Fragmenta

Numenius of Apamea

Numenius of Apamea. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

1 Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτην δὲ τὸν διάδοχον τοῦ Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδόν τι ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλλήτου τε, καὶ εἰ δή τινων τοιούτων ἄλλων. Ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ τὰ μὲν παραλύοντες ᵃ, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ’ ἐκείνου, καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ, οὐκ ἂν φιλοτίμῳ ἴσως. Καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. Καὶ γάρ με δάκνει, ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων, σώζοντες τῷ Πλάτωνι κατὰ πάντα [πάντη] πᾶσαν ὁμοδοξίαν. Καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου· ᾧ συνακολουθοῦντες, σεφθέντες τε οἱ γνώριμοι ταθέμενοι. ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. Τοῦτο δὲ οἱ Ἐπικούρειοι, οὐκ ὤφελον μέν, μαθόντες δ’ οὖν, ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι, καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως. Ὑπῆρξέ τε ἐκ τούτου ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις, μηδ’ αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις, οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδέν, ὅτου καὶ μνησθῆναι ἄξιον. Ἀλλ’ ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. Καὶ διὰ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ· κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα, ὑπὸ τῆς ἐν ἀλλήλοις ἀεί ποτε συμφωνίας. Ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώμην ἐχούσῃ. Ἀφ’ ἧς ἦσαν, καί εἰσι, καὶ ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. Τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. Ἐλέγχονται δὲ ἀγαπητῶς ὑπὸ δυσνοήτου ἐλέγχου ᵇ, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. Εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι. Καὶ

μᾶλλον ὅσοι πλεῖον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι. Αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφισμοῖς ᶜ, ἐπετίμων θᾶττον. Πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους, ἀφελκύσαντες διαφόρους τοὺς λόγους· ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης· καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρετρικοί, ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. Αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἱ διακούσαντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῇ, καὶ ἀπὸ τῆς νικώσης ἀεὶ ᵈ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι. Ὁ δὲ Πλάτων Πυθαγορίσας, (ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν ταῦτα καὶ τοιαῦτα ᵉ εἰπεῖν τε καὶ γνόντα εἰρηκέναι,) ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε εἰς τὸ φανερόν ᶠ. Διαγαγὼν δὲ ἕκαστα ὅπη ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῶν δογμάτων, οὐ φθόνῳ μέν, οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ βούλομαι ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. Τοῦτο δὲ χρὴ μαθόντας ἡμᾶς ἐπενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα, χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἄντιλάβηται, χωρίζοντες, ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον. Ὡς νῦν μανικώτερον, ἢ Πενθεῖ τινι προσῆκε, διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλως δ’ ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς. Ὡς οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου· τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον, καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. Ἀλλ’ οὐ γάρ τι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως. Ἃ δὲ προὐδέδοκτο, καὶ εἶμι ἐκεῖσε, ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι. Νυνὶ δὲ αὐτῷ λελογίσθω, ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. Ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην, ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα, ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, Κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ’ Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν
Πλατωνικόν, καὶ Διόδωρον, εἶτα Πύῤῥωνα· ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικός, ὑπὸ Διοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύῤῥωνος ἐγένετο παντοδαπός, καὶ ἴτης, καὶ οὐδέν. Ὃ καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παράγωγον καὶ ὑβριστικόν·
Πρόσθε Πλάτων, ὄπιθεν Πύῤῥων, μέσσος Διό[δωρος.
Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ·
Τοιγὰρ ἔχων ᵍ Μενεδήμου ὑπὸ στέρνοισι μό[λυβδον θεύσεται ἐς ʰ Πύῤῥωνα τὸ πᾶν κρέας, ἢ Διό[δωρον.
Ταῖς οὖν Διοδώρου διαλεκτικοῦ ὄντος λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύῤῥωνος καὶ τὸ σκεπτικὸν καταπλέξας, διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον· καὶ ἔλεγε, καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν, κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος, καὶ δύσκριτος, καὶ παλίμβολός τε ἅμα, καὶ παρακεκινδυνευμένος, οὐδέν, τε εἰδώς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.

2 Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ᵃ ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρωσὶν ὁμιλέοι, οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. Τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν, οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. Ὠνομάζετο οὖν δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς. Ὥσπερ γὰρ αἱ Ἔμπουσαι, ἐν τοῖς φαντάσμασι τοῖς τῶν λόγων, ὑπὸ παρασκευῆς τε καὶ μελέτης ἐφήρμοττεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτός, οὔτε τοὺς ἄλλους ἐᾷν· ἐδειμάτου δὲ καὶ κατεθορύβει, καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα, κατέχαιρε τῷ ὀνείδει, καὶ ἡβρύνετο ᵇ θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλόν, μήτε ἀγαθόν, μήτε αὖ κακόν ἐστι τί, ᾔδει· ἀλλ’ ὁπότερον εἰς τὰς ψυχὰς πέσοι, τοῦτο εἰπών, αὖθις μεταβαλών, ἀνέτρεπεν ἂν πλεοναχῶς, ἢ δι’ ὅσων κατεσκευάκει. Ἦν οὖν ὕδραν τέμνων ἑαυτόν, καὶ τεμνόμένος ὑφ’ ἑαυτοῦ ἀμφότερα ἀλληλίζων ᶜ δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως. Πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις. ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί τῶν τοι προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους τὰ ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος, οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. Δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ’ ἔσχεν ὧδε ἐξ ἀρχῆς. Συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι ὢν ὡραῖος, τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεαὐτὰ χώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυής, τρεχούσῃ

χρησάμενος αὐτῇ, ῥαδίᾳ, θερμουργῷ ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουργημένα πιθανὰ ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύῤῥωνι· (ὁ δὲ Πύῤῥων ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν δήποθενᵈ) οὗτος μὲν δὴ ἔνθεν καταρτυθείς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύῤῥωνι, ὡς τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν, καὶ Φιλόμηλος, καὶ Τίμων οἱ σκεπτικοί, σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθές, καὶ τὸ ψεῦδος, καὶ τὸ πιθανόν. Λεχθεὶς οὖν κατ’ ἀξίανᵉ ὑπὸ τῶν Πυῤῥωνείων Πυῤῥώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. Ἦν μὲν τοίνυν Πυῤῥώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ’ οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. Οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις διατριβαῖς, Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ, ἐπεισιόντων τοῖς φιλοσοφοῦσι, καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδέν γε δόγμα ὑπειπεῖν φαινόμενον. Ὥσπερ γὰρ τὸ μέλαν τὰς σηπίας, προβάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. Τοῦτ’ οὖν ἐγὼ οὐ πείθομαι. Οἱ δ’ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν, ἐπιλανθάνονται, διαστάντες δέ γε, καὶ σφέας αὐτοὺς ἀρτύναντες,
σύν ῥ’ ἔβαλονᶠ ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ [ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ [ἀνὴρ καρπαλίμως ἐβίαζενᵍ. Ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀν[δρῶν, ὀλλύντων τε καὶ ὀλλυμένωνʰ.
Τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ’ αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. Ἡλίσκοντοⁱ δέ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν, μήτε μάχεσθαι ἀφορμήν. Τὴν μὲν δὴ ἀρχὴν ἦνᵏ, τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ’ ἔχειν τινὰ ἀφορμήν, ἢν, εἵ πουˡ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες. Ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ’ αὐτοῦ αὖθις, ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. Διαστάντες δ’ οὖν εἰς τὸ φανερόν, ἔβαλλον ἀλλήλους
οὐχ οἱ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. Ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρύ, καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ [ὁ Κηφισόδωρος], ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾷν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν ᾗ λέγεται ὑπονοῶν. Πλὴν οὗτος μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβούλετο. Ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνηςᵐ ταύτης. Εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀνέγραψεν ἐλέγχεται, ἔτιⁿ ἐποίησεν ἐναντία καὐτὸς, μήτε ὃν ᾔδει πλήττων, ὅν τε οὐκ ἐχρῆν, ἀτιμότατα καὶ αἴσχιστα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. Πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. Ἤτος γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στωϊκῶν, πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ εἰς Πλάτωνα. Ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. Μή πως ᵒ μέντοι ἀγάγοιμι σχολήν ποτε τοσαύτην, τούτων γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. Τὸν δ’ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν, τοὺς παρ’ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ ᵖ οὐδὲν ὤκνει. Περὶ μὲν οὖν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ, οὔτ’ ἴσως εἰπεῖν ἔχω, εἶτε καὶ εἶχον, οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι. Τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου, καὶ αὐτὸ q τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ’ αὐτήν. Ὁ δ’ ἐν τῷ ἀσθενεστέρῳ ʳ ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετοˢ πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ’ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως· πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ’ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ιὤετο ἀποτρεψάμενος ἀφ’ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. Τοῦτο δὲ ᾔδειᵗ καὶ Ἀγαθοκλέα τὸν Συρακούσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. Οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι. Ἡ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος, οὐδ’ ἐργάτις χαρίτων, ὑφ’ ὧν ὁ Ἀρκεσίλαος, τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ’
ὑποσκελίζων, κατεγλωττίζετο αὐτούς, καὶ πιθανὸς ἦν. Τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν, ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν, καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε, μηδὲν εἶναι μήτ’ οὖν ἔπος μήτε πάθος, μήτε ἔργον ἐν βραχύ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ’ ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ. Τῷ δ’ ἄρα οὐδὲν ἐδόκει, οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον, ἢ ῥηματίσκια ταῦτ’ εἷναι καὶ φόβους.