Fragmenta

Numenius of Apamea

Numenius of Apamea. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

3 Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. Ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος καί τινα τρόπον ὁ λεγόμενος Οἰκονομικός, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς. Αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ’ ἀποκλείων. Καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο, καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, ὅτι που αὐτάρκειαν ἐπαινῶν, οὐδ’ ἄλλως πενίᾳ χρώμενος, οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν. Τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν. Ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδύ, διηγήσομαι. Ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ, τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυτοῦ οὐκ ᾤετο δεῖν· ἀποκλείσας δέ, κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον. Σημηνάμενος δὲ δακτυλίῳ, τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου, ἔσω εἰς τὸν οἶκον μεθιείς, ὥσθ’ ὕστερον ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδί, δυνησόμενος, ἀνελὼν τὸν δακτύλιον,

αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου. Τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προΐοι Λακύδης εἰς περίπατον, ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἄν, κᾄπειτα ὥς σφισιν ἦν θυμός, τὰ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι, ἐκ περιόδου ταὐτὰ ᵃ ἐποίουν, ἀπέκλειον μέν, ἐσημαίνοντο δέ, καὶ τὸν δακτύλιον, πολλά γε αὐτοῦ καταγελάσαντες, εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν. Ὁ Λακύδης οὖν πλήρη μὲν καταλιπών, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμεῖον. Ἀρξάμενός τε ἔνθεν, ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁραν, μήτε ἀκούειν ἐναργές, ἢ ὑγιές. Καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ᵇ ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχήν, καὶ ἔφη· τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἀπ’ ἐμαυτοῦ μαθών, οὐκ ἄλλου πειραθείς. Κᾄπειτα ἀρξάμενος περιηγεῖτο τὴν ὅλην τοῦ ταμείου συμβᾶσαν αὐτῷ πάθην. Τί οὖν ἄν, εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσίν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον· αὖθις δ’ ἐλθὼν ἀνοίξας, τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; Οὐ γὰρ τολμήσω εἰπεῖν ἔγωγε, ἐλθόντα τινὰ κλέψαι ταῦτα, ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου. Καὶ ὃς ἀκούων, ἦν γὰρ ὑβριστής, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ ἀπέῤῥηξε γέλωτα καὶ μάλιστα πλατύν, γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. Ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος, οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην ἐπεφιλοσοφήκει. Οὐ μέντοι, ἀλλὰ οἵγε παῖδες φόρτακες ἦσαν, καὶ οὐ θάτερα ληπτοί, οἷοι δὲ οὗτοι οἱ κωμῳδικοί τε καὶ Γέται καὶ Δακοί, κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, εἴτε τινὸς Στωϊκοῦ τὰ σοφίσματα ἀκούσαντες, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήματος ᾔεσαν, καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα· καὶ τοτὲ μὲν ἑτέραν ἀντ’ ἐκείνης ὑπετίθεσαν· τοτὲ δὲ οὐδὲ ἄλλην διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι, καὶ οὕτω καὶ ἄλλως ᶜ. Ὁ δὲ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ ταμεῖον θεωρῶν ᵈ, ἢ σεσημασμένον μέν, σφραγἴδι δ’ ἄλλῃ, ἠγανάκτει· τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἄν, καὶ ἀπεδείκνυε. Τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ σφραγίς, αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν ᵉ αὐτός τε ἔφη σημηνάμενος μνημονεύειν, καὶ
ἀπεδείκνυε, καὶ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο πρὸς αὐτούς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν. Οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου, αὐτοί γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι· ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ, ὥστε καὶ ἀμνημονεύτῳ. Μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους. Τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις, καὶ λέγοντος οὐκ Ἀκαδημαϊκά, αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος, τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον, κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν ἀντίτεχνοι κλέπται Ἀκαδημαϊκοί. Ὁ δὲ Στωϊκοῖς ἐνεκάλει· οἱ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ, ὑπὸ ἀκαταληψίας, οὐκ ἄνευ τωθασμῶν τινων. Διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ, καὶ λόγοι, καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ’ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔτι συντελεῖ. ᶠ. Καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτι λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν ἑαυτοῦ δόγματος βοήθειαν, εἰ δὲ μὴ ἐξελέγχοι, πάντα ἂν ἀνατρέψαι, αὐτοὺς ἑαυτῷ δοκῶν ᵍ, πεσὼν εἰς τἀμήχανον, τοὺς γείτονας ἐκεκράγει, καὶ τοὺς θεούς· καὶ ἰοὺ ἰού, καὶ φεῦ φεῦ, καὶ νὴ τοὺς θεούς, καὶ νὴ τὰς θεάς, ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ καὶ ἀξιοπιστίᾳ. Τελευτῶν δέ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωϊκεύετο πρὸς τοὺς παῖδας· τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμείου προκαθήμενος. Οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν, ὑπειδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. Ἄλλως, ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν. Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. Τούτου δὲ γίνονται ἀκουσταὶ πολλοί, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. Ἐκ πάντων δ’ αὐτοῦ τῶν γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. Μεθ’ οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβήν, τρίτην συνεστήσατο Ἀκαδημίαν. Λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο, ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν, καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου, καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. Μετεῖχε
δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος, ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ’ οὐ τῆς ἀληθείας στοχαζόμενος. Ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. Γράφει δ’ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα.

