Fragmenta

Parmenides

Parmenides. Die Fragmente der Vorsokratiker, Vol. 1. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[52 K., 60. 61 St.] Plato Soph. 237 A Π. δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῆι τε ὦδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων· οὐ γὰρ μήποτε τοῦτ’ οὐδαμῆι (so die Hss.), φησὶν εἶναι μὴ ἐόντα· ἀλλὰ . . . νόημα. Aristot. Metaph. N 2. 1089a 2 ἔδοξε τγὰρ αὐτοὶς πάντ’ ἔσεσθαι ἕν τὰ ὄντα αὐτὸ τὸ ὄν, εἰ μή τις λύσει καὶ ὁμόσε βαδιεῖται τῶι Παρμενίδου λόγωι οὐ γὰρ . . . ἐόντα, ἀλλ’ ἀγάγκη εἶναι τὸ μὴ ὂν δεῖξαι ὅτι ἔστιν. Ist vielleicht an B 6 anzuschließen.

οὐ γὰρ μήποτε τοῦτο δαμῆι εἶναι μὴ ἐόντα· ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα.

59— 120 K., 62— 124 St.] 1— 52 Simpl. phys. 144, 29 [nach 18 A. 21] ἔχει δὲ οὑτωσὶ τὰ μετὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν· (145) μοῦνος . . . ἀκούων 1— 14 Ders. 78 5 (nach B 7, 2) ἐπάγει μοῦνος . . . πολλὰ μάλα καὶ παραδίδωσι λοιπὸν τὰ τοῦ κυρίως ὄντος σημεῖα· ὡς ἀγένητον . . . πέδηισιν. ταῦτα δὴ περὶ τοῦ κυρίως ὄντος λέγων ἐναργῶς ἀποδείκνυσιν, ὅτι ἀγένητον τοῦτο τὸ ὄν· οὔτε γὰρ ἐξ ὄντος· οὐ γὰρ προϋπῆρχεν ἄλλο ὄν· οὔτε ἐκ τοῦ μὴ ὄντος· οὐδὲ γὰρ ἔστι τὸ μὴ ὄν. καὶ διὰ τί δὴ τότε, ἀλλὰ μὴ καὶ πρότερον ἢ ὕστερσν ἐγένετο; ἀλλ’ οὐδὲ ἐκ τοῦ πῆι μὲν ὄντος πῆι δὲ μὴ ὄντος, ὡς τὸ γενητὸν γίνεται (neu–platonische Vorstellung)· οὐ γὰρ ἂν τοῦ ἁπλῶς ὄντος προϋπάρχοι τὸ πῆι μὲν ὂν πῆι δὲ μὴ ὄν, ἀλλὰ μετ’ αὐτὸ ὑφέστηκε. 3—4 Clem. Strom. V 113 (II 402, 8 St.) Π. δὲ . . . ὧδὲ πως περὶ τοῦ θεοῦ γράφει· πολλὰ . . . ἀτρεμὲς ἠδ’ ἀγένητον. 38 Plato Theaet. 180 D ἄλλοι αὖ τἀναντία τούτοις ἀπφήναντο οῖον . . . ὄνομ’ εἰναι καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται. 39 vgl. Melissos 20 B 8 εἰ γὰρ ἔστι γῆ καὶ ὕδωρ . . . καὶ τὰ ἄλλα ὅσα φασὶν οἱ ἄνθρωποι εἶναι ἀληθῆ. 42 of. Simpl. phys. 147, 13 εἴπερ ἕν ἐστι ὁμοῦ τὸ πᾶν (5) καὶ εῖρας πύματον. 43— 45 Plat. Soph. 244 E εἰ τοἰνυν ὅλον ἐστὶν ὥσπερ καὶ Π. λέγει πάντοθεν . . . τῆι ἢ τῆι, τοιοῦτόν γε ὄν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει. Eudem. bei Simpl. phys. 143, 4 ὥστε οὐδὲ τῶι οὐρανῶι ἐφαρμόττει τὰ παρ’ αὐτοῦ λεγόμενα ὥς τινας ὑπολαβεῖν ὁ Εὔδημός φησιν [fr. 13 Sp.] ἀκούσαντας τοῦ πάντοθεν . . . ὄγκωι· οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ’ οὐδὲ ὅμοιος σφαίραι, ἀλλὰ σφᾳῖρά ἐστιν ἡ τῶν φυσικῶν ἀκριβεστάτη. 44 Arist. phys. Γ 6. 207a 15 βέλτιον οἰητέον Παρμενίδην Μελίσσου εἰρηκέναι· ὁ μὲν γὰρ τὸ ἄπειρον ὅλον φησίν, ὁ δὲ τὸ ὅλον πεπεράνθαι μεσσόθεν ἰσοπαλές’. 50 1 Simpl. phys. 38, 28 συμπληρώσας γὰρ τὸν περὶ τοῦ νοητοῦ λόγον ὁ Π. ἐπάγει ταυτί. . . . ἐν τῶι. . . παρελάσσηι. 50 —59 Simpl. phys. 30, 13 μετελθὼν δὲ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ὁ Π. ἤτοι ἁπὸ ἀληθείας, ὡς αὐτός φησιν, ἐπὶ δόξαν ἐν οἰς λέγει ἐν τῶι . . . ἀκούων, τῶν γενητῶν ἀρχὰς καὶ αὐτὸς στοιχειώδεις μὲν τὴν πρώτην ἀντίθεσιν ἔθετο, ἣν φῶς καλεῖ καὶ σκότος, 〈ἢ〉 πῦρ καὶ γῆν ἢ πυκνὸν καὶ ἀραιὸν ἢ ταὐτὸν καὶ ἕτερον, λέγων ἐφεξῆς τοῖς πρότερον παρακειμένοις ἔπεσιν μορφὰς . . . ἐμβριθές τε. 52 Simpl. phys. 147, 28 ἀπατηλὸν καλεῖ τῶν ἐπῶν τὸν κόσμον τὸν περὶ τὰς βροτείους δόξας. 53— 59 Simpl. phys. 179, 31 καὶ γὰρ οὗτος ἐν τοῖς πρὸς δόξαν θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ· ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν [Arist. p. 188a 20] καὶ φῶς καὶ νύκτα ἤτοι σκότος· λέγει γὰρ μετὰ τὰ περὶ ἀληθείας (p. 180) μορφὰς . . . ἐμβριθές τε. — Nach Simpl. (Z. 3) anzuschließen an B 7. μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται ὡς ἔστιν· ταύτηι δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν

οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον· οὐδὲ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν, ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ; πῆι πόθεν αὐξηθέν· * * * οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητόν ἔστιν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν ὕστερον ἢ πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φῦν,· οὕτως ἢ πάμπαν πελέναι χρεών ἐστιν ἢ οὐχί. οὐδὲ ποτ’ ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχύς γίγνεσθαί τι παρ’ αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδηισιν,
ἀλλ’ ἔχει· ἡ δὲ κρίσις περὶ τούτων ἐν τῶιδ’ ἔστιν· ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ’ οὖν, ὥσπερ ἀνάγκη, τὴν μὲν ἐᾶν ἀνόητον ἀνώνυμον (οὐ γὰρ ἀληθής ἔστιν ὁδός), τὴν δ’ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι. πῶς δ’ ἂν ἔπειτα πέλοι τὸ ἐόν; πῶς δ’ ἄν κε γένοιτο; εἰ γὰρ ἔγεντ’, οὐκ ἔστι), οὐδ’ εἴ ποτε μέλλει ἔσεσθαι. τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος. οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον· οὐδέ τι τῆι μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι, οὐδέ τι χειρότερον, πᾶν δ’ ἔμπλεόν ἐστιν ἐόντος. τῶι ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει. αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν ἔστιν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος τῆλε μάλ’ ἐπλάχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.
ταὐτόν τ’ ἐν ταὐτῶι τε μένον καθ’ ἑαυτό τε κεῖται χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ Ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει. οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι· ἔσπι γὰρ οὐκ ἐπιδευές· [μὴ]* ἐὸν δ’ ἂν παντὸς ἐδεῖτο. ταὐτὸν δ’ ἔστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα. οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ὧι πεφατισμένον ἐστίν, εὑρήσεις τὸ νοεῖν· οὐδὲν γὰρ 〈ἢ〉 ἔστιν ἢ ἔσται ἄλλο πάρέξ τοῦ ἐόντος, ἐπεὶ τό γε Μοῖρ’ ἐπέδησεν οὖλον ἀκίνητόν τ’ ἔμεναι· τῶι πάντ’ ὄνομῖα) ἔσται, ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ, γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν. αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστί
πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκωι, μεσσόθεν ἰσοπαλὲς πάντηι· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῆι ἢ τῆι. οὔτε γὰρ οὔ τεον ἔστι, τό κεν παύοι μιν ἱκνεῖσθαι εἰς ὁμόν, οὔτ’ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος τῆι μᾶλλον τῆι δ’ ἦσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον· οἷ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει. ἐν τῷι σοι παύω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης· δόξας δ’ ἀπὸ τοῦδε βροτείας μάνθανε κόσμον ἔμῶν ἐπέων ἀπατηλὸν ἀκούων. μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν, τῶν μίαν οὐ χρεών ἐστιν (ὲν ὦι πεπλανημένοι εἰσίν)· τἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο
χωρὶς ἀπ’ ἀλλήλων, τῆι μὲν φλογὸς αἰθέριον πῦρ, ἤπιον ὄν, μέγ’ [ἀραιὸν] ἐλαφρόν, ἑωυτῶι πάντοσε τωύτόν, τῶι δ’ ἑτέρωι μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτό τἀντία νύκτ’ ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε. τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω, ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσηι.