸς γένοιτο σκοπουμένοις τοῦ φανερω- τάτου καὶ μεγίστου τῶν πλανωμένων ἡλίου.
Κριός ??δ΄ς΄ α ?? η΄ Καρκίνος β θ δ Αἰγοκέρως ??β΄ς΄ πη΄ η΄΄ γ Ζυγός
ἔστω ζῳδιακὸς μὲν ὁ ᾱβγδ· κέντρον δὲ αὐτοῦ καὶ τοῦ παντός, περὶ ὃ λέγεται ἐρηρεῖσθαι μέση 〈ἡ〉 γῆ, τὸ θ, καὶ διὰ τούτου πρὸς ὀρθὰς ἀλλήλαις αἱ ᾱγ βδ διά- μετροι· καὶ τὸ μὲν α ἐν ἀρχῇ τοῦ Κριοῦ, τὸ δὲ β Καρ- κίνου, πάλιν δὲ τὸ μὲν γ τοῦ Ζυγοῦ, τὸ δὲ δ Αἰγοκέρω. [*](3 sqq.: cf. p. 150, 12 sqq. 6 inscr. τίς ἡ θέσις τῶν ζ΄ κύκλων B 12 περὶ ὃ λέγεται ἐρηρεῖσθαι περὶ τὸ μέσον ἐρηρεῖσθαι B, περὶ οὗ τὸ μέσον ἐρήρεισται Mart. cuius et uni- versi mundi in medietate iuxta quam stipatam manere dicimus teram Chalc. 78 13 δια τοῦτο B*)
153
φαίνεται δὴ ὁ ἥλιος κατὰ τὸ α γενόμενος ἰσημερίαν ἐαρινὴν ποιεῖσθαι, κατὰ δὲ τὸ β τροπὴν θερινήν, καὶ κατὰ μὲν τὸ γ μετοπωρινήν 〈ἰσημερίαν, κατὰ δὲ τὸ δ τροπὴν χειμερινήν〉, ἴσας δὲ οὔσας τὰς ᾱβ βγ γδ δα περιφερείας τεταρτημοριαίας ἀνωμάλως ἐν ἀνίσοις χρό- νοις διεξιών. ἀπὸ μὲν γὰρ ἰσημερίας ἐαρινῆς ἐπὶ τρο- πὴν θερινὴν ἐν ἡμέραις παραγίνεται ??δ΄ς΄, ἀπὸ δὲ θερινῆς τροπῆς ἐπεὶ ἰσημερίαν μετοπωρινὴν ἡμέραις ??β΄ς΄, ἀπὸ δὲ μετοπωρινῆς ἰσημερίας ἐπὶ τροπὴν χει- μερινὴν ἡμέραις πη΄ η΄΄, λοιπὸν ἀπὸ τροπῆς χειμερινῆς ἐπὶ τὴν ἐαρινὴν ἰσημερίαν ἡμέραις ??η΄, ὥστε τὸν ὅλον κύκλον ἐνιαυτῷ διανύειν, ἡμέραις ἔγγιστα τξε΄ δ΄΄, καὶ κατὰ τῶν Διδύμων τὴν ἀρχὴν βραδύτατα κινούμενος, κατὰ δὲ τὴν ἀρχὴν τοῦ Τοξότου τάχιστα, μέσα δὲ κατὰ τὴν Παρθένον καὶ τοὺς Ἰχθύας.
φυσικὸν δέ, ὥς φαμεν, καὶ ἀναγκαῖον ἅπαντα τὰ θεῖα ὁμαλῶς κινεῖσθαι καὶ εὐτάκτως· δῆλον οὖν ὡς ἐπί τινος ἰδίον κύκλου φερόμενος ὁμαλῶς καὶ εὐτάκτως ἡμῖν ἀπὸ τοῦ θ ὁρῶσιν ἐπὶ τοῦ ᾱβγδ δοκεῖ φέρεσθαι ἀνωμάλως. εἰ μὲν οὖν ὁ κύκλος αὐτοῦ περὶ τὸ αὐτὸ κέντρον ὖν τῷ παντί, λέγω δὲ περὶ τὸ θ, τοὺς αὐτοὺς λόγους διαιρούμενος ὑπὸ τῶν ᾱγ βδ διαμέτρων, διὰ τὴν ἰσότητα τῶν περὶ τὸ κέντρον γωνιῶν καὶ τὴν ὁμοιό- [*](3 uncis inclusa add. Mart. item ad γ autumnale aequi- noctium, ad δ hiemalem conversionem Chalc. 5 τεταρτιμο- ριαίας B* 9 μεταπωρινῆς B* 10 ἡμέραι B* η΄΄ add. Mart.] in B vacuum spatium rel. octoginta et octo diebus per- venit et octava parte unius diei Chalc. 16 ἀναγκαία πάντα B, ἀναγκαῖον πάντα Mart. 22 διαιροῦμεν B*, eadem ratione divisus Chalc. 79 ᾱβ γδ διαμέτρω B*)
154
τητα τῶν περιφερειῶν τὴν αὐτὴν ἂν παρεῖχεν ἀπορίαν. δῆλον δὲ ὡς ἑτέρως κινούμενος καὶ οὐ περὶ τὸ θ κέν- τρον αἴτιόν ἐστι τῆς τοιαύτης ἐμφάσεως. ἤτοι οὖν ἐν- τὸς αὐτοῦ περιλήψεται τὸ θ, ἢ διʼ αὐτοῦ ἐλεύσεται, ἢ ἐκτὸς αὐτοῦ ἀπολείψει. διὰ μὲν οὖν τοῦ θ τὸν ἡλιακὸν ἔρχεσθαι κύκλον, ἀμήχανον· καὶ γὰρ αὐτὸς ἂν ὁ ἥλιος ἐπὶ γῆν παρεγίνετο, καὶ τοῖς μὲν ἐπὶ θάτερα τῆς γῆς ἀεὶ ἦν ἡμέρα, τοῖς δʼ ἄλλοις ἀεὶ νὺξ ἦν, καὶ οὔτʼ ἀνα- τέλλων οὔτε δύνων οὔθ᾿ ὅλως περὶ τὴν γῆν ἐρχόμενος ἐφαίνετο ἂν ὁ ἥλιος· ἅπερ ἄτοπα. λείπεται οὖν ἢ ἐντὸς περιλαμβάνεσθαι τὸ θ ὑπὸ τοῦ ἡλιακοῦ κύκλου ἢ ἐκτὸς ἀπολείπεσθαι. ὁποτέρως δʼ ἂν ὑποτεθῇ, φησί, σωθήσε- ται τὰ φαινόμενα, καὶ ἐντεῦθεν ἡ διαφορὰ τῶν μαθη- ματικῶν ἐλεγχθήσεται ἄτοπος οὖσα, τῶν μὲν κατὰ ἐκ- κέντρων μόνον λεγόντων φέρεσθαι τὰ πλανώμενα, τῶν δὲ κατʼ ἐπίκυκλον, τῶν δὲ περὶ τὸ αὐτὸ κέντρον τῇ ἀπλανεῖ. ἐπιδειχθήσονται γὰρ τοὺς τρεῖς γράφοντες κύκλους κατὰ συμβεβηκός, καὶ τὸν περὶ 〈τὸ〉 τοῦ παν- τὸς κέντρον καὶ τὸν ἔκκεντρον καὶ τὸν ἐπίκυκλον. ἐὰν μὲν γὰρ περιλαμβάνεσθαι ὑποθώμεθα τὸ θ ἐντὸς ὑπὸ ἡλιακοῦ κύκλον, φησί, μὴ μέντοι γε ὡς κέντρον, ἔκκεν- τρος ἡ τοιαύτη λέγεται πραγματεία, ἐὰν δὲ ἐκτὸς ἀπο- λείπεσθαι, κατʼ ἐπίκυκλον.
[*](1 παρέχειν B, παρέχοι Mart. 10 ἐντὸς] ἐκτὸς B*, ut θ vel intra ambitum solstitialis circuli sit vel extra Chalc. 11 ἐκτὸς] ἐντὸς B* 13 cf. p. 148, 11 16 ἐπικύκλων Mart.)[*](17 ἀπλανῆ B* 21 ἔνκεντρος B, em. apogr., κατʼ ἔκκεν- τρον Mart.)155
ὑποκείσθω πρότερον ἔκκεντρος εἶναι ὁ τοῦ ἡλίου κύκλος ὁ εζηκ, παρεγκεκλιμένος οὕτως, ὡς ἔχειν τὸ αὑ- τοῦ κέντρον ὑπὸ τῇ εζ περιφερείᾳ, οἷον τὸ μ, καὶ διαι- ρουμένου εἰς ἴσα μέρη τξε΄ δ΄΄ [καὶ] τὴν μὲν εζ περιφέ- ρειαν εἶναι ??δ΄ ς΄, τὴν δὲ ζη ??β΄ ς΄, καὶ τὴν ηκ πή η΄΄, τὴν δὲ κε ??΄ η΄΄. φανερὸν οὖν ὡς ἐπὶ μὲν τοῦ ε γενό- μενος ἡμῖν ἀπὸ τοῦ θ ἐπʼ εὐθείας ὁρῶσιν ἐπὶ τοῦ α εἶναι δόξει, τὴν δὲ εζ διελθών, μεγίστην οὖσαν τῶν εἰς τέσσαρα τετμημένων τοῦ ἰδίον κύκλου, ἡμέραις ??δ΄ ς΄, ὅσωνπερ ἦν καὶ αὐτὴ 〈μοιρῶν〉, ὁμαλῶς, καὶ γενόμενος [*](1 ἡλίου] ἡλιακοῦ B* supra ι acc. del. 2 ἔχει B 3 διαιρουμένου εἰς ἴσα μέρη τξε΄ δ΄΄] διαιρουμένου εἰς ἴσα μένει τὰ εζηκ B, διαιρούμενος οὐκ εἰς ἴσα μὲν τὰ εζ ζη ηκ κε Mart. hoc igitur circulo in trecentas sexaginta quinque partes et par- tem quartam unius portionis diviso Chalc. 80 9 ??βς B 10 ἦν καὶ] εἶναι B* μοριῶν add. Mart. γινόμενος B, em. apogr.)
156
ἐπὶ τοῦ ζ, ἡμῖν ἐπὶ τοῦ β φανήσεται, καὶ δόξει τὴν αβ διεληλυθέναι, τεταρτημοριαίαν τοῦ ζῳδιακοῦ κύκλον, οὐ ταῖς αὐταῖς ἡμέραις, ἀνωμάλως. πάλιν δὲ τὴν ζη περιφέρειαν, δευτέραν μεγέθει τοῦ ἰδίου κύκλου, περι- ελθὼν ὁμαλῶς ἐν ἡμέραις ??β΄ ς΄, ὅσωνπερ ἦν αὐτὴ μοιρῶν, καὶ γενόμενος ἐπὶ τοῦ η, ἡμῖν ἐπὶ τοῦ γ φανή- σεται, καὶ δόξει τὴν βγ, τεταρτημοριαίαν τοῦ ζῳδιακοῦ καὶ ἴσην τῇ πρόσθεν ἐν ἐλάττοσιν ἡμέραις διεληλυθέ- ναι καὶ ἀνωμάλως. παραπλησίως δὲ τὴν η διαπορευ- θείς, ἐλαχίστην οὖσαν τῶν εἰς τέσσαρα τοῦ ἰδίου κύ- κλου, μοιρῶν πη΄ η΄΄, ἐν ἡμέραις τοσαύταις, καὶ γενό- μενος ἐπὶ τοῦ κ, τοῖς ἀπὸ τοῦ θ ὁρῶσι φανήσεται μὲν ἐπὶ τοῦ δ, δόξει δὲ τὴν γδ, τεταρτημοριαίαν καὶ ἴσην ταῖς πρόσθεν, ἐλαχίσταις ἡμέραις διεληλυθέναι. καὶ κατὰ λόγον λοιπὴν τὴν κε πορευθεὶς ἡμέραις ?? η΄΄, ὅσων καὶ μοιρῶν ἦν, καὶ ἀποκαταστὰς ἐπὶ τὸ ε, δόξει τὴν δᾱ διηνυκέναι, τεταρτημοριαίαν καὶ ἴσην, ἐν ἡμέραις ??΄ η΄΄, καὶ ἐπὶ τὸ α σημεῖον ἀποκαθίστασθαι. καὶ τὸν ἑαυτοῦ κύκλον διαπορευθεὶς ὁμαλῶς τὸν τῶν ζῳδίων ἀνωμά- λως δόξει διεληλυθέναι. ἐὰν δὲ ἐπιζεύξαντες μεταξὺ τῶν κέντρων τὴν θμ ἐκβάλωμεν ἐφʼ ἑκάτερα ἐπʼ εὐθείας,
