Volumina Rhetorica

Philodemus

Philodemus. Volumina Rhetorica, Volume 3: Supplementum. Sudhaus, Siegfried, editor. Leipzig: Teubner, 1895.

μένων, νῦν δὲ τοῦ πρώτου κατατρέχωμεν.

35

Ἐστιν τοίνυν καὶ λέγεται τέχνη παρὰ τοῖς Ἕλλησιν ἕξις ἢ διάθεσις ἀπὸ παρατηρήσεως τινῶν κοινῶν καὶ στοιχειωδῶν, ἂ διὰ πλειόνων διήκει τῶν ἐπὶ μέρους, καταλαμβάνουσά τι καὶ συντελοῦσα τοιοῦτον, οἷον ὁμοίως τῶν μὴ μαθόντων οὐδείς, ἑστηκότως καὶ βεβαίως οὐδὲ στοχαστικῶς. Ἀφείσθω γὰρ ἐπὶ τοῦ παρόντος, εἴτε συμφέρον εἴτ’ οὐ συμφέρον τὸ γινόμενον πάντως, ἀφείσθω δʼ, εἰ καὶ κοινότερον καὶ ἰδιωτικῶς τέχνη λέγεται καὶ παρὰ τριβῆς πάντως καὶ πανόλως τὸ τοιοῦτον· αὐτὸ γάρ, ὅ πάσηι τῆι καθʼ ὁνδήποτε τρόπον προσαγορευομένηι τέχνηι πρόσεστιν, τοῦτο ἐκθεῖναι βεβουλήμεθα καὶ δὴ προὐνηνέγμεθα. Καὶ ταῖς ἑστηκυίαις γέ τοι καὶ παγίοις ἐπιστήμαις ὥσπερ γραινματιστικῆι καὶ μουσικῆι καὶ ζωγραφίαι καὶ πλαστικῆι πρόσεστιν τὸ

διά τινος παρατηρήσεως στοιχείων [*](XXXIX) τινῶν διηκόντων διὰ πλειόνων τῶν κατὰ μέρος καταλαμβάνειν ἕκαστον καὶ δημιουργεῖν, καὶ ταῖς οὐκ ἐχούσαις τὸ ἑστηκὸς ἀλλὰ τὸ στοχαστικὸν τοῦτʼ ἐξ ἀνάγκης ἴδιον πρόσεστιν τὸ κοινῶν τινων κατοχὴν ἔχειν διατεινόντων εἰς τὰ κατὰ μέρος, οἷς οὐδεπώποτʼ, ἐὰν οὕτω τύχῃ, γέγονεν ἐγκύρησις, κἂν μὴ διὰ παντὸς ἀκολουθῇ τὸ τέλος τοῖς τῆς ἐπιστήμης παραγγέλμασι καὶ ποήμασιν διὰ τὸ μηδʼ εἶναι τοῦ πάντως τὴν στοχαστικὴν μέθοδον ἀλλὰ τοῦ κατὰ τὸ πλεῖστον ἢ τοῦ μᾶλλον τῶν ἀτέχνων. Ὥστε κἂν τυγχάνῃ τις τοῦ τέλους ἐπί τινων, μὴ μέντοι γε ἀπὸ τῆς διαθέσεως τῆς τῶν κοινῶν καὶ στοιχειωδῶν ἐντευκτικῆς ἐπὶ τὴν ἀπεργασίαν παραλλάξηι τῶν κατὰ μέρος, οὐκ ἂν εἴπαιμεν ἀπὸ τέχνης τετευ

χέναι, τὸν δʼ ἔχοντα τὴν διάθεσιν ἀπὸ τέχνης. [*](LX)

36
Κἂν ἐπί τινων ἀποτυγχάνηι τῶν κατὰ μέρος, τὸ πᾶν οὐ δή φαμεν τέχνην· καλοῦμεν γάρ, ὃ ἔχει τοῦτο πάντως· Εἰ δὲ μὴ πρόσεστίν τινων διηκόντων καὶ στοιχειωδῶν εἴδησις --- επ. γα --- δίκω --- τα --- ωιπαρα --- κ --- παρατ --- κ --- σαπλλεοσα τῶν ἐπιτευκτικῶν κἀποτευκτικῶν· καὶ γὰρ ἡ τέχνη διὰ παντὸς οὖσα προτέθειται· κἂν μέθοδον μὴ ἔχηι ἡ ῥητορική, ὑπάρξειν τῶν μὴ τεχνῶν, μηδʼ ἔσεσθαι μεθοδικαῖς καὶ στοιχειώδεσι καὶ τὰ κατὰ μέρος μὴ ἀνειληφυίαις κοινόν τι. Τὰς δʼ ἐπιτυχίας καὶ ἀποτυχίας ἐμπειρίαν μὲν καὶ παρατήρησιν καὶ ἄσκησιν καὶ πᾶν τὸ τοιοῦτο προσαγορεύομεν, τέχνην δʼ οὐδαμῶς, ὅτι τὸ ταῦτα διὰ παντὸς ἔχειν τὸ αὐτὸ τῆι τέχνηι φάσκομεν, ἀλλʼ οὐχὶ καὶ κατὰ ποιὰς παραλλαγὰς καὶ εἰ ποτέ εἰσιν οἷοί τε πράττειν, ἃ δεῖ οὐδʼ ὁ στοχαζόμενος [*](XLI) τῶν τ ---

καὶ τοῦ καλοῦ παρατετήρηκεν, πῶς ἑαυτὸν στῆσαι δεῖ καὶ πῶς ἰέναι καὶ ποῦ τὸν πόδα θεῖναι καὶ ποῖ συνεπινεύειν, ἀλλὰ παρατετήρηκε, τίνα μόνον καὶ μόνωι τοὖργον ποιεῖ καὶ διὰ παντός, μέθοδον δὲ καὶ στοιχειώδη τινὰ παράδοσιν διὰ πλειόνων διήκουσαν ὥσπερ γραμματιστής, ὥσπερ μουσικὸς οὐκ

37
ἔχει. Τὂ δʼ ὅμοιον ἐπὶ τῶν πετευριζομένων καὶ τὰς μαχαίρας ὑπεραλλομένων ἔτυχε· κἂν τούτους δὲ ἔχειν τέχνην ἐγβιάζηταί τις, ἀλλʼ οὐχὶ τὸν συνδέτην κακίω φήσει τῶν ξύλων ἢ φακέλων καὶ βαστάζοντα καὶ τὸν ἐπιτευκτικῶς κλέπτοντα καὶ ψευδόμενον καὶ τὸν ἔμπορον τὸν ἀγαθὸν καὶ τὸν κυνηγέτην καὶ πάντας τοὺς παραπλησίους. Ὅταν δὲ φῶμεν μὴ λέγεσθαι τέχνην τὴν τῶν τοιούτων ἕξιν μηδὲ τοὺς ἄνδρας τεχνίτας, τὸ μὴ κυρίως προσαγορεύεσθαί φαμεν, οὐ τὸ μηδὲ καταχρηστικῶς λέγεσθαι διατεινόμεθα· φανερὸν γάρ, ὅτι

καὶ τεχνίτην δρα πέτην καὶ κόλακα καὶ ὠμοφάγον καλοῦσι [*](XLII) καὶ πολλοὺς ἄλλους, ὅτι παρατετήρηκε τούτων ἕκαστος, ἃ ποιεῖν προτέθειται, καὶ ἀποτεύγματά τινα καὶ ἐπιτεύγματα. Οὐ μὴν ἐγὼ μὲν τὴν συνήθειαν οὔ φημι κυρίως ταῦτα καὶ τὰ τοιαῦτα τέχνας καλεῖν ἀλλὰ τὰ προσφερόμενα τὸ μεθοδικόν, ὅ προχειρότατα κατὰ τὴν τῆς τέχνης ἀναφώνησιν ὑποπίπτει καὶ ὑπὸ τὴν τῆς ἐπιστήμης, ὅταν ταὐτὸ ἐπιφέρηται τῆι τέχνηι καὶ κατὰ ταὐτὸ εἶδος, ἅ τις ἀπλῶς λέγων ποιεῖ διαφορωτάτας ἐν τῶι βίωι τέχνας (τις) προσαγορεύειν· ὥστε καὶ τὴν σύμπασαν παρατήρησιν τῶν ἐν ἑκάσταις χώραις ἔργων ἀτόπων ἢ πράξεων ἢ τι τῶν ἄλλων, ἃ χρήσιμα πολλὰ καὶ νὴ τὸν Διʼ ἀγνοηθέντα γείνεται, πάντα πληροῦν ἐπιστημῶν καὶ μηδὲν ἄτεχνον ἀπολείπειν ἕνεκα γʼ ἡμῶν μὴ κωλυέσθω. Φεύγοντες γὰρ ἅπασαν

