The Martyrdom of Polycarp

Martyrium Polycarpi

Martyrium Polycarpi. The Apostolic Fathers, Vol. 2. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: G.P. Putnam's Sons, 1917.

προσαχθέντα οὖν αὐτὸν ἀνηρώτα ὁ ἀνθύπατος, εἰ αὐτὸς εἴη Πολύκαρπος. τοῦ δὲ ὁμολογοῦντος, ἔπειθεν ἀρνεῖσθαι λέγων: Αἰδέσθητί σου τὴν ἡλικίαν, καὶ ἕτερα τούτοις ἀκόλουθα, ὡς ἔθος αὐτοῖς λέγειν: Ὄμοσον τὴν Καίσαρος τύχην, [*](The customary Greek for the oath (per genium) (or sometimes (fortunam,) hence tu/xhn) Caesaris shich Christians rejected. Per salutem Caesaris (swthri/an) they accepted. (Cf Tertullian Apol. 32.)) μετανόησον, εἶπον: Αἶρε τοὺς ἀθέους. ὁ δὲ Πολύκαρπος ἐμβριθεῖ τῷ προσώπῳ εἰς πάντα τὸν ὄχλον τὸν ἐν τῷ σταδίῳ ἀνόμων ἐθνῶν ἐμβλέψας καὶ ἐπισείσας αὐτοῖς τὴν χεῖρα, στενάξας τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν: Αἶρε τοὺς ἀθέους.

ἐγκειμένου δὲ τοῦ ἀνθυπάτου καὶ λέγοντος: Ὄμοσον, καὶ ἀπολύω σε, λοιδόρησον τὸν Χριστόν, ἔφη ὁ Πολύκαρπος: Ὀγδοήκοντα καὶ ἓξ ἔτη δουλεύω αὐτῷ, καὶ οὐδέν με ἠδίκησεν: καὶ πῶς δύναμαι βλασφημῆσαι τὸν βασιλέα μου τὸν σώσαντά με;