4 Καρνεάδης δὲ ἐκδεξάμενος παρήγησιν ᵃ, οὗ χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει· εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω, εἴτε καὶ φαυλότερα ἦν ἐπανενεγκών, διὰ μακροῦ τὴν μάχην ἀνενέαζε. Καὶ ἑξῆς ἐπιλέγει, ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἐπέφερεν ᵇ, ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων, ἐξαρνητικός τε καὶ ᶜ καταφαντικὸς ἦν, κἀμφοτέρωθεν ἀντιλογικός. Εἰ δέ που ᵈ ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος, οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τὰ κεῖθι, καὶ εἰσέπιπτε, καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. Τοιγαροῦν ἀπάγων τοὺς ἄλλους, αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. Ἐκεῖνος γὰρ περιεχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας, ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι, ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. Κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ· μὴ χαλάσας τι σμικρόν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῷον, ἢ μὴ ζῷον εἶναι. Τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες, βιαιότερον, καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμάς, καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν.

Ἐπεὶ δὲ ὑποσταίη ᵉ τε καὶ εὖ ἔχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο καὶ ἐμέμνητο, ἑκὼν ἠμέλει ᶠ. Τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ λαβὴν δούς, περιεγένετο ἔνθεν. Κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχών, οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. Ἦν γοῦν λῃστὴς καὶ γόης σοφώτερος. Παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον, καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι, οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. Ἦν οὔν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ὠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν ὠόν. Συνέβαινεν οὖν τὰ κακά, καὶ πλείω. Καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίζετο. Ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν δὲ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. Πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα, καὶ οὐδεμία ἡτισοῦν ἄλλως· ἐπεὶ καὶ οἷς ἐπολέμει, ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Αντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος, ἔμελλε μὲν ἀγωνιῶν ᶠᶠ τι γράφειν· πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἥκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο, καὶ γωνίαν λαβών, βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὐδὲ νῦν ᵍ δυνάμενα, καὶ τότε ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα, καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. Ὅμῶς δέ, καίτοι καὐτὸς ὑπὸ Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀποῤῥήτων ὡμολόγει τε καὶ ἠλήθευε ʰ, καὶ ἀπεφαίνετο, ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων. Εἶτα ἑξῆς φησι, Καρνεάδου δὲ γὰρ γνώριμος Μέντωρ μὲν ὁ πρῶτος, οὐ μὴν διάδοχος. Ἀλλ’ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντασίας, οὐδ’ ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει, καὶ καταλαβών, παρῃτήσατο τὴν διατριβήν ᶦ. Ὁ δὲ ἀποστὰς
ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν. Καὶ πάλιν ἐπιφέρει λέγων· ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φίλοσοφῶν, τοῖς ψεύμασιν ἐκαλλωπίζετο, καὶ ὑπ’ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. Παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι, καὶ ἠλήθευεν ᵏ ἔνδον λανθάνων καπηλικώτερον. Ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ. Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. Διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος· μεθ’ ὅν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα.