Volumina Rhetorica

Philodemus

Philodemus. Volumina Rhetorica, Volume 3: Supplementum. Sudhaus, Siegfried, editor. Leipzig: Teubner, 1895.

τέχνης ἐστίν, καὶ διὰ τί οὐκ ἐκεῖνά τισιν ἐνγινόμενα [*](XXVI) τευκτικοὺς καθίστησι τῶν τελῶν.

Οὐκ ὀρθῶς δʼ ἵστασθαι νομιστέον οὐδὲ τοὺς ἀποφαινομένους οὐκ εἶναι τέχνην, εἴ τις προείληφε τέχνην τὴν τὸ μεθοδικὸν ἔχουσαν καὶ ἑστηκὸς παράδοσιν, εἰ δὲ καλεῖ καὶ τὴν ὁλοσχερῆ παρατήρησιν τὴν στοχαζομένην τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον, ὥσπερ ἰατρικὴ καὶ κυβερνητική, τέχνην εἶναι. Πρῶτον μὲν γὰρ ὥσπερ οὐχὶ καθʼ ἑκάτερον τῆς τέχνης καλεῖσθαι προειλημμένης ἀλλʼ ὥς τινων θελόντων ὀνομάζειν οὕτωι τῇ διδασκαλίαι κέχρηνται. Ἅμα δὲ μεμφόμενοι τοὺς ἀδιαστόλως λέγοντας αὐτοὶ τὴν ῥητορικὴν οὐ διεστάλκασιν καί τινα τέχνην ἢ μὴ τέχνην ἀποδεικνύειν θέλουσι· πρὸς δὲ τούτοις, τῆς πολιτικῆς οὔτε οὔσης τέχνης λεγομένης τε πρὸς τῶν ἀνδρῶν οὐκ εἶναι, κατὰ ταύτην εἶναι τέχνην τήν γε διαστολὴν τῶν ἐπιστημῶν, οἵαν αὐτοὶ πεποίηνται. Κατʼ οὐδέτερον

γὰρ τρό πον τῶν ἐκκειμένων τέχνην ἔστιν εἰπεῖν [*](XXVII) τὴν πολιτικὴν ῥητορικήν. Ὅτι μὲν γὰρ οὐκ ἔχει τὴν μεθοδικὴν παράδοσιν καὶ τὴν τὸ ἑστηκὸς προσφερομένην ὁμολογοῦσιν, ὅτι δʼ οὐδὲ τὴν παρατήρησιν τὴν τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον στοχαζομένην,

28
Ἐπίκουρος ἐν τῶι πρώτωι Περὶ βίων καὶ ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὑπογέγραφεν καὶ Μητρόδωρος ἐν τῶι Πρὸς τοὺς ἀπὸ φυσιολογίας λέγοντας ἀγαθοὺς εἶναι ῥήτορας διδάσκει, „ὅτι ἐμπείρους τῆς πολιτικῆς οὐκ ἔστιν εἰπεῖν, οὐδὲ δύναμις οὐδέ τις κατὰ τὸ πλεῖστον οὖσα παρατήρησις ὑπάρχει, ἀλλὰ τὴν τοιαύτην διάθεσιν πολιτικὴν λέγομεν, τις ἂν διαλαβεῖν εὐλογίστως καὶ εὑρεῖν ἐπιμελῶς οἷός τε ἦν τὸ τῶι πλήθει ἑκάστοτε συνφέρον“· οὔτε δὲ τοῦτο μεθόδωι τις ἂν ἔχειν εἴποι, καὶ ἄλλη πίστις ἐστὶ περὶ τοῦ τὴν πολιτικὴν [*](XXVIII) μὴ στοχάζεσθαι τοῦ ὡς ἐπὶ τὸ πολ

καὶ κατὰ τὸ εὔλογον, καὶ δῆτα καὶ φέρεται πρὸς τῶν περὶ τὸν Ἐπίκουρον· λέγω δὲ τὸ τῶν πολλῶν ἀόριστον καὶ τοῖς αὐτοῖς ὁτὲ μὲν πειθόμενον, ὁτὲ δὲ προσκόπτον. Ἡ δὲ περὶ τοῦ στοχασμὸν ἔχειν τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον τελέως ἐστὶν ἀπόπληκτος οὖσα τοιαύτη· „τὸ δὲ παρατετηρηκέναι τοὺς ῥήτορας τὰ ὡς ἐπὶ τὸ πολὺ πείθοντα καὶ ταῦτʼ εἰς παράδοσιν ἠχέναι, καὶ διότι προοιμιαζόμενοι καὶ διηγούμενοι καὶ τἆλλα συντελοῦντες ἐξῆς μάλιστα πείθομεν, φανερὸν καθίστησι τὸ κατὰ τὸν δεύτερον τρόπον τέχνην εἶναι τὴν ῥητορικήν“.

29
Οὐχὶ μὲν παρατετηρήκασιν οἱ ῥήτορες τὰ πείθοντα κατὰ τὸ πλεῖστον· εἰ δὲ δὴ τὰ προοίμια ταῦτα καὶ τὰς διηγήσεις καὶ τἆλλα τοῦ λόγου παραδιδόντες, ὡς οὗτοι νομίζουσι, καὶ παντελῶς εἰς παραδό

σεις ἤχασιν, εὐτελὲς ἤνεγκεν ἡ φύσις τοῦτο παρατηρῆσαι· [*](XXIX) τό τε προοιμιαζομένους ἡμᾶς καὶ διηγουμένους καὶ τὰ συνεχῆ δρῶντας μάλιστα πείθειν οὐ λέγεται καλῶς· ὥστε ῥητέον καὶ τοῦτο καὶ τὸ προειρημένον ἀναποδείκτως ἐρρῖφθαι, τῆς προθέσεως οὔσης πίστιν εἰσενεγκεῖν. Ἀλλὰ μήν γε καὶ τὴν σοφιστικὴν παραλιπόντες ἄλλοις ἀποφαίνειν τέχνην, ὥσπερ ἔστιν, τῶν οὐθὲν προσηκόντων τέχνην αὐτὴν βούλονται συμβιβάζειν, τοῖς ἀνδράσι καθʼ ἑκάτερον διαφωνοῦντες, διὸ δὴ ποικίλως συνεχεῖς ὑπέσχον ψόγους.

Οἱ δὲ ἐκ τῶν Διογένους Σχολῶν τοὺς ὑπομνηματισμοὺς ἀναγράψαντες ἐπειδὴ σύνθετον ἐποίησαν ἀπόφασιν ἔκ τε ταύτης καὶ τῆς πρότερον σεσημασμένης, τοῖς πρὸς ἑκατέρους εἰρημένοις ὄντες ἔνοχοι μόνον ἐπισημανθήτωσαν, ἵνα μὴ ταὐτὰ πάλι καταλέγωμεν. Ὑπομνησθήτω

σαν δὲ καὶ τοῦτο, διότι τέχνην τοιαύτην [*](XXX) λέγοντες εἶναι τὴν ῥητορικήν, „οἵαν ἄν τις εἴποι τὴν

30
ἐκ παρατηρήσεως ποιᾶς συνησκημένην ἕξιν, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον περιγίνεται τὸ προκείμενον τέλος“, τὸ τῆς τέχνης ἴδιον αὐτῆς ἀναιροῦνται. Θεωρεῖται γὰρ ἐμ μεθόδωι τοῦτο καί τινι παραδόσει κοινῶν τινων διατεινόντων ἐπὶ τὰ κατὰ μέρος, ἄν τʼ οὖν ἦι τῶν παγίων ἐπιστημῶν, ἄν τε τῶν στοχαστικῶν. Τὼ δʼ ἐκ παρατηρήσεως καί τινος ἱστορίας συνησκημένα τέχνας ἡ συνήθεια τῶν Ἑλλήνων οὐ πάνυ τι προσαγορεύει κατὰ τὸν κύριον τρόπον ἀλλʼ ἔστιν ὅτε καταχρωμένη, καθάπερ ἐνίοτε καὶ τοὺς ἐν τοῖς θαύμασιν συντόνους τεχνίτας καλεῖ καὶ τὸ δεξιῶς ξύλα σχίσαι καὶ συνθεῖναι καὶ ἐνεδρεῦσαί τινα πονηρῶς τεχνικὸν λέγει καὶ τέχνας τὰς ἐν ταῖς κωμῳδίαις [*](XXXI) καὶ πᾶν τὸ τούτοις παραπλήσιον.