38
οὐ πραγματικὴν ἀμφισβήτησιν μεταληψόμεθα τὰς ὀνομασίας, [*](XLIII) καὶ ταύτας,

ἃς νῦν φαμεν εἶναι τέχνας, τὸ τοιοῦτʼ ἔχειν εἶδος ἐροῦμεν, οἷον ἡ γραμματικὴ καὶ πλαστική, ταύτας δʼ, ἃς οὐ τέχνας, τὰς ἐστερημένας τοῦ τοιούτου, παρατηρητικὸν δοκεῖν εἶδος, ὃ οὐ κυρίως ἐνηριθμήσαμεν ἀλλὰ παραπλήσιον ὑπεμνήσαμεν. Αὐταῖς δʼ εἴδη τοιαῦτα καὶ ταῖς ῥητορικαῖς ἐναρμόττοντες τὴν μὲν σοφιστικὴν τέχνην ἀποφαινόμεθα, τὴν δὲ πολιτικὴν οὐ τέχνην· ἂν δὲ συναναγκάσηι τις ἡμᾶς προφέρεσθαι τὰς ὀνομασίας, τὴν μέν, ὥσπερ εἰρήκαμεν, ἰδιώματι κεχαράχθαι φήσομεν, τὴν δʼ οὐ φήσομεν, καὶ πρὸς ταῦτα τοὺς ἀντιλέγοντας ἀπαντᾶν ἀξιώσομεν καὶ ὡς κατεχρησάμεθα.

Ἀλλὰ νῦν ἐπʼ ἐκεῖνο βαδίζωμεν, ὅτι „τέχνην οὐχ ἡμεῖς λέγομεν τὴν σοφιστικήν, οἱ δὲ τὴν αἵρεσιν κτίσαντες ἡμῶν ἀντιφωνοῦσιν, καὶ τὴν πολιτικὴν ἱστορίαν τινὰ καὶ παρατήρησιν συνησκημένην, οὐχ ἡμεῖς“.

Ἀλλὰ κἀκεῖνο παραθήσομαι, ὅπου καὶ διʼ ὧν [*](XLIV) ἔφασκεν

ὁ Ζήνων ταῦτα διασαφεῖσθαι. Ὁ τοίνυν Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὅτι μὲν διατελεῖ λέγων “τὰ διδασκαλεῖα τῶν ῥητορικῶνʼ καὶ “τοὺς ἐκ τῶν διδασκαλείωνʼ καὶ τὰς δυνάμεις τὰς ἐκ τῶν διδασκαλείωνʼ, πρὸς δὲ τούτοις ‘τὰς ἐκ τῶν διδασκαλείων

39
εὐμορφίαςʼ, καὶ διότι καὶ ‘πραγματείανʼ αὐτῶν καὶ ‘τὰς παραδόσεις καὶ παραγγελίας περί τε λόγου καὶ ἐνθυμημάτων καὶ τῶν ἄλλων’ καὶ τἀνάλογα πάντα τούτοις, τί ἂν λέγοι τις;

Ἀλλὰ μὴν καὶ Ἕρμαρχος ἐπὶ Μενεκλέους ἔν τινι

40
πρὸς Θεοφείδην ἐπιστολῆι τὴν αὐτὴν ἔχει γνώμην. Ἀλεξίνου γὰρ ἐν τοῖς Περὶ ἀγωγῆς κατηγοροῦντος τῶν ῥητορικῶν σοφιστῶν, ὅτι πολλὰ ζητοῦσιν ἀχρήστως, ὧν ἐστι καὶ τὸ περὶ τὴν λέξιν αὐτῶν πραγμάτευμα καὶ τὸ περὶ τὴν μνήμην, καὶ ἐν οἷς ἐπιζητοῦσι, λέγειν Ὅμηρον ‘ὑποβέβηκενʼ ἐν τοῖς ἔπεσιν, ὧν ἀρχὴ „ἄστρα [*](XLV) δὲ δὴ προβέβηκε“, καὶ πε

ρί τινων ἄλλων παρά τε τούτωι καὶ παρʼ Εὐριπίδηι, ἀπορίας δὲ καὶ ζητήματα καὶ ἐν τῆι συγκεφαλαιώσει τῶν εἰρημένων καὶ ἐπιφορᾶι καὶ ἄλλα δή τινα προσάπτοντος, ἐπαινέσαντος δὲ τό τε ἄλλο καὶ τὰ ἐν ἤθεσιν καὶ γεγραφότος· „ἀποδέξαιτο δʼ ἄν τις αὐτῶν, διότι περὶ χρησίμων καὶ πλείστων ἔξωθεν ἐπιχειροῦσιν λόγους ποιεῖσθαι τοιούτους, οἵοις κρῖναι τὰν φιλοσοφίαι ἔστιν· καὶ γὰρ εἰ μὴ κατʼ ἐπιστήμην περαίνονται πάντες αὐτῶν, ἀλλὰ κατά τινʼ εἰκοτολογίαν καὶ στοχασμὸν ἔξεστιν τὴν τῶν ῥητόρων κρίσιν εἶναί“, — τοιαῦτα δή τινα τοῦ Ἀλεξίνου φλυαρήσαντος, πρὸς τοὐπὶ πᾶσι διαλεγόμενος· „Τὸ περὶ χρησίμων διαλέγεσθαι, φησίν, εἰ μὲν ταὐτὸν δεῖ λαβεῖν τῶι περὶ τοιούτων, ἐξ ὧν γίνεταί τι κέρδος ἐπʼ ἀργυρίωι λόγους στρέφειν δυναμένοις, καὶ τῷ

[*](XLVI)

διαλέγεσθαι χάριν οὐσίας, εἶπε μανικὸν τελείως.“ Εἶτα δείξας τὸ μανικὸν οἰκείως τῆς ὑπολήψεως ταύτης· „εἰ δὲ περὶ τοιούτων, φησίν, ἐξ ὧν συνίσταται (es fehlen 17 Zeilen) — — σοντας καὶ μεγάλου· οὔτε μέγα δʼ οὔτε μικρὸν ἐν τούτοις ἔχειν διάπτωμα. Παραλογισμὸς γάρ, τὴν ἀσυνήθειαν αὐτῆς σφάλλειν τοὺς φρονίμους καὶ ἐπιεικεῖς ἐμ πράγμασιν εἰς ὄχλους

41
βαδίζουσι καὶ ἐχθροὺς

καὶ συκοφάντας καὶ ὅρκους [*](XLVII) καὶ μαρτυρίας ψευδεῖς· ἀπολέσαι γὰρ κρεῖττον ἀργύριον πολὺ καὶ χωρίον δικαστὴν γελάσαντα καὶ τοὺς μεγίστους φόβους τῆι τῆς ψυχῆς ἕξει φυγόντα τελέως ἢ τούτους ἔχοντα νικᾶν τὰς συμπάσας δίκας καὶ περὶ ἐκείνων ἀγωνιᾶν ἀεὶ τῶν πραγμάτων· ἀπαγορεύειν μέντοι φιλοσόφους τὸν φρόνιμον παντάπασιν δίκας μὴ μελετᾶν μηδὲ ῥητορικῆς τέχνης ἐμπειρίαν ἔχειν, ἀλλὰ φεύγειν τοὺς παρατιθέντας μὲν τοὺς λόγους ὡς βιωφελεῖς ὄντας, κενῇ δὲ πράττοντας τὰ ῥητορικά Οὐ μὴν οὐδʼ ἐξεῖναι τὸ πραγμάτευμα τὸ τῶν ῥητόρων ἐπαινετεῖν, ἐν οἷς διδάσκουσι συμβουλεύειν δηλώσας, εἶτα συνάρας τὸν οἰκεῖον καὶ περὶ τούτου τοῦ μέρους λόγον ἐπιφέρει καὶ ταῦτα, εἰς ἔλεγχον πάντα κατακλείσας

τὸν [*](XLVIII) λόγον· „Εἰ δʼ ἔφη ἄξιον ἐπιθαυμάζειν τοὺς ῥητορικοὺς ὡς χρησίμως πολιτευομένους, οὐδʼ οὕτω κατὰ τὸ πρόχειρον ἕστηκεν ὁ λόγος αὐτοῦ· καὶ γὰρ μαγείρους καὶ καπήλους χρησιμεύοντας τὰ τοιαῦθʼ ἡμῖν ὑπολαμβάνοιμεν ἄν· ἀλλὰ κατά τινα εἶναι τὴν συμβουλίαν τὴν τοιαύτην ἐνδέχεται, ἃ μὴ δύναται περιγίνεσθαι διὰ λόγων, ὥσπερ κἂν τὰ διὰ σοφίας εἴπαις διὰ μόνης τῆς φιλοσοφίας περιεῖναι, ὡσαύτως τε τὰ διὰ τῆς τεκτονικῆς καὶ χαλκευτικῆς· οὐδὲ γὰρ τοῦ ῥήτορος δεῖται ποιὸν μικρόν, ἂν καὶ ἀναλαβεῖν αὐτὸ ῥαιδίως ἦι· καὶ γὰρ ἀγροῖκος ἄνθρωπος καὶ γραμμάτων ὅλως ἀνεπιστήμων, οὐ ῥητορικῆς μόνον ἐμπειρίας ἔξω καθεστηκὼς ἱκανὸς ἐξευρεῖν τὰ δήμοις συμφέροντα καὶ

42
διερμηνεῦσαι σαφῶς. Τὸ δὲ δὴ μὴ κατʼ ἐπιστήμην

[*](XLIX)

περαίνεσθαί τινας τῶν ῥητορικῶν λόγων ἀλλʼ ἐμπειρίᾳ καὶ στοχασμῶι πῶς δεῖ πάλιν λαβεῖν; Οὐ γὰρ αὐτό γε τοῦτο δήπου νοεῖν δεῖ, σημαίνεσθαι κατὰ τὴν, λέξιν ταύτην τὸ μὴ συλλογισμοὺς διαλεκτικοὺς ἔχειν αὐτούς· οὐ γὰρ τινὲς τοῦτο πεπόνθασιν ἀλλʼ ἄπαντες, χωρὶς τοῦ μηδʼ αὐτῶι συναρέσκειν τοῦτο λίαν. Εὐβουλίδει γοῦν ἐγκαλεῖ που καταφρονοῦντι τῶν μὴ συλλογισμοὺς ἐχόντων λόγων· μανθάνειν γὰρ καὶ ἄνευ τούτων ἡμᾶς τὰ πράγματά φησιν.“ — Παρεθέμεθα δὲ καὶ τὰς ἐπὶ πᾶσι λέξεις, εἴ τωι γενήσεται φίλον καὶ ταύτας ἔχειν, οὐκ ἀγνοοῦντες, ὅτι περί τινος ἄλλου δόξουσι καὶ οὐχὶ περὶ τοῦ προκειμένου καταγεγράφθαι.

Καὶ Μητρόδωρος δʼ ἐν τῶι πρώτωι Περὶ ποιημάτων ἱκανῶς ἔοικεν παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν. Διαλεγόμενος γὰρ πρός τινα τῶν [*](L) περὶ