[*](2 τεταρτιμοριαίαν B, em. apogr. 8 καὶ ἴσην τῇ] καθʼ ἧς ἦν τῆ B, καθʼ ἧς ἦν τῆς Mart. cf. vs. 13 et 17. βγ ambi- tum velut aequalem priori Chalc. 9 ἀνομάλως B, em. apogr. 13 τεταρτημοριαίαν] μοριαίαν B* 17 δεικνυ- κέναι B* 26 quod si duum circulorum, id est maioris εodiaci et minoris solstitialis eccentri, duo puncta coniungantur et fiat μθ, deinde per hanc ducta [erexeat νξ linea: quia εζηκ circuli punctum et medietas est μ, aequales erunt lineae νμ μξ. maior igitur est νμ linea quam ξθ, multo ergo maior νθ quam θξ Chalc.) 157
ἐπειδὴ τοῦ εζ κύκλου κέντρον τὸ μ, ἴση ἔσται ἡ μν 〈τῇ〉 μξ. ὥστε κατὰ μὲν τὸ ν γενόμενος ὁ ἥλιος ἀπο- γειότατος ἂν εἴη, καὶ ἡμῖν ἀπὸ τοῦ θ ὁρῶσι τὸ μέγεθος ἐλάχιστος δόξει καὶ βραδύτατα κινούμενος· ὅπερ φαίνε- ται ποιῶν κατὰ τὴν πέμπτην ἡμίσειαν μάλιστα μοῖραν τῶν Διδύμων· κατὰ δὲ τὸ ξ γενόμενος προσγειότατός τε καὶ διὰ τοῦτο μέγιστος τῇ φάσει καὶ τάχιστα κινού- μενος δόξει· ἅτινα πάλιν φαίνεται ποιούμενος κατὰ τὴν ε΄ ἡμίσειαν μοῖραν τοῦ Τοξότου· εὐλόγως τε καὶ περὶ τὰς αὐτὰς μοίρας τῶν τε Ἰχθύων καὶ τῆς Παρθένου μέσως τῷ μεγέθει καὶ τῷ τάχει φέρεσθαι δοκεῖ. καὶ οὕτως πάντα, φησί, σωθήσεται τὰ φαινόμενα.
εὑρίσκεται ὁ εζηκ κύκλος τῇ θέσει καὶ τῷ μεγέθει δεδομένος. ἤχθωσαν γὰρ διὰ τοῦ μ ταῖς ᾱγ βδ παράλ- ληλοι πρὸς ὀρθὰς ἀλλήλαις αἱ οπ ρσ, καὶ ἐζεύχθωσαν αἱ ζμ με. δῆλον οὖν ὅτι τοῦ εζηκ κύκλου διαιρεθέν- τος εἰς ἡμέρας τξε΄ δ΄΄ ἡ μὲν εζη περιφέρεια τοιούτων ἔσται ἡμερῶν ρπζ΄, ἡ δὲ ηκε ἔσται ἡμερῶν ροη δ΄΄. ἴσα ἄρα ἐκατέρα τῶν εο πη ρζ σκ, αἱ δὲ σπ πρ ρο οσ περι- φέρειαι ἀνὰ ??α΄ δ΄΄ ις΄΄ τοιούτων ὑπάρχουσαι. ἡ δο- θεῖσα ἄρα γωνία ὑπὸ ομν ἴση ἔσται τῇ θμτ· ὁμοίως καὶ 〈ἡ〉 ρμν γωνία ἴση ἔσται τῇ υμθ. ἔσται ἄρα ὁ λόγος [*](2 τῇ add. Mart. μξ] μζ B* ν Chalc.] θν B 6 ξ Chalc.] θξ B 9 εὔλογός B* 13 εζκη B* 14 ἤχθοσαν B 10 εζηῆ B* 17 εζη] εζ, ἡ B* 18 ρπξ B* 19 εο] βο B* ἡ δὲ εκ κρ οηη περιφέρεια ἀνὰ ω ὀγδόου ἑκκαιδεκάτου τοιούτων ὑπάρχουσα B* 21 ομν] ομς B* θμτ] μτε B* 22 ρμν] ρμζ B* υμθ] υμ B*)
158
τῆς μτ προς μθ, τουτέστι μτ πρὸς θτ, 〈δεδομένος〉. δέδοται ἄρα τὸ μτθ τρίγωνον τῷ εἴδει. καὶ δοθὲν τὸ θ κέντρον τοῦ παντὸς πρὸς ἑκάτερον τῶν ν ξ σημείων· τὸ μὲν γὰρ μέγιστον ὁρίζει ἀπόστημα, τὸ δὲ ἐλάχιστον· καὶ ἔστιν ἡ μὲν θμ μεταξὺ κέντρων τοῦ τε παντὸς καὶ τοῦ ἡλιακοῦ κύκλου. δέδοται ἄρα ὁ εζηκ κύκλος τῇ θέσει καὶ τῷ μεγέθει· εὑρίσκεται δὲ διὰ τῆς περὶ ἀπο- στημάτων καὶ μεγεθῶν πραγματείας ὁ λόγος τῆς θμ 〈πρὸς τὴν μν〉 ἔγγιστα ὡς ἓν πρὸς κδ΄.
τοιάνδε μὲν τὴν κατὰ ἔκκεντρον πραγματείαν παρα- δίδωσιν, σώζουσαν τὰ φαινόμενα. τὴν δὲ κατʼ ἐπίκυ- [*](1 μθ, τουτέστι μτ] ῡθ τουτέστιν μῡ B* δεδομένος add. Mart. 2 τὸ post. καὶ del. B 3 ν ξ] ῡξ B* 4 ὁρίζη B* τὸ δὲ] τό τε Mart. 5 ἡ ante μεταξὺ add. Mart.) [*](6 δίδοται B* εζηκ] εζ ηῆ B* 9 πρὸς τὴν μν add. Mart. κδ΄] ηδ΄ B* 10 τοιάνδε] pro literis τοι spatium vacuum rel. in B* ἐγκέντρων B*, ἐκκέντρων apogr.)
159
κλον τοιάνδε λέγουσιν εἶναι. ἔστω πάλιν ζῳδιακὸς μὲν ὁ αβγδ, ἡλιακὸς δὲ κύκλος ὁ εξκ, ἐκτὸς ἀπολείπων ἑαυ- τοῦ τὸ θ ὅ ἐστι τοῦ παντὸς κέντρον. φερομένης δὴ τῆς τῶν ἀπλανῶν σφαίρας ἀπὸ τῆς β ἀνατολῆς ἐπὶ τὸ α μεσουράνημα καὶ ἀπὸ τοῦ α ἐπὶ τὴν δ δύσιν, ὁ εξκ κύκλος ἤτοι ἠρεμήσει ἢ καὶ αὐτὸς κινηθήσεται, φερο- μένου περὶ αὐτὸν τοῦ ἡλίου. ἀλλʼ εἰ μὲν ἠρεμήσει, δῆ- λον ὡς ὁ ἥλιος οὔτε δύνων οὔτε ἀνατέλλων φανήσεται, ἀλλʼ ἀεὶ τοῖς μὲν ὑπὲρ γῆν ἡμέραν ποιήσει, τοῖς δὲ ὡς πρὸς ἡμᾶς ὑπὸ γῆν νύκτα, καὶ μιᾷ περιστροφῇ τοῦ παντὸς δόξει πάντα παροδεύειν τὰ ζῴδια· ἅπερ ἐστὶν ἄτοπα. κινηθήσεται οὖν καὶ αὐτός· κινούμενος δὲ ἤτοι ἐπὶ τὰ αὐτὰ τῷ παντὶ οἰσθήσεται ἢ ὑπεναντίως· καὶ 〈εἰ〉 ἐπὶ τὰ αὐτὰ τῷ παντί, ἤτοι ἰσοταχῶς ἢ θᾶττον αὐτοῦ βραδύτερον. ἀλλʼ εἰ μὲν ἰσοταχῶς, ἀχθεισῶν τῶν θζν θκλ ἐφαπτομένων τοῦ ζε κύκλου, ὁ ἥλιος ἐν τῇ ναλ περιφερείᾳ τοῦ ζῳδιακοῦ ἀεὶ δόξει ἀναστρέ- φεσθαι· ἐπὶ μὲν γὰρ τοῦ ζ γενόμενος κατὰ τὸ ν φανή- σεται, ἐπὶ δὲ τοῦ ε κατὰ τὸ α, μεταβὰς δὲ ἐπὶ τὸ κ κατὰ τὸ λ, καὶ τὴν μὲν ζεκ περιφέρειαν διανύσας, τὴν ναλ δόξει πεπορεῦσθαι ἐπὶ τὰ προηγούμενα τῶν ζῳδίων· τὴν δὲ κηζ διελθὼν δόξει τὴν λᾱν ἐπὶ τὰ ἑπόμενα ἐνη- νέχθαι· ἅτινα πάλιν οὐ φαίνεται. οὐκ ἄρα ὁ εξκ τοῦ ἡλίου κύκλος ἰσοταχῶς ἐπὶ τὰ αὐτὰ τῷ παντὶ συμπερι-
[*](2 εζηκ Mart. 3 θ ὅ ἐστι] ε ὁ ἐπὶ B* 5 εζηκ Mart.) [*](6 αὐτὸς] αὐτὸν B* 9 τοῖς] τῆς B* τοῖς] τῆς B* 13 οἷς θήσεται B* 15 ἀχθεὶς B* 16 εζηκ Mart. 17 νᾱλ] κᾱλ B*) [*](20 διανυούσας B* 22 δὲ κηζ] δ΄ κεζ B* 23 εζηκ Mart.) 160
ενεχθήσεται. ἀλλὰ μὴν οὐδὲ θᾶττον, ἐπεὶ καὶ οὕτως προφθάνων προηγεῖσθαι δόξει τῶν ἀπλανῶν καὶ ἀνά- παλιν τὸν ζῳδιακὸν διανύειν, οἷον ἀπὸ Κριοῦ εἰς Ἰχθύας καὶ Ὑδροχόον· ἅπερ οὐ φαίνεται. δῆλον οὖν ὅτι ὁ εζη κύκλος ἤτοι ἐπὶ τὰ αὐτὰ τῷ παντί, βραδύτε- ρον μέντοι, κινηθήσεται, καὶ διὰ τοῦτο ὑπολειπόμενος εἰς τὰ ἑπόμενα δόξει μεταβαίνειν, ἣ καθʼ ἑαυτὸν [εἰ] μὲν ὑπεναντίως τῷ παντὶ οἰσθήσεται, συναπενεχθήσε- ται δὲ τῷ παντὶ πρὸς ἡμέραν ἑκάστην κρατούμενος τὴν ἀπʼ ἀνατολῶν ἐπὶ δύσεις· καὶ γὰρ οὕτως εἰς τὰ ἑπόμενα φανήσεται μετιών καὶ οἷον ὑπολειπόμενος.
πῶς οὖν σώσει τὰ φαινόμενα; ἔστω κέντρον τοῦ ἡλιακοῦ κύκλου τὸ μ, καὶ γεγράφθω κέντρῳ μὲν τῷ θ, διαστήματι δὲ τῷ θμ, κύκλος ὁ μονξ, καὶ ὑποκείσθω ὁ εξηκ κύκλος νῦν συναποφέρεσθαι μὲν τῷ παντὶ τὴν ἀπὸ τῶν ἀνατολῶν ἐπὶ δύσεις φοράν, ἤτοι δὲ διὰ βραδυτῆτα ὑπολειπόμενος, ἢ καὶ φερόμενος ὑπεναντίως τῷ παντί, ὃ καὶ μᾶλλον δοκεῖ τῷ Πλάτωνι, ὥστε τὸ μὲν κέντρον κατὰ τοῦ μονξ κύκλου φερόμενον ὁμαλῶς περιπορεύε- σθαι αὐτὸν ἐνιαυτῷ, καὶ ἐν τῷ 〈αὐτῷ〉 χρόνῳ τὸν ἥλιον διανύειν τὸν ἑαυτοῦ κύκλον, ὁμοίως φερόμενον ὁμαλῶς. πάλιν ὁ ἥλιος κατὰ τοῦ εζηκ κύκλου ἤτοι ἐπὶ τὰ αὐτὰ τῷ παντὶ ἐνεχθήσεται, ἢ ὑπεναντίως, 〈ἐπὶ τὰ αὐτὰ δὲ〉 τῷ ἰδίῳ κύκλῳ, οἷον ἀπὸ τοῦ κ ἐπὶ τὸ ε καὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ζ. λέγω δὲ ὅτι τοῦ εζηκ κύκλου περιφερομένου [*](1 οὗτος B* 3 τῶν ζωδιακῶν B* εἰς] ?? B 5 εζηκ Mart. 7 εἰ del. Mart. 8 οἷς θήσεται B* 10 φορὰν post δύσεις addendum esse cj. Mart. 13 τῷ] τὸ B* 18 cf. p. 147, 16 20 αὐτῷ add. Mart. 23 ἐπὶ τὰ αὐτὰ δὲ add. Mart. 24 οἷον] οἷ B*)
161
κατὰ τοῦ μονξ ὑπεναντίως τῷ παντὶ ὁ ἥλιος ἐπὶ τοῦ εζηκ κύκλου ἐνεχθήσεται ἐπὶ τὰ αὐτὰ τῷ παντὶ καὶ σώσει τὰ φαινόμενα.