Καὶ μὴν τῶι καὶ παρατήρησιν καὶ ἄσκησιν τέχνην προσαγορεύειν τὰ πλεῖστα τῶν ἐν τῶι βίωι τέχνας προσαγορεύοντες οὐκ ἂν φθάνοιμεν, καὶ τὴν ἄσκησιν καὶ παρατήρησιν πρὸς μέθοδον οὐκ ἂν οὐδενὶ τάχα τάττοιμεν διαφερούσας. Ὧν οὕτως ἐχόντων καὶ μηδὲ τούτου λέγοντος τὴν πολιτικὴν ἀπὸ τέχνης εἶναί τινος, μήθʼ ὅτι ὡς γʼ ἐπὶ τὸ πολὺ καὶ εὔλογον τοῦ τέλους τυγχάνει, ἐγὼ μὲν ἡγοῦμαι τὰς διαφορὰς ἐκκεῖσθαι τῶν τεχνῶν πρὸς τὰς μὴ τέχνας, ἐκεῖνοι δʼ ὥσπερ ἐφόδιον ἐπὶ τὸν βίον ἔφασαν ἀκολουθεῖν αὐτὴν καὶ κα --- ὡφελεῖν,

31
λεῖν, ἀφʼ ἧς γε οὐδὲ τὸ λέγειν ἐντὸς ἀληθινῶν ἀγώνων κατασκευάζειν ἦν, ὡς οὐδʼ ἐκ παλαιστρικῆς ἄν, ὦ Κορύβαντες, ἐνφῦναι δύναιτο· τέχνην γὰρ ῥητορικὴν πῶς ἂν λέγοιμεν τοιαύτην, ἥ παραληφθεῖσα κατʼ ὀλίγα ἢ οὐθὲν ὠφελεῖ τὸν τεχνί

την, οὐδὲ παρασκευάζει [*](XXXII) δημιουργὸν τῶν ἰδίων αὐτῆς, ἀλλὰ καὶ ποεῖ που λείπεσθαι κατʼ αὐτὰ τῶν μὴ μαθόντων αὐτήν· ὑπείληπτο δὲ τέχνη „διὰ ποιᾶς παρατηρήσεως ἕξις συνησκημένη, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ εὔλογον ποιοῦσιν τὸ προκείμενον τέλος· τὸ γὰρ αὗ τὴν διαλεκτικὴν λέγειν καὶ τὴν ἐριστικὴν τοιαύτην συγχωρηθήσεται πίστις εἶναι, ἐὰν λαμβάνοντας καὶ μὴ διαπίπτοντας ἀκούωμέν τινας τῶν ἐπαγγελλομένων τεχνιτῶν. Ὅμως δʼ οὖν, οἷς τούτων διαφέρειν φασὶν τὴν ῥητορικήν, ἀποδεικνύουσίν γε τέχνης τὸ μεθοδικὸν μηδʼ ἀκαρῆ ἔχειν αὐτήν· μηδὲ γὰρ πάντας μηδὲ τοὺς πλείστους τῶν κερη ---|--- ε . σ τὰς τέχνας ἀνειληφότων δύνασθαι λέγειν ἐν δήμοις καὶ δικαστηρίοις. θαυμαστῆς δὴ ἀτεχνίας, ἣν οὐ μαθόντες τε αὐτουργὸν περιπεποιήκασιν οὔτε μαθόντες ἔχουσι. Καὶ τὰς ἄλλας

διαφοράς, ἃς [*](XXXIII) ἀποδεδώκασιν, πρὸς οὐθὲν εὑρήσομεν ἕτερον ἁμιλλωμένας ἢ πρὸς τὸ δεῖξαι κατὰ μηδένα τρόπον τέχνην αὐτὴν ὑπάρχουσαν. Διαφέρει γάρ, φασί, καὶ καθόσον,

32
ὅταν καὶ συνβάλληται, μικρόν τι καὶ τὸ τυχὸν συμβάλλεται, καὶ καθόσον οὐκ ἔχει τὴν τἀναγκαίου χώραν ἀλλὰ δύναταί τις καὶ μὴ μαθὼν τἆργα ποιεῖν αὐτῆς, καὶ καθόσον εὐέφικτα αὐτῆς ἐστιν τὰ παραγγέλματα, καὶ καθόσον τὸ πλεῖστον τῆς ὠφελίας ἐν τῶι γυμνάζεσθαι πρὸς τὸ λέγειν πέπτωκε καὶ μνημονεύειν, πανταχοῦ δʼ, ὡς εἰπεῖν, μηδʼ ἀκαρῆ αὐτὴν ἑωρακέναι τεχνικὸν μηθὲν ἢ δυναμένους ὄνομά τε ἐκ τῆς οἰκουμένης καὶ δόξαν αὐτῆι περιάψαι. Τούτοις γοῦν ἐγὼ χρησάμενος ἄκρως τὸ τῆς δυνάμεως ἀμέθοδον παραστήσω. Τάς γε μὴν πίστεις, ἃς ἐνηνόχασιν περὶ τοῦ καὶ δὴ προσφέρεσθαι τὰς διαφορὰς αὐτήν, ἃς ἐπεσημήναντο,

[*](XXXIV)

κἂν εἴπαιμεν τὸ ὑποκεί μένον συνάγειν, ἀλλʼ οὐδὲν ἡμᾶς γε βλάψουσιν ἀλλʼ αὐτοὺς ἐκείνους· ἐῶμεν ἄρʼ ὡς πίστεις ὑγιεῖς, εἰ μή τι κἀκ τῶν πρότερον εἰρημένων ἔστιν ἀνελέσθαι πρὸς αὐτὰς καὶ βλέπονταί τινες ἐκφανεῖς καὶ παρακείμεναι ὑπεναντιολογίαι.

Καὶ τούτων δʼ ἀποτεθεωρημένων λοιπὸν ἐνέστηκεν, ὃ δεῖ πρὸς τὸν φίλτατον ἐπιζητῆσαι Βρόμιον, πῶς περὶ τεχνῶν προτεθειμένος συνγράφειν καὶ ζητῶν, εἰ ἡ ἰατρικὴ τέχνη καὶ εἰ ἡ γραμματική, προθεὶς δὲ καί, εἰ ἡ ῥητορικὴ τέχνη, τὴν μὲν σοφιστικὴν παρῆκε ῥητορικὴν

33
ὥσπερ οὐ λεγομένην καὶ κατὰ τὴν κοινὴν καὶ κατὰ τὴν Ἐπικούρου συνήθειαν, μόνην δὲ τὴν πολιτικὴν προσεποιήθη, καθαπερεὶ τῆς πλείστης σκευωρίας ἐν τοῖς περὶ λόγους διατρίβουσιν ἐνεστηκυίας περὶ τῆς τοιαύτης. Πῶς δὲ καὶ τέχνης οὔσης τῆς σοφιστικῆς καὶ λεγομένης ὑπὸ τῶν ἀνδρῶν; πῶς οὐκ, εἰ τέχνη ἐστὶν

ἡ σοφιστική, προ εῖπε; πῶς οὐκ ἀποφάσκων αὐτὴν [*](XXXV) εἶναι τέχνην καὶ ἀπέδειξεν; πῶς τὴν πολιτικήν, λεγομένην ὑπὸ τῶν ἀνδρῶν οὐ τέχνην πολύ τε τοῦ τῆς τέχνης ἰδίου κεχωρισμένην, τέχνην ἀπεφήνατο καὶ παραστῆσαι πεπείραται; πῶς φησι τὴν ῥητορικὴν παρατετηρηκέναι τὰ πείθειν ὄχλους δυνάμενα; καὶ πάλιν· ἐπιλελογισμένον τὸν ἀγαθὸν πολιτικὸν τὰ κινεῖν ὀργὴν πεφυκότα καὶ ἔλεον καὶ προτροπὴν καὶ ἀποτροπὴν τούτοις χρῆσθαι διηνεκῶς; Οὐ γάρ, οἶμαι, φήσει τὰ πείθειν ὄχλους δυνάμενα παρατηρήσει τινὶ ἐνδεχόμενον ὑπάρχειν, οὐδὲ διηνεκῶς χρᾶσθαι τόνδε τισίν· πεπείρακεν γὰρ οὐ διηνεκῶς ἐναρμόττοντα, πολλάκις δὲ καὶ δρῶντα τοὐναντίον. Ὅταν τε μηνύῃ ῥάιδιον εἶναι παραγενηθέντας ἐπὶ τὰ κατὰ μέρος ὑποδείγματα τοὺς τεχνικῶς ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀναστραφέντας

ἀποδεῖξαι, μήποτε οὐ ῥᾶιον ἐπαγγέλληται πρᾶγμα· [*](XXXVI) τετευχότας γὰρ αὐτούς, οὗ θέλουσιν, παραστήσει, τεχνικῶς δὲ τοὺς οὐ τεχνίτας ἀνεστραμμένους οὐ παραστήσει. „Νὴ Δία μᾶλλον τῶν οὐ τεχνιτῶν τοῦ τέλους τυγχάνουσι παρατετηρηκότες ἐπιτεύγματα καὶ ἀποτεύγματα.“ Ἀλλὰ καὶ οἱ τριβὴν ἔν τινι καὶ πολλὴν

34
ἄσκησιν εἰσενηνεγμένοι τυγχάνουσι τῶν τελῶν οὐ διὰ παντός, ἀλλʼ οὖν τῶν ἀνασκήτων μᾶλλον. Προσέτι γʼ εἰ τῶν ἀνασκήτων οὐδὲ εἷς τυγχάνει τὸ σύνολον, ἀλλʼ οὐ διὰ τὴν αἰτίαν ταύτην τέχνην τις αὐτὴν εἶναι παραστήσει. Καὶ ὅτι ἀνάπτει „τὰς πλείστας τῶν ἀναγεγραμμένων τεχνικῶν παραδόσεων μὴ κενοὺς ὑπάρχειν“, ἐπιζήτησιν ἔχει· πάσας γὰρ ἀλλʼ οὐχὶ τὰς πλείστας οἵ γε περὶ τὸν Ἐπίκουρον δόξουσι λέγειν κενοτάτας ὥς γε πρὸς πολιτικῆς δυνάμεως παρασκευήν. Οὐ μὴν ἀλλὰ περὶ τούτων διασαφηθήσεταί τι, παρʼ ὅσον τι [*](XXXVII) ἄδη

λον ἦν.

Καιρὸς δʼ ἂν εἴη πάντων ἀπολελρμένους ἐπὶ τὰς ἡμετέρας ἐλθεῖν δόξας, καὶ σχεδὸν κεφάλαια τῆς οἰκονομέας ἔσται προκείμενα τοιαῦτα· τέχνη τί λέγεται κατὰ τὴν συνήθειαν, ὑπομνῆσαι βραχέως· οὐ γὰρ ἄλλῃ τὰ ἡμέτερα ἔστι δεῖξαι· — τὴν σοφιστικὴν ῥητορικὴν τέχνην λεγομένην παρὰ τοῖς ἀνδράσιν, καθʼ οὓς φιλοσοφοῦμεν, μεθόδῳ καί τινι τῶν κοινῶν ἐπιτευκτικῆι γινομένην, οὐδὲ πρὸς ἀλλήλους ἡμᾶς αὐτοὺς ἢ καὶ πρὸς τοὺς χορευομένους διεστῶτας· — καὶ τὸ τὴν σοφιστικὴν περὶ μὲν λόγων γραφὰς καὶ ἐπιδείξεις τέχνην εἶναι, περὶ δὲ τὸ δίκας λέγειν καὶ δημηγορεῖν οὐκ εἶναι τέχνην· — ἔτι τὸ τὴν πολιτικὴν ἐν ἱστορίαι καὶ τριβῆι καθεστηκέναι, τεχνικὸν δὲ μηδὲν προσφέρεσθαι.

Καὶ νὴ Δίʼ ὅτι λέγεται παρά τισι πρὸς τὰ δειχθένθʼ ἡμῖν, ὑποθώμεθα κατὰ δύναμιν ἐφʼ ἑκάστου τῶν [*](XXXVIII) ἐκκει