Fragmenta
Speusippus
Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
91. Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ.
92. Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως
93. Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας.
94. Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ.
95. Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου· δύναμις ὑποληπτική τινος ἢ τινῶν, ἀμετάπτωτος ὑπὸ λόγου· λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος.
96. Δόξα ὑπόληψις μετὰ πίστεως λογική· λόγιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου.
97. Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρας ἀνθρώπων, ἀφ’ ἧς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος.
98. Ἕξις διάθεσις ψυχῆς καθ’ ἣν ποιοί τινες λεγόμεθα.
99. Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας.
100. Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος σύνθετος ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους.