Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

101. Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθ’ ἑαυτὸ λεγομένου.

102. Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους.

103. Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον.

104. Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος.

105. Τεκμήριον ἀπόδειξις ἀφανοῦς.

106. Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων.

107. Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος· αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι.

108. Ὀφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον τοῦ ἀγαθοῦ.

109. Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον.

110. Καλὸν τὸ ἀγαθόν.