The Martyrdom of Polycarp

Martyrium Polycarpi

Martyrium Polycarpi. The Apostolic Fathers, Vol. 2. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: G.P. Putnam's Sons, 1917.

Ἐπιμένοντος δὲ πάλιν αὐτοῦ καὶ λέγοντος: Ὄμοσον τὴν Καίσαρος τύχην, ἀπεκρίνατο: Εἰ κενοδοξεῖς, ἵνα ὀμόσω τὴν καίσαρος τύχην, ὡς σὺ λέγεις, προσποιεῖ δὲ ἀγνοεῖν με, τίς εἰμι, μετὰ παρρησίας ἄκουε: Χριστιανός εἰμι. εἰ δὲ θέλεις τὸν τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον, δὸς ἡμέραν

326
καὶ ἄκουσον.

ἔφη ὁ ἀνθύπατος: Πεῖσον τὸν δῆμον. ὁ δὲ Πολύκαρπος εἶπεν: Σὲ μὲν κἂν [*](Rom. 13, 1 1 Pet. 2, 13) λόγου ἠξίωσα: δεδιδάγμεθα γὰρ ἀρχαῖς καὶ ἐξουσίαις ὑπὸ τοῦ θεοῦ τεταγμέναις τιμὴν κατὰ τὸ προσῆκον, τὴν μὴ βλάπτουσαν ἡμᾶς, ἀπονέμειν: ἐκείνους δὲ οὐχ ἡγοῦμαι ἀξίους τοῦ ἀπολογεῖσθαι αὐτοῖς.